1 Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει τῷ Κυρίῳ, 2 Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. 3 Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἐπιστάμην; 4 Ἄκουσον δέ μου Κύριε, ἵνα κᾀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. 5 Ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. 6 Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. 7 Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ Κύριος Ἐλὺιφὰς τῷ Θαιμανὺίτῃ, ἥμαρτες σὺ, καὶ οἱ δὺο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν, ὥσπερ ὁ θεράπων μου Ἰώβ. 8 Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ διʼ αὐτὸν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ. 9 Ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, καὶ Βαλδὰδ ὁ Σαυχίτης, καὶ Σωφὰρ ὁ Μιναῖος, καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος· καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰὼβ. 10 Ὁ δὲ Κύριος ηὔξησε τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ Κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν. 11 Ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρʼ αὐτῷ παρεκάλεσαν αὐτὸν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν ἐπʼ αὐτῷ ὁ Κύριος· ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου. 12 Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. 13 Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς. 14 Καὶ ἐκάλεσε τὴν μὲν πρώτην, Ἡμέραν· τὴν δὲ δευτέραν, Κασίαν· τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας. 15 Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ, βελτίους αὐτῶν ἐν τῇ ὑπʼ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. 16 Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα· τὰ δὲ πάντα ἔτη ἔζησε, διακόσια τεσσράκοντα· καὶ Σἴδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν. 17 Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν· 17a γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθʼ ὧν ὁ Κύριος ἀνίστησιν. 17b Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας· προϋπῆρχε δὲ αὐτῷ ὄνομα Ἰωβάβ· 17c λαβὼν δὲ γυναῖκα Ἀράβισσαν, γεννᾷ υἱὸν, ᾧ ὄνομα Ἐννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν Ἡσαῦ υἱῶν υἱὸς, μητρὸς δὲ Βοσόῤῥας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἁβραάμ· 17d καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεὼρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ, Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον, Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον, Ἀδὰδ υἱὸς Βαρὰδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωὰβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθαίμ· 17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, Ἐλιφὰς τῶν Ἡσαῦ υἱῶν Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.
Job · Septuaginta griega de Brenton
Job 42 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Jemimah
The first of the three daughters born to Job after his restoration, who received an inheritance among her brothers.
Citado en la guía: Job 42:14
Keren-happuch
The third of the three daughters born to Job after his restoration, who received an inheritance among her brothers.
Citado en la guía: Job 42:14
Keziah
The second of the three daughters born to Job after his restoration, who received an inheritance among her brothers.
Citado en la guía: Job 42:14
Referencias cruzadas (20)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Mateo 19:26; Marcos 10:27; Génesis 18:14; Hebreos 4:12–13; Jeremías 32:17
- 3 Salmo 131:1; Job 38:2; Salmo 139:6; Salmo 40:5; Proverbios 30:2–4
- 4 Job 40:7; Job 38:3; Génesis 18:30–32; Génesis 18:27
- 5 Efesios 1:17–18; Romanos 10:17; Juan 12:45; Isaías 6:5; Isaías 6:1
- 6 Esdras 9:6; 1 Timoteo 1:13–16; Santiago 4:7–10; Job 40:3–4; Daniel 9:3
- 7 Job 32:2–3; Job 11:5–6; Job 32:5; Job 2:11; Salmo 51:4
- 8 Números 23:1; Santiago 5:16; Salmo 103:10; Génesis 20:17; 1 Crónicas 15:26
- 9 Hebreos 11:8; Hechos 9:6; Eclesiastés 9:7; Proverbios 3:11–12; Mateo 7:24
- 10 Deuteronomio 30:3; Job 8:6–7; Proverbios 22:4; Isaías 40:2; Isaías 61:7
- 11 Job 2:11; Job 19:13–14; Génesis 24:22; Proverbios 16:7; Hebreos 12:12
- 12 Job 8:7; Eclesiastés 7:8; Proverbios 10:22; Génesis 24:35; Salmo 144:13–15
- 13 Job 1:2; Salmo 127:3; Salmo 107:41; Isaías 49:20
- 15 Números 27:7; Salmo 144:12; Josué 18:4; Hechos 7:20; Josué 15:18–19
- 16 Proverbios 17:6; Génesis 50:23; Salmo 128:6; Génesis 25:7; Génesis 47:28
- 17 Génesis 25:8; Génesis 15:15; Job 5:26; Salmo 91:16; Deuteronomio 6:2
- 17a Génesis 25:8; Génesis 15:15; Job 5:26; Salmo 91:16; Deuteronomio 6:2
- 17b Génesis 25:8; Génesis 15:15; Job 5:26; Salmo 91:16; Deuteronomio 6:2
- 17c Génesis 25:8; Génesis 15:15; Job 5:26; Salmo 91:16; Deuteronomio 6:2
- 17d Génesis 25:8; Génesis 15:15; Job 5:26; Salmo 91:16; Deuteronomio 6:2
- 17e Génesis 25:8; Génesis 15:15; Job 5:26; Salmo 91:16; Deuteronomio 6:2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… of the holy Job while yet in this mortal body, when he says to God, "I have heard of Thee by the hearing of the ear; but now mine eye seeth Thee: wherefore I abhor myself, and melt away, and count myself dust and ashes;" although there is no reason why we should not understand this of the eye of …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… hearing such things, I being nothing?" And again, "I have heard of Thee before, as far as hearing of the ear; but now mine eye hath seen Thee; wherefore I have made myself vile, and have melted away; and I accounted myself earth and ashes." This fortitude then, this moderation, of him that was before law and grace, let us …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)