1 Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσραὴλ εἰς Σηλὼ, καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ. 2 Καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπαρχῆς, Θάρα ὁ πατὴρ Ἁβραὰμ, καὶ ὁ πατὴρ Ναχὼρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις. 3 Καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἁβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα, καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ, 4 καὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ· καὶ ἔδωκα τῷ Ἡσαῦ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ· καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι. 5 Καὶ ἐπάταξα τὴν Αἴγυπτον ἐν σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς. 6 Καὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν. 7 Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον· καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς· καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ· Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους. 8 Καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμοῤῥαίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν. 9 Καὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ, καὶ παρετάξατο τῷ Ἰσραὴλ, καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν. 10 Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε· καὶ εὐλογίαις εὐλόγησεν ἡμᾶς, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς. 11 Καὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε εἰς Ἱεριχώ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἱεριχὼ ὁ Ἀμοῤῥαῖος, καὶ ὁ Χαναναῖος, καὶ ὁ Φερεζαῖος, καὶ ὁ Εὑαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Χετταῖος, καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ἡμῶν. 12 Καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκίαν· καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ἡμῶν δώδεκα βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου. 13 Καὶ ἔδωκεν ὑμῖν γῆν ἐφʼ ἣν οὐκ ἐκοπιάσατε ἐπʼ αὐτῆς, καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε. 14 Καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ. 15 Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι. 16 Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπε, μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις. 17 Κύριος ὁ Θεὸς ἡμῶν, αὐτὸς Θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καἰ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν οὓς παρήλθομεν διʼ αὐτῶν. 18 Καὶ ἐξέβαλε Κύριος τὸν Ἀμοῤῥαῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν· ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν Κυρίῳ, οὗτος γὰρ Θεὸς ἡμῶν ἐστι. 19 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν, 20 ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθʼ ὧν εὖ ἐποίησεν ὑμᾶς. 21 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, οὐχὶ, ἀλλὰ Κυρίῳ λατρεύσομεν. 22 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, μάρτυρες ὑμεῖς καθʼ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ. 23 Καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν, καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον Θεὸν Ἰσραήλ. 24 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα. 25 Καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλὼ ἐνώπιον τῆς σκηνῆς τοῦ Θεοῦ Ἰσραήλ. 26 Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν, καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τέρμινθον ἀπέναντι Κυρίου. 27 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου· ὅτι ἐλάλησε πρὸς ὑμᾶς σήμερον, καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου. 28 Καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 29 Καὶ ἐλάτρευσεν Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ, καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ, καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου ὅσα ἐποίησε τῷ Ἰσραήλ. 30 Καὶ ἐγένετο μετʼ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου ἐκατὸν δέκα ἐτῶν. 31 Καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασαρὰχ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ ἀπὸ βοῤῥᾶ τοῦ ὄρους τοῦ Γαλαάδ· 31a ἐκεῖ ἔθηκαν μετʼ αὐτοῦ εἰς τὸ μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος· καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας. 32 Καὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμοῤῥαίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν, καὶ ἔδωκεν αὐτὴν Ἰωσὴφ ἐν μερίδι. 33 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε, καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει τῷ Ἐφραίμ. 33a Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ, περιεφέροσαν ἐν ἑαυτοῖς· καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ ἕως ἀπέθανε, καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ· 33b οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν, καὶ εἰς τὴν ἑαυτῶν πόλιν· καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην, καὶ Ἀσταρὼθ, καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωὰβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.
Josué · Septuaginta griega de Brenton
Josué 24 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Zippor
The father of Balak, king of Moab.
Citado en la guía: Numbers 22:2; Numbers 22:4; Joshua 24:9
Lugares
Shechem
Shechem lay between Mount Gerizim and Mount Ebal. Abram built an altar here, Joshua gathered Israel for covenant renewal, and Jacob's well stands nearby.
