1 Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει, 2 Ἀκήκοα τοιαῦτα πολλὰ, παρακλήτορες κακῶν πάντες. 3 Τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος; ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ; 4 Κᾀγὼ καθʼ ὑμᾶς λαλήσω· εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτʼ ἐναλοῦμαι ὑμῖν ῥήμασι· κινήσω δὲ καθʼ ὑμῶν κεφαλήν. 5 Εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. 6 Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; 7 Νῦν δὲ κατάκοπόν με πεποίηκε μωρὸν σεσηπότα, καὶ ἐπελάβου μου. 8 Εἰς μαρτύριον ἐγενήθη, καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. 9 Ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπʼ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπʼ ἐμοὶ ἔπεσαν. 10 Ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέ με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπʼ ἐμοί. 11 Παρέδωκε γάρ με ὁ Κύριος εἰς χείρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔῤῥιψέ με. 12 Εἰρηνεύοντα διεσκέδασέ με· λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν. 13 Ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· 14 Κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι. 15 Σάκκον ἔῤῥαψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. 16 Ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. 17 Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. 18 Γῆ μὴ ἐπικαλύψῃς ἐφʼ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. 19 Καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. 20 Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. 21 Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. 22 Ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.
Job · Septuaginta griega de Brenton
Job 16 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (21)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Job 13:4–5; Santiago 1:19; Salmo 69:26; Filipenses 1:16; Job 6:6
- 3 Job 6:26; Job 15:2; Job 32:3–6; Tito 2:8; Tito 1:11
- 4 Salmo 109:25; Salmo 22:7; Lamentaciones 2:15; 2 Reyes 19:21; Jeremías 18:16
- 5 Proverbios 27:9; Isaías 35:3–4; Gálatas 6:1; Proverbios 27:17; Job 6:14
- 6 Job 10:1; Salmo 88:15–18; Salmo 77:1–9
- 7 Job 7:3; Job 1:15–19; Proverbios 3:11–12; Miqueas 6:13; Job 3:17
- 8 Job 10:17; Job 19:20; Rut 1:21; Salmo 109:24; Salmo 106:15
- 9 Salmo 35:16; Job 13:24; Lamentaciones 2:16; Oseas 6:1; Job 19:11
- 10 Salmo 35:15; Salmo 22:13; Isaías 50:6; Lamentaciones 3:30; Miqueas 5:1
- 11 Salmo 27:12; Salmo 7:14; Salmo 31:8; Job 2:7; Job 1:13–19
- 12 Job 7:20; Lamentaciones 3:11–12; Lamentaciones 3:4; Job 9:17; Salmo 44:19
- 13 Job 20:25; Job 6:4; Lamentaciones 2:11; Romanos 8:32; Génesis 49:23
- 14 Job 9:17; Joel 2:7; Jueces 15:8; Lamentaciones 3:3–5; Salmo 42:7
- 15 Génesis 37:34; Salmo 7:5; 1 Reyes 21:27; Isaías 22:12; Salmo 75:5
- 16 Lamentaciones 1:16; Marcos 14:34; Salmo 102:3–5; Job 17:7; Salmo 32:3
- 17 Proverbios 15:8; Salmo 66:18–19; Job 27:6–7; Job 8:5–6; Salmo 7:3–5
- 18 Isaías 26:21; Ezequiel 24:7; Salmo 66:18–19; Génesis 4:11; Nehemías 4:5
- 19 Romanos 1:9; Génesis 31:50; 1 Tesalonicenses 2:5; 1 Tesalonicenses 2:10; Romanos 9:1
- 20 Hebreos 5:7; Salmo 142:2; Job 17:2; Job 12:4–5; Salmo 109:4
- 21 Eclesiastés 6:10; Isaías 45:9; Romanos 9:20; Job 40:1–5; Job 31:35
- 22 Job 14:10; Job 14:14; Job 7:9–10; Job 14:5; Eclesiastés 12:5
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias