Saltar al texto

1 Reyes · Septuaginta griega de Brenton

1 Reyes 22 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Καὶ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀναμέσον Συρίας καὶ ἀναμέσον Ἰσραήλ. 2 Καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ. 3 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαὰδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἀναβήσῃ μεθʼ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον; 5 Καὶ εἶπεν Ἰωσαφὰτ, καθὼς ἐγὼ, καὶ σὺ οὕτως· καθὼς ὁ λαός μου, ὁ λαός σου· καθὼς οἱ ἵπποι μου, οἱ ἵπποι σου. Καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραὴλ, ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον. 6 Καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχῶ; καὶ εἶπον, ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 7 Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον διʼ αὐτοῦ; 8 Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δὀ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτὸν, ὄτι οὐ λαλεῖ περὶ ἐμοῦ καλὰ, ἀλλʼ ἢ κακὰ, Μιχαίας υἱὸς Ἰεμβλαά· καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. 9 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα, καὶ εἶπε, τοτάχος Μιχαίαν υἱὸν Ἰεμβλαά. 10 Καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας· καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. 11 Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ. 12 Καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως, λέγοντες, ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαὰδ, καὶ εὐοδώσει, καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. 13 Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἐνὶ καλὰ περὶ τοῦ βασιλέως, γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά. 14 Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρὸς μὲ, ταῦτα λαλήσω. 15 Καὶ ἦλθε πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπισχῶ; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως. 16 Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ἐγὼ ὁρκίζω σε, ὃπως λαλήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου; 17 Καὶ εἶπεν, οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ἰσραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω. 18 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, οὐκ εἶπα πρὸς σε, ὅτι οὐ προφητεύει οὗτός μοι καλὰ, διότι ἀλλʼ ἢ κακά; 19 Καὶ εἶπε Μιχαίας, οὐχ οὕτως· οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως. Εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ. 20 Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος οὕτως. 21 Καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν. 22 Καὶ εἶπε πρὸς αὐτὸν Κύριος, ἐν τίνι; καὶ εἶπεν, ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν, ἀπατήσεις, καί γε δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως. 23 Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 24 Καὶ προσῆλθε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπε, ποῖον πνεῦμα Κύριου τὸ λαλῆσαν ἐν σοί; 25 Καὶ εἶπε Μιχαίας, ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμεῖον τοῦ ταμείου τοῦ κρυβῆναι ἐκεῖ. 26 Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν, καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως 27 εἶπον θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28 Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί. 29 Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα μετʼ αὐτοῦ εἰς Ῥεμμὰθ Γαλαάδ. 30 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 31 Καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ, λέγων, μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλʼ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον. 32 Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπαν, φαίνεται βασιλεὺς Ἰσραήλ οὗτος, καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ἰωσαφάτ. 33 Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ. 34 Καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ, ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. 35 Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας, καὶ ἀπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος, καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. 36 Καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου, λέγων, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, 37 ὅτι τέθνηκεν ὁ βασιλεύς· καὶ ἦλθον εἰς Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. 38 Καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας· καὶ ἐξέλιξαν αἱ ὗες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησε. 39 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα ἃ ἐποίησε, καὶ οἴκον ἐλεφάντινον ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; 40 Καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 41 Καὶ Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐβασίλευσεν ἐπὶ Ἰούδαν· ἐν ἔτει τετάρτῷ τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν 42 Ἰωσαφὰτ, Υἱὸς τρίακοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ θυγάτηρ Σαλαΐ. 43 Καὶ ἐπορεύθη ἐν πάση ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου. 44 Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν· ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 45 Καὶ εἰρήνευσεν Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραήλ. 46 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰτ, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων Ἰούδα; 51 Καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 52 Καὶ Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ· ἐν ἔτει ἑπτακαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ὀχοζίας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 53 Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῶ Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ· 54 Καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς, καὶ παρώργισε τὸν Κύριον Θεὸν Ἰσραὴλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

Esta traducción no tiene los versículos 47–50; los demás conservan su numeración habitual.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Ahaziah

    King of Israel, son of Ahab

    Ahab's son, who reigned two years in Samaria, served Baal, fell through the lattice of his upper room, sent to inquire of Baal-zebub of Ekron, and died as Elijah foretold without…

    Citado en la guía: 1 Kings 22:40; 1 Kings 22:51; 1 Kings 22:53

  • Amon the governor of the city

    Governor of Samaria

    The governor of the city to whom Ahab ordered Micaiah returned to be imprisoned on bread and water.

    Citado en la guía: 1 Kings 22:26; 2 Chronicles 18:25

  • Azubah

    Mother of Jehoshaphat

    Daughter of Shilhi and mother of King Jehoshaphat of Judah.

    Citado en la guía: 1 Kings 22:42; 2 Chronicles 20:31

  • Chenaanah

    Father of Zedekiah the prophet

    Named as the father of the prophet Zedekiah who made iron horns.

    Citado en la guía: 1 Kings 22:11; 1 Kings 22:24; 2 Chronicles 18:10

  • Imlah

    Father of Micaiah

    Named as the father of the prophet Micaiah.

    Citado en la guía: 1 Kings 22:8; 1 Kings 22:9; 2 Chronicles 18:7

  • Jehoshaphat

    King of Judah

    A godly king who sent teachers of the Law throughout Judah.

    Citado en la guía: 1 Kings 22; 2 Chron. 17-20; Matt. 1:8

  • Joash the king's son

    Son of Ahab

    The king of Israel's son, to whom with Amon the governor Ahab ordered Micaiah returned.

    Citado en la guía: 1 Kings 22:26; 2 Chronicles 18:25

  • Micaiah son of Imlah

    Prophet who foretold Ahab's death

    A prophet of the LORD whom Ahab hated because he never prophesied good for him, who foretold Israel scattered like sheep and Ahab's fall at Ramoth-gilead, and who was struck by…

    Citado en la guía: 1 Kings 22:8; 1 Kings 22:9; 1 Kings 22:14

  • Shilhi

    Father of Azubah

    Named as the father of Azubah, the mother of King Jehoshaphat.

    Citado en la guía: 1 Kings 22:42; 2 Chronicles 20:31

  • Zedekiah son of Chenaanah

    Prophet who made iron horns

    One of the prophets before Ahab who made iron horns, declared that Ahab would gore the Arameans with them, and struck Micaiah in the face.

    Citado en la guía: 1 Kings 22:11; 1 Kings 22:24; 2 Chronicles 18:10

Referencias cruzadas (47)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Reyes 20:34
  2. 2 1 Reyes 15:24; 1 Reyes 22:1; 1 Reyes 22:44; Mateo 16:21; 2 Reyes 8:18
  3. 3 Deuteronomio 4:43; 1 Reyes 4:13; Josué 21:38; 2 Samuel 19:10; Jueces 16:2
  4. 4 2 Reyes 3:7; Efesios 5:11; Proverbios 13:20; Salmo 139:21–22; Apocalipsis 2:26
  5. 5 Proverbios 3:5–6; 2 Crónicas 18:4–5; 2 Reyes 3:11; Jeremías 21:2; Jeremías 42:2–6
  6. 6 1 Reyes 18:19; Jeremías 23:14–17; Ezequiel 13:7–16; Ezequiel 13:22; Apocalipsis 19:20
  7. 7 2 Reyes 3:11–13; 2 Crónicas 18:6–7
  8. 8 Juan 3:19–21; Amós 5:10; Juan 17:14; Juan 7:7; Juan 15:18–19
  9. 9 Isaías 39:7; 2 Crónicas 18:8; 1 Reyes 22:26–27; Daniel 1:18; 2 Reyes 9:32
  10. 10 Mateo 11:8; 1 Reyes 22:30; Ezequiel 13:1–9; Hechos 12:21; Ester 5:1
  11. 11 Zacarías 1:18–21; Deuteronomio 33:17; Jeremías 29:21; Jeremías 23:31; Hechos 19:13–16
  12. 12 1 Reyes 22:6–15; 2 Crónicas 35:22; 1 Reyes 22:32–36
  13. 13 Isaías 30:10–11; Oseas 7:3; Salmo 10:11; Salmo 50:21; 1 Corintios 2:14–16
  14. 14 Números 24:13; 2 Crónicas 18:12–13; Jeremías 26:2–3; Números 22:38; Números 22:18
  15. 15 Mateo 26:45; Eclesiastés 11:9; 1 Reyes 18:27; 2 Crónicas 18:14; Jueces 10:14
  16. 16 Marcos 5:7; Hechos 19:13; Josué 6:26; Mateo 22:16–17; 2 Crónicas 18:15
  17. 17 Números 27:17; Mateo 9:36; 1 Reyes 22:34–36; 2 Crónicas 18:16–17; Ezequiel 34:4–6
  18. 18 1 Reyes 22:8; Proverbios 10:24; Proverbios 29:1; Lucas 11:45; Proverbios 27:22
  19. 19 Job 2:1; Job 1:6; Daniel 7:9–10; Isaías 6:1–3; Mateo 18:10
  20. 20 Ezequiel 14:9; Job 12:16; Jeremías 4:10
  21. 21 1 Reyes 22:23; Job 1:6–7; Job 2:1
  22. 22 Jueces 9:23; 1 Samuel 16:14; 1 Samuel 19:9; Job 1:8–11; Apocalipsis 20:10
  23. 23 Ezequiel 14:9; Isaías 6:9–10; Mateo 24:24–25; Isaías 44:20; Isaías 3:11
  24. 24 Hechos 23:2; Lamentaciones 3:30; Miqueas 5:1; Mateo 5:39; Juan 15:20
  25. 25 1 Reyes 20:30; 2 Pedro 2:1; Apocalipsis 19:20; Isaías 9:14–16; Amós 7:17
  26. 27 2 Crónicas 16:10; 2 Crónicas 18:25–27; Apocalipsis 2:10; Salmo 102:9; Deuteronomio 16:3
  27. 28 Miqueas 1:2; Números 16:29; Hechos 13:10–11; Marcos 12:37; Jeremías 28:8–9
  28. 29 1 Reyes 22:2–9; 2 Crónicas 18:28
  29. 30 2 Crónicas 35:22; 1 Samuel 28:8; Jeremías 23:24; 2 Crónicas 18:29; 1 Reyes 20:38
  30. 31 1 Reyes 20:24; 2 Crónicas 18:30; Jeremías 16:6; 1 Reyes 20:16; 1 Samuel 30:2
  31. 32 Proverbios 13:20; Jonás 2:1–2; Éxodo 14:10; Salmo 130:1–4; 2 Crónicas 18:31
  32. 33 Salmo 76:10; 1 Reyes 22:31
  33. 34 2 Crónicas 35:23; Miqueas 6:13; Apocalipsis 9:9; 1 Samuel 17:49; 2 Reyes 9:24
  34. 35 1 Reyes 22:28; 1 Reyes 20:42
  35. 36 2 Reyes 14:12; Jueces 7:7–8; 1 Samuel 4:10; 1 Reyes 12:24; 1 Reyes 22:17
  36. 38 1 Reyes 21:19; Mateo 24:35; Isaías 44:25–26; Jeremías 44:21–23; Josué 23:14–15
  37. 39 Amós 3:15; Ezequiel 27:6; 1 Reyes 16:20; 1 Reyes 14:19; 1 Reyes 16:5
  38. 40 1 Reyes 2:10; 2 Reyes 1:2; Deuteronomio 31:16; 1 Reyes 22:51; 2 Reyes 1:17
  39. 41 2 Crónicas 20:31; 1 Reyes 22:2; 1 Crónicas 3:10; 2 Crónicas 17:1
  40. 42 2 Reyes 1:17; 1 Reyes 15:10; 1 Reyes 14:21; 2 Reyes 8:16; 1 Reyes 15:2
  41. 43 1 Reyes 15:14; 2 Reyes 12:3; Proverbios 4:27; 2 Crónicas 20:3–30; Salmo 125:5
  42. 44 2 Reyes 8:18; 1 Reyes 22:2; 2 Crónicas 19:2; 2 Corintios 6:14; 2 Crónicas 21:6
  43. 45 2 Crónicas 20:34; 1 Reyes 11:41; 1 Reyes 14:29
  44. 46 1 Reyes 14:24; 1 Reyes 15:12; Deuteronomio 23:17; Génesis 19:5; Judas 7
  45. 51 2 Reyes 1:17; 1 Reyes 15:25; 1 Reyes 22:40
  46. 52 1 Reyes 15:26; 1 Reyes 21:25; 1 Reyes 15:34; 1 Reyes 16:30–33; 2 Crónicas 22:3
  47. 53 1 Reyes 16:30–32; 2 Reyes 1:2; Salmo 106:29; Ezequiel 8:3; 2 Reyes 3:2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias