1 Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου, οὕτως ἡττηθήσονται. 2 Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. 3 Διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη. 4 Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν. 5 Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλῷ, ἔνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. 6 Ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. 7 Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφʼ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. 8 Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους. 9 Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλιλαία, καὶ ὁ Χέρμελ. 10 Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. 11 Νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε, ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν· πῦρ κατέδεται ὑμᾶς. 12 Καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη καὶ κατακεκαυμένη. 13 Ἀκούσονται οἱ πόῤῥωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. 14 Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; 15 Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων· βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος· καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν, 16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 17 Βασιλέα μετὰ δόξης ὄψεσθε, οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, 18 ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους 19 μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσατο, οὐσὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. 20 Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν· 21 ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἐλαύνον. 22 Ὁ γὰρ Θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει. 23 Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, 24 καὶ οὐ μὴ εἴπωσι, Κοπιῶ ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφεθῆ γὰρ αὐτοῖς ἡ ἁμαρτία.
Isaías · Septuaginta griega de Brenton
Isaías 33 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Isaías 33–34 · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (24)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 7:2; Isaías 24:16; Isaías 10:12; Apocalipsis 17:17; Abdías 10–16
- 2 2 Corintios 1:3–4; Isaías 30:18–19; Isaías 59:16; Salmo 62:8; Salmo 60:11
- 3 Isaías 10:13–14; Isaías 10:32–34; Isaías 37:11–18; Isaías 59:16–18; Salmo 46:6
- 4 2 Crónicas 20:25; Isaías 33:23; 2 Crónicas 14:13; Joel 2:9; Joel 2:25
- 5 Isaías 2:17; Romanos 11:26; Apocalipsis 19:2–6; Daniel 4:37; Efesios 1:20–21
- 6 Salmo 112:1–3; Proverbios 19:23; 1 Timoteo 4:8; Mateo 6:33; Proverbios 14:27
- 7 2 Reyes 18:18; 2 Reyes 18:37–19:3; Isaías 36:22; Isaías 36:3
- 8 Jueces 5:6; Isaías 35:8; Isaías 10:29–31; Lamentaciones 1:4; Isaías 10:9–11
- 9 Isaías 35:2; Isaías 65:10; Nahúm 1:4; Zacarías 11:1–3; Isaías 3:26
- 10 Salmo 12:5; Salmo 102:13–18; Amós 6:1; Isaías 42:13–14; Isaías 59:16–17
- 11 Isaías 59:4; Salmo 7:14; Santiago 1:15; Hechos 5:4; Isaías 10:7–14
- 12 2 Samuel 23:6–7; Isaías 27:4; Isaías 37:36; Amós 2:1; Isaías 10:17
- 13 Salmo 48:10; Efesios 2:11–18; Daniel 3:27–4:3; Isaías 49:1; Salmo 147:12–14
- 14 Hebreos 12:29; Isaías 66:24; Mateo 25:46; Deuteronomio 5:24–25; Mateo 18:8
- 15 Salmo 119:37; 1 Juan 3:7; Efesios 5:11–13; Deuteronomio 16:19; Romanos 2:7
- 16 Lucas 12:29–31; Isaías 32:18; Proverbios 1:33; Isaías 49:10; Proverbios 18:10
- 17 Zacarías 9:17; 1 Juan 3:2; Juan 14:21; 2 Corintios 4:18; Juan 17:24
- 18 1 Corintios 1:20; Salmo 71:20; Isaías 17:14; Salmo 31:7–8; 2 Reyes 18:31
- 19 Isaías 28:11; Deuteronomio 28:49–50; Jeremías 5:15; 2 Reyes 19:32; Éxodo 14:13
- 20 Salmo 46:5; Isaías 54:2; Isaías 32:18; Mateo 16:18; Isaías 37:33
- 21 Salmo 46:4–5; Isaías 41:18; Isaías 48:18; Isaías 66:12; 2 Corintios 4:4–6
- 22 Santiago 4:12; Hechos 5:31; Sofonías 3:15–17; Salmo 89:18; Isaías 12:2
- 23 2 Reyes 7:8; 1 Corintios 1:27; Salmo 68:12; Isaías 33:21; Hechos 27:40–41
- 24 Jeremías 50:20; Apocalipsis 21:4; Éxodo 15:26; 1 Juan 1:7–9; Isaías 58:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… them because He loves them, and will spare them: He will Himself set them free." And that He should Himself become very man, visible, when He should be the Word giving salvation, Isaiah again says: "Behold, city of Zion: thine eyes shall see our salvation." And that it was not a mere man who died for us, Isaiah says: "And …