1 Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, βασιλεύει Ἀβιοὺ υἱὸς Ῥοβοὰμ ἐπὶ Ἰούδαν· 2 Καὶ τρία ἔτη ἐβασίλευσεν ἐπὶ Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχὰ, θυγάτηρ Ἀβεσσαλώμ. 3 Καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ. 4 Ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετʼ αὐτὸν, καὶ στήσῃ τὴν Ἱερουσαλὴμ· 5 ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 7 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ πόλεμος ἦν ἀναμέσον Ἀβιοὺ καὶ ἀναμέσον Ἱεροβοάμ. 8 Καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἱεροβοὰμ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 9 Ἐν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν· 10 Καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνὰ, θυγάτηρ Ἀβεσσαλώμ. 11 Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 12 Καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 13 Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ τῶν Κέδρων. 14 Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ. 15 Καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ, καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου ἀργυροῦς καὶ χρυσοῦς, καὶ σκεύη. 16 Καὶ πόλεμος ἦν ἀναμέσον Ἀσὰ καὶ ἀναμέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας αὐτῶν. 17 Καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα. 18 Καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμὰ υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ, λέγων, 19 διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο, διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται ἀπʼ ἐμοῦ. 20 Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ Ἰσραὴλ, καὶ ἐπάταξαν τὴν Ἀῒν, τὴν Δὰν, καὶ τὴν Ἀβὲλ οἴκου Μααχὰ, καὶ πᾶσαν τὴν Χεννερὲθ, ἕως πάσης τῆς γῆς Νεφθαλί. 21 Καὶ ἐγένετο ὡς ἤκουσε Βαασὰ, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ ἀνέστρεψεν εἰς Θερσά. 22 Καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλε παντὶ Ἰούδα εἰς ἐνακὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ῥαμὰ, καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασά· καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν. 23 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησε, καὶ τὰς πόλεις ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ. 24 Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ πατρὸς αὐτοῦ· καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 25 Καὶ Ναβὰτ υἱὸς Ἱεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο. 26 Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραήλ. 27 Καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν υἱοῦ Ἀχιὰ, καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων· καὶ Ναβὰτ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών. 28 Καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ Ἀσὰ υἱοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν. 29 Καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ, καὶ οὐχ ὑπελείπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου· 30 περὶ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ, ὅς ἐξήμαρτε τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ. 31 Καὶ τὰ λοιπὰ τῶν λόγων Ναβὰτ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 33 Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα βασιλεύει Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ Ἰσραὴλ ἐν Θερσᾷ εἴκοσι καὶ τέσσαρα ἔτη. 34 Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ.
1 Reyes · Septuaginta griega de Brenton
1 Reyes 15 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Esta traducción no tiene los versículos 6, 32; los demás conservan su numeración habitual.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abijah
Rehoboam's son who reigned briefly, warring against the northern kingdom.
Citado en la guía: 1 Kings 15:1-8; 2 Chron. 13; Matt. 1:7
Abishalom
Named as the father of Maacah, the mother of King Abijam.
Citado en la guía: 1 Kings 15:2; 1 Kings 15:10
Ahijah
Named as the father of Baasha, king of Israel, of the house of Issachar.
Citado en la guía: 1 Kings 15:27; 1 Kings 15:33; 1 Kings 21:22
Asa
A reforming king who tore down idols and trusted the LORD against vast armies.
Citado en la guía: 1 Kings 15:9-24; 2 Chron. 14-16; Matt. 1:7-8
Baasha
Son of Ahijah of the house of Issachar, who killed Nadab at Gibbethon, destroyed Jeroboam's whole household, and reigned twenty-four years in Tirzah.
Citado en la guía: 1 Kings 15:27; 1 Kings 15:29; 1 Kings 15:33
Ben-hadad
Son of Tabrimmon, the son of Hezion, ruling in Damascus, whom Asa paid to break his treaty with Baasha; he then attacked Ijon, Dan, Abel-beth-maacah and Naphtali.
Citado en la guía: 1 Kings 15:18; 1 Kings 15:20; 2 Chronicles 16:2
Hezion
Named as the father of Tabrimmon and grandfather of Ben-hadad king of Aram.
Citado en la guía: 1 Kings 15:18
Maacah
Daughter of Abishalom and mother of King Abijam, whom Asa removed from her position as queen mother because she had made a detestable Asherah pole. 2 Chronicles 13:2 instead names…
Citado en la guía: 1 Kings 15:2; 1 Kings 15:10; 1 Kings 15:13
Nadab
Jeroboam's son, who reigned two years, did evil, and was struck down by Baasha at Gibbethon.
Citado en la guía: 1 Kings 14:20; 1 Kings 15:25; 1 Kings 15:27
Tabrimmon
Named as the father of Ben-hadad king of Aram and the son of Hezion.
Citado en la guía: 1 Kings 15:18
Referencias cruzadas (31)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 13:1–22; 1 Reyes 14:31
- 2 2 Crónicas 13:2; 2 Crónicas 11:20–22; 1 Reyes 15:13
- 3 1 Reyes 11:4; Salmo 119:80; 1 Reyes 3:14; 2 Reyes 20:3; 1 Reyes 11:33
- 4 1 Reyes 11:36; 2 Crónicas 21:7; 1 Reyes 11:32; Salmo 132:17; 1 Reyes 11:12
- 5 1 Reyes 14:8; 2 Samuel 11:15–17; 1 Reyes 15:3; Salmo 51:1; 2 Crónicas 34:2
- 7 2 Crónicas 13:2–22; 1 Reyes 14:29
- 8 2 Crónicas 14:1; 1 Reyes 14:31; 1 Crónicas 3:9; Mateo 1:7–8; 1 Reyes 14:1
- 10 1 Reyes 15:2; 2 Crónicas 11:20–21; 2 Crónicas 13:2; 1 Reyes 15:13
- 11 2 Crónicas 14:2; 2 Crónicas 15:17; 2 Crónicas 14:11; 1 Reyes 15:3; 2 Crónicas 16:7–10
- 12 1 Reyes 22:46; 1 Reyes 14:23–24; 1 Pedro 1:18; 1 Reyes 11:7–8; 2 Crónicas 14:2–5
- 13 Éxodo 32:20; Gálatas 2:14; Deuteronomio 33:9; Deuteronomio 7:5; Gálatas 2:5–6
- 14 1 Reyes 22:43; 1 Reyes 8:61; 1 Reyes 15:3; 2 Reyes 12:3; 2 Crónicas 15:17–18
- 15 1 Reyes 7:51; 2 Crónicas 14:13; 1 Crónicas 26:26–28; 2 Crónicas 15:18
- 16 1 Reyes 15:32; 2 Crónicas 16:1–6; 1 Reyes 15:6–7; 1 Reyes 14:30
- 17 1 Reyes 12:27; 2 Crónicas 16:1–6; Josué 18:25; 1 Reyes 15:21–22; 1 Samuel 15:34
- 18 1 Reyes 14:26; 2 Reyes 12:18; 1 Reyes 15:15; 1 Reyes 11:23–24; Génesis 14:15
- 19 Romanos 1:31; 2 Crónicas 16:7; Romanos 3:8; Isaías 31:1; Ezequiel 17:13–16
- 20 2 Reyes 15:29; Jueces 18:29; Josué 11:2; 1 Reyes 12:29; 2 Samuel 20:14–15
- 21 1 Reyes 14:17; 1 Reyes 16:15–18; 2 Crónicas 16:5; 1 Reyes 15:17; Cantar de los Cantares 6:4
- 22 Josué 21:17; Josué 18:24; 2 Crónicas 16:6; Josué 18:26; 1 Samuel 7:5
- 23 1 Reyes 15:7–8; Salmo 90:10; 2 Crónicas 16:11–14; 1 Reyes 14:29–31
- 24 Mateo 1:8; 1 Reyes 22:41–43; 2 Crónicas 17:1–9
- 25 1 Reyes 14:20; 1 Reyes 14:12
- 26 1 Reyes 14:16; 1 Reyes 15:34; 1 Reyes 15:30; 1 Reyes 12:28–33; 1 Reyes 13:33–34
- 27 Josué 19:44; Josué 21:23; 1 Reyes 14:14; 1 Reyes 16:15; 1 Reyes 16:9
- 28 Deuteronomio 32:35
- 29 1 Reyes 14:9–16; 2 Reyes 19:25; 2 Reyes 9:7–10; 2 Reyes 10:31; 2 Reyes 9:36–37
- 30 1 Reyes 15:26; 1 Reyes 14:22; 1 Reyes 14:9–16
- 31 1 Reyes 14:19; 1 Reyes 16:27; 1 Reyes 16:14; 1 Reyes 16:20; 1 Reyes 16:5
- 33 1 Reyes 16:8
- 34 1 Reyes 15:26; 1 Reyes 12:28–29; 1 Reyes 14:16; 1 Reyes 13:33–34; Isaías 1:4
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias