1 Διατί δὲ Κύριον ἔλαθον ὧραι, 2 ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; 3 Ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, καὶ βοῦν χήρας ἠνεχύρασαν. 4 Ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς. 5 Ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ, ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν· ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους. 6 Ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν· ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο. 7 Γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. 8 Ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται· παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέπην, πέτραν περιεβάλοντο. 9 Ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν· 10 Γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. 11 Ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. 12 Οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλοντο, ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα. 13 Αὐτὸς δὲ διατί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν. 14 Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. 15 Καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος, λέγων, οὐ προνοήσει με ὀφθαλμὸς, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. 16 Διώρυξεν ἐν σκότει οἰκίας, ἡμέρας ἐσφράγισαν ἑαυτοὺς, οὐκ ἐπέγνωσαν φῶς. 17 Ὅτι ὁμοθυμαδὸν αὐτοῖς τὸ πρωῒ σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται τάραχος σκιᾶς θανάτου. 18 Ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος, καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, 19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. 20 Εἶτʼ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία· ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξε, συντριβείη δὲ πᾶς ἄδικος ἶσα ξύλῳ ἀνιάτῳ. 21 Στείραν δὲ οὐκ εὖ ἐποίησε, καὶ γύναιον οὐκ ἠλέησε. 22 Θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους· ἀναστὰς τοιγαροῦν, οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς. 23 Μαλακισθεὶς, μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. 24 Πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ, ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι, ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών. 25 Εἰ δὲ μὴ, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν, καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;
Job · Septuaginta griega de Brenton
Job 24 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (25)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Hechos 1:7; Eclesiastés 3:17; 2 Pedro 3:7–8; Eclesiastés 8:6–7; Salmo 36:10
- 2 Deuteronomio 19:14; Deuteronomio 27:17; Proverbios 23:10; Proverbios 22:28; Oseas 5:10
- 3 Deuteronomio 24:6; Job 22:6–9; Job 31:16–17; Deuteronomio 24:17–21; Deuteronomio 24:10–13
- 4 Proverbios 28:28; Job 24:14; Ezequiel 22:29; Amós 2:7; Santiago 5:4–6
- 5 Miqueas 2:1; Salmo 104:23; Job 5:5; Job 39:5–7; Hechos 23:12
- 6 Miqueas 6:15; Jueces 6:3–6; Deuteronomio 28:33; Deuteronomio 28:51
- 7 Éxodo 22:26–27; Job 22:6; Deuteronomio 24:11–13; Job 24:10; Proverbios 31:21
- 8 Lamentaciones 4:5; Hebreos 11:38; Cantar de los Cantares 5:2
- 9 Nehemías 5:5; 2 Reyes 4:1
- 10 Amós 2:7–8; Deuteronomio 24:19; Amós 5:11–12
- 11 Jeremías 22:13; Santiago 5:4; Deuteronomio 25:4
- 12 Eclesiastés 4:1; Salmo 50:21; Romanos 2:4–5; Eclesiastés 8:11–12; Malaquías 2:17
- 13 Juan 3:19–20; Proverbios 4:19; Judas 6; 2 Tesalonicenses 2:10–12; 1 Juan 2:19
- 14 1 Tesalonicenses 5:2; Miqueas 2:1–2; Apocalipsis 3:3; Salmo 10:8–10; Efesios 5:7–11
- 15 Salmo 10:11; Proverbios 7:9–10; Ezequiel 8:12; Ezequiel 9:9; Proverbios 6:32–35
- 16 Juan 3:20; Efesios 5:11–13; Ezequiel 12:12; Mateo 6:19; Ezequiel 12:5–7
- 17 Job 3:5; Jeremías 2:26; 2 Corintios 5:10–11; Apocalipsis 6:16–17; Salmo 73:18–19
- 18 Deuteronomio 28:16–20; Malaquías 2:2; Isaías 23:10; Salmo 73:18–20; Salmo 69:22
- 19 Salmo 49:14; Proverbios 14:32; Lucas 16:22; Job 21:13; Salmo 68:2
- 20 Proverbios 10:7; Daniel 4:14; Job 18:16–17; Eclesiastés 8:10; Mateo 3:10
- 21 Job 29:13; 1 Samuel 1:6–7; Job 22:9; Job 31:16–18; Job 24:3
- 22 Daniel 6:4–9; Juan 19:12–16; Apocalipsis 16:13–14; Ester 3:8–10; Apocalipsis 17:2
- 23 Proverbios 15:3; Apocalipsis 2:23; 1 Tesalonicenses 5:3; Salmo 73:3–12; Amós 8:7
- 24 Salmo 37:10; Santiago 1:11; Salmo 92:7; Santiago 5:1–3; Salmo 37:35–36
- 25 Job 9:24; Job 11:2–3; Job 6:28; Job 27:4; Job 15:2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias