Saltar al texto

Isaías · Septuaginta griega de Brenton

Isaías 51 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Ἀκούσατε μου οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 2 Ἐμβλέψατε εἰς Ἁβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν. 3 Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. 4 Ἀκούσατέ μου, ἀκούσατέ μου λαός μου, καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. 5 Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. 6 Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω· ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ. 7 Ἀκούσατέ μου οἱ εἰδότες κρίσιν, λαὸς οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· 8 Ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. 9 Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. 10 Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις; 11 ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. 12 Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. 13 Καὶ ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν· καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; 14 Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ, 15 ὅτι ἐγὼ ὁ Θεός σου, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς· Κύριος σαβαὼθ ὄνομά μοι. 16 Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, λαός μου εἶ σύ. 17 Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι Ἱερουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας, 18 καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας. 19 Διὸ ταῦτα ἀντικείμενά σοι, τίς συλλυπηθήσεταί σοι; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα, τίς παρακαλέσει σε; 20 Οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπʼ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ. 21 Διατοῦτο ἄκουε τεταπεινωμένη, καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. 22 Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ, ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό· 23 καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου, κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μέσα σου ἔξω τοῖς παραπορευομένοις.

Referencias cruzadas (23)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Isaías 51:7; Salmo 94:15; Salmo 105:3–4; Hebreos 12:14; Romanos 9:30–32
  2. 2 Ezequiel 33:24; Romanos 4:1–5; Gálatas 3:9–14; Hebreos 11:8–12; Génesis 24:1
  3. 3 Isaías 49:13; Isaías 52:9; Joel 2:3; Génesis 13:10; Jeremías 31:25
  4. 4 1 Pedro 2:9; 1 Corintios 9:21; Isaías 2:3; Isaías 49:6; Isaías 42:6
  5. 5 Romanos 10:17–18; Isaías 46:13; Isaías 60:9; Isaías 42:4; Romanos 10:6–10
  6. 6 Mateo 24:35; Salmo 102:25–26; Hebreos 1:10–12; Isaías 34:4; Apocalipsis 6:12–14
  7. 7 Mateo 5:11; Ezequiel 2:6; Salmo 37:31; 1 Pedro 4:14; Hechos 5:41
  8. 8 Isaías 51:6; Isaías 50:9; Isaías 66:24; Oseas 5:12; Lucas 1:50
  9. 9 Salmo 74:13–14; Isaías 52:1; Salmo 89:10; Isaías 27:1; Isaías 30:7
  10. 10 Isaías 43:16; Isaías 63:11–12; Isaías 50:2; Éxodo 15:13; Éxodo 14:21–22
  11. 11 Isaías 25:8; Apocalipsis 21:4; Apocalipsis 7:17; Isaías 35:10; 2 Tesalonicenses 2:16
  12. 12 Salmo 118:6; Isaías 2:22; 1 Pedro 1:24; Juan 14:26–27; Juan 14:18
  13. 13 Isaías 40:22; Isaías 45:12; Isaías 17:10; Salmo 104:2; Daniel 3:19
  14. 14 Isaías 48:20; Zacarías 9:11; Isaías 52:2; Hechos 12:7–8; Isaías 49:10
  15. 15 Jeremías 31:35; Isaías 54:5; Amós 9:5–6; Salmo 74:13; Isaías 47:4
  16. 16 Isaías 59:21; Isaías 49:2; Juan 17:8; Deuteronomio 18:18; Jeremías 31:33
  17. 17 Isaías 52:1; Apocalipsis 14:10; 1 Corintios 15:34; Isaías 51:9; Salmo 60:3
  18. 18 Isaías 49:21; Salmo 88:18; Isaías 45:1; Salmo 142:4; Mateo 15:14
  19. 19 Isaías 47:9; Amós 7:2; Isaías 22:4; Lamentaciones 1:9; Job 2:11
  20. 20 Apocalipsis 16:9–11; Lamentaciones 2:11–12; Lamentaciones 1:15; Isaías 51:17; Lamentaciones 5:13
  21. 21 Isaías 51:17; Isaías 29:9; Isaías 54:11
  22. 22 Proverbios 22:23; Isaías 62:8; Isaías 51:17; Jeremías 50:34; Isaías 49:25
  23. 23 Josué 10:24; Zacarías 12:2; Apocalipsis 17:18; Apocalipsis 13:16–17; Proverbios 21:18

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 51:6 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    But my salvation shall be for ever, and my righteousness shall not pass away." Chapter IV.--Answer to another objection, showing that the destruction of Jerusalem, which was the city of the great King, diminished nothing from the supreme majesty and power of God, for that this destruction was put in execution by the most wise counsel of the same God.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 51:8 Augustine of Hippo, The City of God (Book XXI, Chapters 9–10)

    For it is written they say, "As the moth consumes the garment, and the worm the wood, so does grief consume the heart of a man." But they who make no doubt that in that future punishment both body and soul shall suffer, affirm that the body shall be burned with fire, while the soul shall be, as it were, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 51:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XI)

    This accordingly the prophet also was intimating, when he said, "Look unto the hard rock, whence ye are hewn, and to the hole of the pit, whence ye are digged: look unto Abraham your father, and unto Sarah that bare you." Now of this prophecy, you see, he reminds them, showing that if at the beginning he made him a …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 51:1 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    And they say, Look into the solid rock which ye have hewn.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 51:1 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIV)

    Moreover we took note of the spot, when we quoted the words, Look unto the rock, which ye have hewn.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)