1 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια, καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. 2 Καὶ ἀπέστειλεν Ἑλιακεὶμ τὸν οἰκονόμον, καὶ Σόμνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους, πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην. 3 Καὶ εἶπαν αὐτῷ, τάδε λέγει Ἐζεκίας, ἡμέρα, θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4 Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων. 5 Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν. 6 Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας, οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν, τάδε λέγεἱ Κύριος, μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. 7 Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν, ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. 8 Καὶ ἀπέστρεψε Ῥαβσάκης, καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λοβνάν· καὶ ἤκουσεν ὅτι ἀπῇρεν ἀπὸ Λαχίς. 9 Καὶ ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων, 10 οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας, μή σε ἀπατάτω ὁ Θεός σου, ἐφʼ ᾧ πέποιθας ἐπʼ αὐτῷ, λέγων, οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ ἐν χειρὶ βασιλέως Ἀσσυρίων. 11 Σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν; καὶ σὺ ῥυσθήσῃ; 12 Μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζᾶν, καὶ Χαῤῥὰν, καὶ Ῥαφὲθ, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ; 13 Ποῦ εἰσι βασιλεῖς Ἐμάθ; καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ πόλεως Ἐπφαρουαὶμ, Ἀναγονγάυα; 14 Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτὸ, καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. 15 Καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον, λέγων, 16 Κύριος σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν· 17 Κλῖνον Κύριε τὸ οὖς σου, εἰσάκουσον Κύριε, ἄνοιξον Κύριε τοὺς ὀφθαλμούς σου, εἴσβλεψον Κύριε, καὶ ἴδε τοὺς λόγους Σενναχηρεὶμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. 18 Ἐπʼ ἀληθείας γὰρ Κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, 19 καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώσαντο αὐτούς. 20 Νῦν δὲ Κύριε ὁ Θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς, ὅτι σῦ εἶ ὁ Θεὸς μόνος. 21 Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. 22 Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεὸς, ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιὼν, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. 23 Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ; 24 Ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας, τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, 25 καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. 26 Οὐ ταῦτα ἤκουσας πάλαὶ ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς. 27 Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις. 28 Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου, καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι. 29 Ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρὸς μὲ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. 30 Τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαὐτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 31 Καὶ ἔσονται οἱ καταλελιμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω· 32 Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. 33 Διατοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεὸν, οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα· 34 Ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ· τάδε λέγει Κύριος. 35 Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν διʼ ἐμὲ, καὶ διὰ Δαυὶδ τὸν παῖδά μου. 36 Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ἀναστάντες τοπρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. 37 Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ. 38 Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Isaías · Septuaginta griega de Brenton
Isaías 37 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Isaías 37–38 · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Adrammelech
A son of Sennacherib who with his brother Sharezer put their father to the sword in the temple of Nisroch and escaped to the land of Ararat.
Citado en la guía: 2 Kings 19:37; Isaiah 37:38
Esar-haddon
Sennacherib's son, who reigned in his father's place after Adrammelech and Sharezer killed him.
Citado en la guía: 2 Kings 19:37; Ezra 4:2; Isaiah 37:38
Hezekiah
A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.
Citado en la guía: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10
Tirhakah
King of Cush about whom Sennacherib was warned that he had set out to fight him.
Citado en la guía: 2 Kings 19:9; Isaiah 37:9
Referencias cruzadas (37)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Reyes 19:1–37; 2 Reyes 22:11; Isaías 36:22–37:38; Esdras 9:5; Job 1:20–21
- 2 Isaías 1:1; Joel 1:13; 2 Crónicas 20:20; 2 Reyes 19:2; 2 Reyes 18:18
- 3 Isaías 66:9; Oseas 13:13; 2 Reyes 19:3; Salmo 50:15; Isaías 26:17–18
- 4 Isaías 36:20; Isaías 1:9; Salmo 106:23; Isaías 10:22; Isaías 8:7–8
- 6 Isaías 7:4; Isaías 35:4; Marcos 5:36; 2 Crónicas 20:15–20; Isaías 41:10–14
- 7 2 Crónicas 32:21; Isaías 31:8–9; Job 15:21; Isaías 17:13–14; 2 Reyes 7:6
- 8 Josué 10:29; Josué 21:13; 2 Reyes 8:22; Josué 10:31–34; Josué 15:39
- 9 Isaías 18:1; 1 Samuel 23:27–28; Isaías 20:5; Isaías 37:7
- 10 Isaías 36:15; 2 Reyes 18:5; Salmo 22:8; 2 Crónicas 32:7–8; Mateo 27:43
- 11 Isaías 36:18–20; 2 Reyes 17:4–6; Isaías 10:7–14; Isaías 37:18–19; Isaías 14:17
- 12 Génesis 11:31; 2 Reyes 17:6; 2 Reyes 18:11; Hechos 7:2; 2 Reyes 19:12
- 13 Jeremías 49:23; Isaías 10:9; 2 Reyes 18:34; 2 Reyes 17:24; 2 Reyes 17:30–31
- 14 Salmo 123:1–4; 2 Reyes 19:14; Salmo 62:1–3; Isaías 37:1; Salmo 74:10
- 15 2 Crónicas 14:11; Daniel 9:3–4; 1 Samuel 7:8–9; 2 Crónicas 20:6–12; 2 Reyes 19:15–19
- 16 Salmo 99:1; Éxodo 25:22; Salmo 86:10; Isaías 44:24; 1 Samuel 4:4
- 17 2 Crónicas 6:40; Salmo 17:6; 1 Pedro 3:12; Salmo 74:22; Salmo 10:14–15
- 18 Nahúm 2:11–12; 2 Reyes 15:29; 2 Reyes 17:6; 2 Reyes 17:24; 1 Crónicas 5:26
- 19 Salmo 115:4–8; Isaías 40:19–21; Isaías 10:9–11; Oseas 8:6; Éxodo 32:20
- 20 Salmo 46:10; 1 Reyes 18:36–37; Salmo 83:17–18; Isaías 42:8; Malaquías 1:11
- 21 Isaías 65:24; Salmo 91:15; Isaías 38:3–6; 2 Reyes 19:20–21; Daniel 9:20–23
- 22 Job 16:4; Isaías 1:8; Lamentaciones 2:13; Salmo 9:14; Zacarías 2:10
- 23 Ezequiel 39:7; Daniel 5:20–23; Daniel 7:25; Ezequiel 28:9; 2 Tesalonicenses 2:4
- 24 Isaías 14:8; Isaías 10:18; Isaías 36:9; Daniel 4:30; Daniel 4:8–14
- 25 1 Reyes 20:10; Deuteronomio 11:10; Isaías 36:12; 2 Reyes 19:23–24
- 26 Hechos 4:27–28; Hechos 2:23; Isaías 46:10–11; 1 Pedro 2:8; Isaías 10:15
- 27 Salmo 129:6; Salmo 127:1–2; Jeremías 37:10; Salmo 90:5–6; Isaías 19:16
- 28 Apocalipsis 2:13; Salmo 139:1–11; Jeremías 23:23–24; Proverbios 5:21; Proverbios 15:3
- 29 Isaías 10:12; Isaías 37:34; Ezequiel 38:4; Isaías 30:28; Ezequiel 29:4
- 30 2 Reyes 19:29; Levítico 25:4–5; Isaías 7:14; 2 Reyes 20:9; 1 Reyes 13:3–5
- 31 Isaías 27:6; 2 Reyes 19:30–31; Salmo 80:9; Isaías 1:9; Romanos 11:5
- 32 Isaías 9:7; 2 Reyes 19:31; Joel 2:18; Zacarías 1:14; Isaías 59:17
- 33 Isaías 8:7–10; Ezequiel 21:22; Isaías 10:32–34; 2 Reyes 19:32–35; Isaías 33:20
- 34 Isaías 37:29; Proverbios 21:30
- 35 2 Reyes 20:6; Isaías 31:5; Isaías 38:6; Isaías 43:25; Jeremías 23:5–6
- 36 Isaías 10:12; 2 Reyes 19:35; 1 Tesalonicenses 5:2–3; Isaías 31:8; 2 Samuel 24:16
- 37 Jonás 3:3; Jonás 1:2; Nahúm 1:1; Jonás 4:11; Génesis 10:11–12
- 38 Génesis 8:4; Jeremías 51:27; Esdras 4:2; 2 Crónicas 32:21; 2 Reyes 19:36–37
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
"I will defend this city for my servant David's sake." And besides, on account of His favor towards him, He suffered not Solomon to fall from the kingdom, great as the sin was which he had committed.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)