1 Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ, 2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποὶα πλυνόντων. 3 Καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον, καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ, καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ. 4 Καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν. 5 Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ, καὶ τοὺς καταδυναστεύοντας χήραν, καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ. 6 Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· 7 καὶ ὑμεῖς οἱ υἱοὶ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου, καὶ οὐκ ἐφυλάξασθε. Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ· καὶ εἴπατε, ἐν τίνι ἐπιστρέψομεν; 8 Μήτι πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με· καὶ ἐρεῖτε, ἐν τίνι ἐπτερνίσαμέν σε; ὅτι τὰ ἐπιδέκατα, καὶ αἱ ἀπαρχαὶ μεθʼ ὑμῶν εἰσι. 9 Καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε. 10 Τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· ἐπιστρέψατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ τὴν εὐλογίαν μου ὑμῖν, ἕως τοῦ ἱκανωθῆναι· 11 Καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει Κύριος παντοκράτωρ. 12 Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ. 13 Ἐβαρύνατε ἐπʼ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος· καὶ εἴπατε, ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; 14 Εἴπατε, μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος; 15 Καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα, καὶ ἀντέστησαν τῷ Θεῷ, καὶ ἐσώθησαν. 16 Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος, καὶ εἰσήκουσε, καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. 17 Καὶ ἔσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ, εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, τὸν δουλεύοντα αὐτῷ. 18 Καὶ ἐπιστραφήσεσθε, καὶ ὄψεσθε ἀναμέσον δικαίου, καὶ ἀναμέσον ἀνόμου, καὶ ἀναμέσον τοῦ δουλεύοντος Θεῷ, καὶ τοῦ μὴ δουλεύοντος. 19 Διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες ἄνομα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα. 20 Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. 21 Καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ. 22 Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, 23 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην. 24 Μνήσθητε νόμου Μωυσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ, προστάγματα καὶ δικαιώματα.
Malaquías · Septuaginta griega de Brenton
Malaquías 3 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (24)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info. Las referencias usan la numeración hebrea (la de las Biblias inglesas); los enlaces abren el pasaje en LXX.
- 1 Malaquías 4:5; Lucas 1:76; Marcos 1:2–3; Isaías 63:9; Lucas 7:26–28
- 2 Zacarías 13:9; Isaías 4:4; 1 Corintios 3:13–15; 1 Pedro 2:7–8; Apocalipsis 6:17
- 3 Isaías 1:25; Proverbios 17:3; Zacarías 13:9; Hebreos 12:10; Daniel 12:10
- 4 2 Crónicas 7:1–3; Isaías 56:7; Zacarías 8:3; Ezequiel 43:26–27; Jeremías 30:18–20
- 5 Santiago 5:8–9; Hebreos 13:4; Deuteronomio 5:11; Santiago 5:4; Deuteronomio 27:19
- 6 Números 23:19; Hebreos 13:8; Santiago 1:17; Lamentaciones 3:22–23; Jeremías 32:27
- 7 Zacarías 1:3; Romanos 10:21; Santiago 4:8; Romanos 10:3; Deuteronomio 31:20
- 8 Proverbios 3:9–10; Mateo 22:21; Marcos 12:17; Salmo 29:2; Malaquías 1:13
- 9 Deuteronomio 28:15–19; Malaquías 2:2; Hageo 2:14–17; Hageo 1:6–11; Josué 22:20
- 10 2 Corintios 9:6–8; Mateo 6:33; Proverbios 3:9–10; Salmo 37:3; Deuteronomio 28:12
- 11 Deuteronomio 11:14; Joel 2:22; Zacarías 8:12; Joel 1:4; Amós 7:1–3
- 12 Isaías 61:9; Isaías 62:4; Zacarías 8:23; Lucas 1:48; Jeremías 33:9
- 13 Malaquías 2:17; Isaías 37:23; Romanos 9:20; Malaquías 1:6–8; 2 Tesalonicenses 2:4
- 14 Isaías 58:3; Salmo 73:8–13; Sofonías 1:12; Job 35:3; Zacarías 7:3–6
- 15 Jeremías 12:1–2; Job 21:7–15; Malaquías 4:1; Malaquías 2:17; Job 22:23
- 16 Salmo 56:8; Apocalipsis 20:12; Malaquías 4:2; Apocalipsis 15:4; Isaías 26:3
- 17 Éxodo 19:5; Deuteronomio 7:6; 2 Corintios 6:18; Isaías 62:3–4; 1 Pedro 2:9
- 18 Mateo 25:46; Génesis 18:25; Salmo 58:10–11; Josué 24:15; Malaquías 3:14–15
- 19 2 Tesalonicenses 1:8; 2 Pedro 3:7; Malaquías 3:2; Isaías 47:14; Isaías 5:24
- 20 Jeremías 33:6; Salmo 84:11; Isaías 30:26; Lucas 1:78; Juan 8:12
- 21 Job 40:12; Romanos 16:20; Miqueas 7:10; Zacarías 10:5; Malaquías 3:17
- 22 Lucas 1:17; Mateo 17:10–13; Marcos 9:11–13; Mateo 11:13–14; Malaquías 3:1
- 23 Lucas 1:16–17; Isaías 11:4; Hebreos 10:26–31; Mateo 23:35–38; Daniel 9:11
- 24 Deuteronomio 4:10; Santiago 2:9–13; Gálatas 5:24–25; Romanos 3:31; Lucas 16:29–31
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés. Versículos con numeración hebrea: 3, 4.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Of a truth, soon and suddenly shall His will be accomplished, as the Scripture also bears witness, saying, "Speedily will He come, and will not tarry;" and, "The Lord shall suddenly come to His temple, even the Holy One, for whom ye look." Chapter XXIV — God continually shows us in nature that there will be a resurrection Let us …
Truly it was by Him, of whom Gabriel is the angel, who also announced the glad tidings of his birth: [that God] who also had promised by the prophets that He would send His messenger before the face of His Son, who should prepare His way, that is, that he should bear witness of that Light in the spirit and …
Behold, He cometh, saith the Lord Almighty, and who shall abide the day of His entry, or who shall stand at His appearing?" In this place he has foretold both the first and second advent of Christ: the first, to wit, of which he says, "And He shall come suddenly into His temple;" that is, into His flesh, of which …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
The Father disregarded not the perishing of our race; He sent forth His Son, the Lord from heaven, as healer: and one of the Prophets saith, The Lord whom ye seek, cometh, and shall suddenly come.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
Yea I say unto you, and more than a prophet;" He goes on, "For this is he of whom it is written, Behold, I send my messenger before Thy face, which shall prepare Thy way before Thee." Having before set down the testimony of the Jews, He then applies that of the prophets; or rather, He puts in the first …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)