1 Καὶ ἀπεκρίθη Κύριος ὁ Θεὸς τῷ Ἰὼβ, καὶ εἶπε, 2 μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλίνει; ἐλέγχων δὲ Θεὸν, ἀποκριθήσεται αὐτήν. 3 Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ, 4 τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα οὐθὲν ὤν; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου. 5 Ἅπαξ λελάληκα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. 6 Ἔτι δὲ ὑπολαβὼν ὁ Κύριος, εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους, 7 Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. 8 Μὴ ἀποποιοῦ μου τὸ κρίμα· οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἳνα ἀναφανῇς δίκαιος; 9 Ἢ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου, ἢ φωνῇ κατʼ αὐτοῦ βροντᾷς; 10 Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. 11 Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ, πὰντα δὲ ὑβριστὴν ταπείνωσον. 12 Ὑπερήφανον δὲ σβέσον, σῆψον δὲ ἀσεβεῖς παραχρῆμα. 13 Κρύψον δὲ εἰς γῆν ὁμοθυμαδόν, τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον. 14 Ὁμολογήσω ὅτι δύναται ἡ δεξιά σου σῶσαι. 15 Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἶσα βουσὶν ἐσθίουσιν. 16 Ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπʼ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός· 17 Ἔστησεν οὐρὰν ὡς κυπάρισσον, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται. 18 Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι, ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. 19 Τουτέστιν ἀρχὴ πλάσματος Κυρίου· πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. 20 Ἐπελθὼν δὲ ἐπʼ ὄρος ἀκρότομον, ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. 21 Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον. 22 Σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις, καὶ κλῶνες ἀγροῦ. 23 Ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ· πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ. 24 Ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν, ἐνσκολιευόμενος τρήσει ῥῖνα. 25 Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίεαν περὶ ῥῖνα αὐτοῦ; 26 Ἤ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; 27 Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; 28 Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; 29 Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; 30 Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; 31 Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. 32 Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν στόματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
Job · Septuaginta griega de Brenton
Job 40 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (22)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Job 38:1; Job 40:6
- 2 1 Corintios 2:16; Isaías 40:14; Romanos 11:34–36; Job 33:13; Isaías 50:8
- 4 Proverbios 30:32; Job 29:9; Job 21:5; Job 42:6; Jueces 18:19
- 5 Job 33:14; Salmo 62:11; Job 9:15; Job 9:3; Romanos 3:19
- 6 Job 38:1; Salmo 50:3–4; 2 Pedro 3:10–12; Hebreos 12:18–20
- 7 Job 38:3; Job 42:4; Job 23:3–4; Job 13:22
- 8 Romanos 3:4; Job 32:2; Isaías 28:18; Job 10:3; Salmo 51:4
- 9 Job 37:4–5; Isaías 45:9; Salmo 89:13; Salmo 89:10; Éxodo 15:6
- 10 Salmo 93:1; Salmo 149:4; Isaías 59:17; Job 39:19; Salmo 104:1–2
- 11 Daniel 4:37; Isaías 2:11–12; Isaías 2:17; Nahúm 1:6; Isaías 10:12–19
- 12 Isaías 63:3; Malaquías 4:3; Salmo 60:12; 1 Samuel 2:7; Zacarías 10:5
- 13 Isaías 2:10; Salmo 49:14; Job 36:13; Job 14:13; Ester 7:8
- 14 Romanos 5:6; Salmo 44:3; Efesios 2:4–9; Salmo 44:6; Isaías 40:29
- 15 Salmo 104:14; Job 40:20; Génesis 1:24–26; Job 39:8
- 17 Job 41:23
- 18 Isaías 48:4; Job 7:12
- 19 Job 41:33; Salmo 104:24; Job 26:13; Isaías 27:1; Salmo 7:12
- 20 Salmo 104:26; Salmo 104:14; Job 40:15; Salmo 147:8–9
- 21 Isaías 19:6–7; Isaías 35:7
- 22 Isaías 15:7; Levítico 23:40; Ezequiel 17:5
- 23 Génesis 13:10; Isaías 37:25; Isaías 28:16; Josué 3:15; Salmo 55:8
- 24 Job 41:1–2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
According to Job, there was in the waters the dragon that draweth up Jordan into his mouth.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)