Citado en la guía: Genesis 12:6; Joshua 24:1; John 4:5
Referencias cruzadas (36)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Josué 23:2; 1 Samuel 10:19; Éxodo 18:25–26; Génesis 33:18–19; Génesis 12:6
- 2 Josué 24:15; Génesis 31:30; Ezequiel 16:3; Isaías 51:2; Génesis 31:53
- 3 Génesis 12:1–4; Génesis 21:2–3; Hechos 7:2–3; Génesis 15:5; Salmo 127:3
- 4 Génesis 36:8; Deuteronomio 2:5; Génesis 25:24–26; Hechos 7:15; Salmo 105:23
- 5 Éxodo 3:10; Éxodo 7:1–12; Salmo 78:43–51; Éxodo 12:51; Salmo 105:26–36
- 6 Hechos 7:36; Hebreos 11:29; Isaías 63:12–13; Éxodo 12:37; Salmo 136:13–15
- 7 Deuteronomio 4:34; Éxodo 14:20; Éxodo 14:10; Nehemías 9:12–21; Éxodo 14:31
- 8 Números 21:21–35; Salmo 136:17–22; Deuteronomio 2:32–3:7; Nehemías 9:22; Salmo 135:10–11
- 9 Jueces 11:25; Miqueas 6:5; Números 22:2; Deuteronomio 23:4–5; Números 22:5–21
- 10 Deuteronomio 23:5; Isaías 54:17; Números 24:5–10; Números 22:35; Números 22:11–12
- 11 Josué 3:14–17; Josué 4:10–12; Deuteronomio 7:1; Salmo 105:44; Salmo 78:54–55
- 12 Éxodo 23:28; Deuteronomio 7:20; Salmo 44:3–6
- 13 Deuteronomio 6:10–12; Deuteronomio 8:7; Josué 21:45; Proverbios 13:22; Josué 11:13
- 14 1 Samuel 12:24; Deuteronomio 10:12; Génesis 35:2; Josué 24:23; 2 Corintios 1:12
- 15 1 Reyes 18:21; Juan 6:67–68; Rut 1:15–16; Deuteronomio 29:18; Ezequiel 20:39
- 16 Hebreos 10:38–39; 1 Samuel 12:23; Romanos 6:2; Romanos 3:6
- 17 Éxodo 19:4; Isaías 63:7–14; Amós 2:9–10; Deuteronomio 32:11–12; Isaías 46:4
- 18 Salmo 116:16; Miqueas 4:2; Éxodo 10:2; Zacarías 8:23; Lucas 1:73–75
- 19 Éxodo 23:21; Isaías 5:16; Éxodo 20:5; Salmo 99:5; Salmo 99:9
- 20 Hebreos 10:26–27; Hechos 7:42; Ezequiel 18:24; 1 Crónicas 28:9; Jeremías 17:13
- 21 Éxodo 20:19; Deuteronomio 5:27–28; Éxodo 19:8; Isaías 44:5; Éxodo 24:7
- 22 Salmo 119:173; Salmo 119:11; Job 15:6; Lucas 10:42; Deuteronomio 26:17
- 23 Josué 24:14; 2 Corintios 6:16–18; 1 Samuel 7:3–4; Jueces 10:15–16; Hebreos 12:28–29
- 24 Éxodo 24:7; Éxodo 24:3; Deuteronomio 5:27–29
- 25 Nehemías 9:38; Éxodo 15:25; 2 Crónicas 23:16; 2 Reyes 11:17; Josué 24:26
- 26 Jueces 9:6; Génesis 35:4; Josué 4:20–24; Deuteronomio 31:24–26; Éxodo 24:4
- 27 Lucas 19:40; Josué 22:34; Deuteronomio 31:26; Mateo 10:33; Josué 22:27–28
- 28 Jueces 2:6
- 29 Jueces 2:8; Génesis 50:22; Génesis 50:26; Salmo 115:17; Deuteronomio 34:5
- 30 Josué 19:50; Jueces 2:9; 2 Samuel 23:30
- 31 Jueces 2:7; Deuteronomio 31:13; Deuteronomio 11:2; Deuteronomio 31:29; 2 Crónicas 24:2
- 32 Génesis 50:25; Génesis 33:19; Éxodo 13:19; Hechos 7:16; Juan 4:5
- 33 Éxodo 6:25; Josué 22:13; Éxodo 6:23; Job 30:23; Números 3:32
- 31a Jueces 2:7; Deuteronomio 31:13; Deuteronomio 11:2; Deuteronomio 31:29; 2 Crónicas 24:2
- 33a Éxodo 6:25; Josué 22:13; Éxodo 6:23; Job 30:23; Números 3:32
- 33b Éxodo 6:25; Josué 22:13; Éxodo 6:23; Job 30:23; Números 3:32
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… belonged, was the only one in which the worship of the true God survived, and the only one, we may suppose, in which the Hebrew language was preserved; although Joshua the son of Nun tells us that even this family served other gods in Mesopotamia. The other descendants of Heber gradually became absorbed in other races and other languages.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… a stone as witness of his words (already a heap somewhere had been called a witness by Jacob), for he says, "Behold this stone shall be a witness unto you this day to the end of days, when ye lie to the Lord our God," perhaps believing that by God's power even the stones would speak to the conviction of …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)