1 Εἶπον ἐγὼ ἐν καρδίᾳ μου, δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. 2 Τῷ γέλωτι εἶπα, περιφορὰν, καὶ τῇ εὐφροσύνῃ, τί τοῦτο ποιεῖς; 3 Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ κρατῆσαι ἐπʼ εὐφροσύνην, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. 4 Ἐμεγάλυνα ποίημἀ μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, 5 ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ. 6 Ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπʼ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. 7 Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. 8 Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν ἀνθρώπων, οἰνοχόον καὶ οἰνοχόας. 9 Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἀπὸ ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καί γε σοφία μου ἐστάθη μοι. 10 Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπʼ αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης μου, ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου· καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου. 11 Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περίσσεια ὑπὸ τὸν ἥλιον. 12 Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ παραφορὰν καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος ὅς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς; τὰ ὅσα ἐποίησεν αὐτήν. 13 Καὶ εἶδον ἐγὼ ὅτι ἐστὶ περίσσεια τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περίσσεια τοῦ φωτὸς ὑπὲρ τὸ σκότος. 14 Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται· καὶ ἔγνων καί γε ἐγὼ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. 15 Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι, καὶ ἱνατί ἐσοφισάμην ἐγώ; περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, ὅτι καί γε τοῦτο ματαιότης, διότι ὁ ἄφρων ἐκ περισσεύματος λαλεῖ· 16 Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; 17 Καὶ ἐμίσησα σὺν τὴν ζωήν· ὅτι πονηρὸν ἐπʼ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. 18 Καὶ ἐμίσησα ἐγὼ σύμπαντα μόχθον μου ὃν ἐγὼ κοπιῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετʼ ἐμέ. 19 Καὶ τίς εἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; καὶ εἰ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. 20 Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τὴν καρδίαν μου ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον· 21 Ὅτι ἐστὶν ἄνθρωπος ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρίᾳ· καὶ ἄνθρωπος ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, δώσει αὐτῷ μερίδα αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη. 22 ὅτι γίνεται ἐν τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. 23 Ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καί γε τοῦτο ματαιότης ἐστίν. 24 Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ· καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν· 25 Ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ; 26 Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ Θεοῦ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Eclesiastés · Septuaginta griega de Brenton
Eclesiastés 2 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (26)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Lucas 12:19; Eclesiastés 8:15; Santiago 5:1; Santiago 5:5; Salmo 27:8
- 2 Proverbios 14:13; Eclesiastés 7:2–6; 1 Pedro 4:2–4; Amós 6:3–6; Isaías 22:12–13
- 3 Proverbios 20:1; Eclesiastés 1:17; Proverbios 31:4–5; Eclesiastés 6:12; Eclesiastés 12:13
- 4 1 Reyes 7:1–12; 2 Crónicas 8:11; 2 Crónicas 8:1–6; Salmo 49:11; 1 Reyes 9:1
- 5 Cantar de los Cantares 6:2; Lucas 17:27–29; Cantar de los Cantares 4:12–5:1; Génesis 2:8–9; Jeremías 39:4
- 6 Nehemías 2:14; Cantar de los Cantares 7:4; Salmo 1:3; Jeremías 17:8
- 7 2 Crónicas 32:27–29; Génesis 13:2; 2 Reyes 3:4; 1 Reyes 9:20–22; 2 Crónicas 26:10
- 8 1 Reyes 10:10; 1 Reyes 9:28; 2 Samuel 19:35; 1 Reyes 10:14; 1 Crónicas 25:6
- 9 1 Crónicas 29:25; Eclesiastés 1:16; 1 Reyes 10:23; 2 Crónicas 9:22–23; 1 Reyes 3:12
- 10 Eclesiastés 9:9; Eclesiastés 5:18; Eclesiastés 3:22; Salmo 119:37; Salmo 128:2
- 11 Eclesiastés 1:14; 1 Juan 2:16–17; Eclesiastés 1:3; Génesis 1:31; Éxodo 39:43
- 12 Eclesiastés 1:17; Eclesiastés 7:25; Eclesiastés 1:9–10
- 13 Efesios 5:8; Eclesiastés 7:11–12; Mateo 6:23; Eclesiastés 11:7; Malaquías 3:18–4:2
- 14 Salmo 49:10; Proverbios 17:24; Eclesiastés 9:11; Eclesiastés 9:1–3; 1 Juan 2:11
- 15 Eclesiastés 6:8; Eclesiastés 1:14; Eclesiastés 1:18–2:1; 1 Reyes 3:12; Eclesiastés 1:16
- 16 Eclesiastés 1:11; Eclesiastés 9:5; Malaquías 3:16; Éxodo 1:8; Salmo 88:12
- 17 Eclesiastés 2:11; Eclesiastés 4:2; Jonás 4:8; 1 Reyes 19:4; Números 11:15
- 18 Salmo 39:6; Salmo 49:10; Lucas 16:27–28; Lucas 12:20; Eclesiastés 5:18
- 19 Eclesiastés 3:22; Santiago 3:17; 1 Reyes 14:25–28; Eclesiastés 9:13; Santiago 1:17
- 20 1 Tesalonicenses 3:3–4; Job 17:11–15; Salmo 39:6–7; Génesis 43:14; 2 Corintios 1:8–10
- 21 Eclesiastés 2:17–18; Eclesiastés 9:18; Jeremías 22:15; 2 Crónicas 31:20–21; 2 Crónicas 35:18
- 22 Salmo 127:2; Eclesiastés 1:3; Eclesiastés 3:9; Eclesiastés 4:6; Filipenses 4:6
- 23 Job 14:1; Job 5:7; Job 7:13–14; Salmo 127:2; Salmo 6:6–7
- 24 Eclesiastés 3:22; 1 Timoteo 6:17; Eclesiastés 8:15; Eclesiastés 3:12–13; Eclesiastés 5:18–19
- 25 Eclesiastés 2:1–12
- 26 Proverbios 13:22; Job 27:16–17; Proverbios 28:8; Juan 16:24; Isaías 3:10–11
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… is nothing substantial, nothing lasting, he bewails, among the other vanities that are under the sun, this also, that though wisdom excelleth folly as light excelleth darkness, and though the eyes of the wise man are in his head, while the fool walketh in darkness, yet one event happeneth to them all, that is to say, in this life under …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Listen to Solomon, saying, "As far as light excelleth darkness, so doth wisdom excel folly." But how shall we instruct him that is in darkness?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)