1 Καὶ εἶπεν Ἑλισαιὲ ἄκουσον λόγον Κυρίου· τάδε λέλει Κύριος, ὡς ἡ ὥρα αὕτη, αὔριον μέτρον σεμιδάλεως σίκλου, καὶ δίμετρον κριθῶν σίκλου, ἐν ταῖς πύλαις Σαμαρείας. 2 Καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφʼ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ Ἑλισαιὲ, καὶ εἶπεν, ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἑλισαιὲ εἶπεν, ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ φάγῃ. 3 Καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τί ἡμεῖς καθήμεθα ὧδε ἕως ἀποθάνωμεν; 4 Ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει, καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα· καὶ νῦν δεῦτε, καὶ ἐμπεσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα. 5 Καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας· καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ. 6 Καὶ Κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης· καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ, νῦν ἐμισθώσατο ἐφʼ ἡμᾶς ὁ βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφʼ ἡμᾶς. 7 Καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπον τὰς σκηνὰς αὐτῶν, καὶ τοὺς ἵππους αὐτῶν, καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστι, καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν. 8 Καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς, καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν, καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ἦραν ἐκεῖθεν ἀργύριον, καὶ χρυσίον, καὶ ἱματισμόν· καὶ ἐπορεύθησαν, καὶ ἐπέστρεψαν ἐκεῖθεν, καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην, καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν, καὶ κατέκρυψαν. 9 Καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησιον αὐτοῦ, οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη, ἡμέρα εὐαγγελίας ἐστὶ, καὶ ἡμεῖς σιωπῶμεν, καὶ μένομεν ἕως φωτὸς τοῦ πρωῒ, καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο, καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως. 10 Καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως, καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες, εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος, καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί. 11 Καὶ ἐβόησαν οἱ θυρωροὶ, καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω. 12 Καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς, καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ, ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ, λέγοντες, ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας, καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα. 13 Καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε, λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων οἳ κατελείφθησεν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος Ἰσραὴλ τὸ ἐκλεῖπον, καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα. 14 Καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας, λέγων, δεῦτε, καὶ ἴδετε. 15 Καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ἰορδάνου. καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν ὧν ἔῤῥιψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ. 16 Καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας· καὶ ἐγένετο μέτρον σεμισάλεως σίκλου, κατὰ τὸ ῥῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου. 17 Καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην ἐφʼ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο τῇ χειρὶ αὐτοῦ ἐπὶ τῆς πυλῆς· καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν. 18 Καὶ ἐγένετο καθὰ ἐλάλησεν Ἑλισαιὲ πρὸς τὸν βασιλέα, λέγων, δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου· καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας. 19 Καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ Ἑλισαιὲ, καὶ εἶπεν, ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιὲ, ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ. 20 Καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησαν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε.
2 Reyes · Septuaginta griega de Brenton
2 Reyes 7 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (18)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Josué 3:5; Éxodo 16:12; Ezequiel 37:4; 1 Samuel 11:9; Éxodo 14:13
- 2 Génesis 7:11; Génesis 18:12–14; Malaquías 3:10; Salmo 78:41; Romanos 3:3
- 3 Levítico 13:45–46; Números 5:2–4; 2 Reyes 7:4; Jeremías 8:14; 2 Reyes 8:4
- 4 Jeremías 14:18; 2 Samuel 14:14; Lucas 15:17–19; Ester 4:16; Jonás 3:9
- 5 Deuteronomio 28:7; Ezequiel 12:6–7; Levítico 27:8; 1 Samuel 30:17; Ezequiel 12:12
- 6 2 Samuel 5:24; Isaías 31:1; 1 Reyes 10:29; Apocalipsis 9:9; 2 Crónicas 12:2–3
- 7 Proverbios 28:1; Salmo 48:4–6; Números 35:11–12; Salmo 20:7–8; Amós 2:14–16
- 8 Mateo 13:44; Josué 7:21; 2 Reyes 5:24; Mateo 25:18; Jeremías 41:8
- 9 Isaías 52:7; Filipenses 2:4; 2 Reyes 7:6; Isaías 41:27; Nahúm 1:15
- 10 Salmo 127:1; 2 Samuel 18:26; Marcos 13:34–35; 2 Reyes 7:11; 2 Reyes 7:6–7
- 12 Josué 8:4; 2 Reyes 6:25–29
- 13 2 Reyes 5:13; Lamentaciones 4:9; 2 Reyes 7:4; Jeremías 14:18; 2 Reyes 6:33
- 15 Filipenses 3:7–8; Isaías 2:20; Mateo 16:26; Hebreos 12:1; Isaías 10:3
- 16 2 Reyes 7:1; Isaías 33:4; Isaías 33:23; Job 27:16–17; Salmo 68:12
- 17 2 Reyes 6:32; 2 Reyes 7:2; Isaías 25:10; 2 Reyes 9:33; Hebreos 10:29
- 18 Génesis 18:14; 2 Reyes 6:32; 2 Reyes 7:1–2
- 19 2 Reyes 7:2
- 20 Números 20:12; Hebreos 3:18–19; Isaías 7:9; Jeremías 17:5–6; Job 20:23
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias