1 Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλὼ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἡ γῆ ἐκρατήθη ὑπʼ αὐτῶν. 2 Καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. 3 Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν; 4 Δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν. Καὶ διέλθοσαν πρὸς αὐτόν· 5 καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας· Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ Λιβὸς, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ Βοῤῥᾶ. 6 Ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας, καὶ ἐνέγκατε ὧδε πρὸς μὲ, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν. 7 Οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν· ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπʼ ἀνατολῆς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου. 8 Καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν· καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν, λέγων, πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μὲ, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. 9 Καὶ ἐπορεύθησαν, καὶ ἐχωροβάτησαν τὴν γῆν· καὶ εἴδοσαν αὐτὴν, καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτα μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν. 10 Καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου. 11 Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀναμέσον υἱῶν Ἰούδα καὶ ἀναμέσον τῶν υἱῶν Ἰωσήφ. 12 Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Βοῤῥᾶ· ἀπὸ τοῦ Ἱορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νὼτου Ἱεριχὼ ἀπὸ Βοῤῥᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρίτις Βαιθών. 13 Καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λοῦζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ Λιβὸς αὐτῆς· αὕτη ἐστὶ Βαιθήλ· καὶ καταβήσεται τὰ ὅρια Μααταρὼβ Ὀρὲχ ἐπὶ τὴν ὀρεινὴν, ἥ ἐστι πρὸς Λίβα Βαιθωρὼν ἡ κάτω. 14 Καὶ διελεύσεται τὰ ὅρια καὶ παρελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ Λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν Λίβα· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριὰθ Βαάλ· αὕτη ἐστὶ Καριαθιαρὶν, πόλις υἱῶν Ἰούδα· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν. 15 Καὶ μέρος τὸ πρὸς Λίβα ἀπὸ μέρους Καριὰθ Βαάλ· καὶ διελεύσεται ὅρια εἰς Γασὶν, ἐπὶ πηγὴν ὕδατος Ναφθώ. 16 Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστι κατὰ πρόσωπον νάπης Σοννὰμ, ὅ ἐστιν ἐκ μέρους Ἐμὲκ Ῥαφαῒν ἀπὸ Βοῤῥᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον Ἰεβουσαὶ ἀπὸ Λιβός· καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ· 17 Καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμύς· καὶ παρελεύσεται ἐπὶ Γαλιλὼθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασις Αἰθαμίν· καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ῥουβήν· 18 καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ Βοῤῥᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ Βοῤῥᾶ. 19 Καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ Βοῤῥᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ Λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ Λιβός. 20 Καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν· αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. 21 Καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υιῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν Ἱερειχὼ, καὶ Βεθεγαιὼ, καὶ Ἀμεκασὶς, 22 καὶ Βαιθαβαρὰ, καὶ Σαρὰ, καὶ Βησανὰ, 23 καὶ Αἰεὶν, καὶ Φαρὰ, καὶ Ἐφραθὰ, 24 καὶ Καραφὰ, καὶ Κεφιρὰ, καὶ Μονὶ, καὶ Γαβαὰ, πόλεις δώδεκα· καὶ αἱ κῶμαι αὐτῶν, 25 Γαβαὼν, καὶ Ῥαμὰ, καὶ Βεηρωθὰ, 26 καὶ Μασσημὰ, καὶ Μιρὼν, καὶ Ἀμωκὴ, 27 καὶ Φιρὰ, καὶ Καφὰν, καὶ Νακὰν, καὶ Ζεληκὰν, καὶ Θαρεηλὰ, 28 καὶ Ἰηβοῦς· αὕτη ἐστὶν Ἱερουσαλήμ· καὶ Γαβαὼθ, Ἰαρὶμ, πόλεις δεκατρεῖς, καὶ αἱ κῶμαι αὐτῶν· αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.
Josué · Septuaginta griega de Brenton
Josué 18 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Bohan
Called a son of Reuben, he gave his name to the Stone of Bohan, a landmark on the border between Judah and Benjamin; 'son' may mean descendant.
Citado en la guía: Joshua 15:6; Joshua 18:17
Lugares
Shiloh
Shiloh housed the tabernacle and ark through the era of the judges. Hannah prayed and Samuel ministered here; its later ruin became a prophetic warning.
Citado en la guía: Joshua 18:1; 1 Samuel 1:3; Jeremiah 7:12
Referencias cruzadas (25)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Josué 19:51; Josué 21:2; 1 Samuel 1:3; Jeremías 26:6; Josué 22:9
- 3 Proverbios 13:4; Proverbios 15:19; Jueces 18:9; Proverbios 10:4; Mateo 20:6
- 4 Números 13:2; Josué 18:9; Josué 18:3; Josué 4:2; Josué 3:12
- 5 Josué 15:1–12; Josué 19:1–9; Josué 16:1–10
- 6 Josué 14:2; Josué 18:10; Hechos 13:19; Números 34:13; Números 33:54
- 7 Josué 13:33; Números 18:20; Josué 13:8–31; Deuteronomio 3:12–17; Números 18:23
- 8 Josué 18:10; Romanos 14:19; Hechos 1:24–26; Josué 18:1; Josué 18:6
- 9 Hechos 13:19
- 10 Colosenses 1:12; Hechos 13:19; Josué 18:6; Ezequiel 48:29; Salmo 61:5
- 11 Deuteronomio 10:1–22; Deuteronomio 13:12; Josué 16:1–10; Josué 15:1–8
- 12 Josué 16:1; Josué 7:2; Josué 2:1; Josué 3:16; Oseas 5:8
- 13 Génesis 28:19; Josué 16:2–3; Josué 10:11; Josué 16:5; Jueces 1:22–26
- 14 Josué 15:9; Josué 15:60; 1 Crónicas 13:5–6; 2 Samuel 6:2; 1 Samuel 7:1–2
- 15 Josué 15:9
- 16 2 Reyes 23:10; Josué 15:7–8; Isaías 30:33; Jeremías 7:31–32; Jeremías 19:11
- 17 Josué 15:6
- 18 Josué 15:6; Josué 15:61
- 19 Josué 15:2; Génesis 14:3; Isaías 11:15; Números 34:3; Génesis 19:25
- 21 Josué 18:12; Josué 15:6; Josué 6:1; Lucas 19:1; Josué 2:1
- 22 Josué 15:6; 1 Reyes 12:29–32; Josué 18:18; 2 Crónicas 13:4; Génesis 10:18
- 23 1 Samuel 13:17
- 24 Esdras 2:26; Nehemías 7:30; Isaías 10:29; Josué 21:17
- 25 Josué 9:17; 1 Reyes 3:4–5; Jeremías 31:15; Josué 7:17; Isaías 28:21
- 26 Jueces 10:17; Esdras 2:25; Josué 9:17
- 28 2 Samuel 21:14; Josué 15:8; Isaías 10:29; Jueces 19:12–15; 2 Samuel 5:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias