1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς, 3 καὶ ἐρεῖς, Τάδε λέγει Κύριος τῇ Ἱερουσαλὴμ, ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. 4 Καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης, οὐκ ἔδησας τοὺς μαστοὺς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσθης, οὐδὲ ἁλὶ ἡλίσθης, καὶ ἐν σπαργάνοις οὐκ ἐσπαργανώθης, 5 οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ, τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ἡμέρᾳ ᾗ ἐτέχθης. 6 Καὶ διῆλθον ἐπὶ σὲ, καὶ ἴδον σε πεφυρμένην ἐν τῷ αἵματί σου· καὶ εἶπά σοι, ἐκ τοῦ αἵματός σου ζωὴ, 7 πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε· σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα. 8 Καὶ διῆλθον διὰ σοῦ, καὶ ἴδον σε· καὶ ἰδοὺ καιρός σου, καὶ καιρὸς καταλυόντων· καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι· καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ, λέγει Κύριος· καὶ ἐγένου μοι. 9 Καὶ ἔλουσά σε ἐν ὕδατι, καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ, καὶ ἔχρισά σε ἐν ἐλαίῳ. 10 Καὶ ἐνέδυσά σε ποικίλα, καὶ ὑπέδυσά σε ὑάκινθον· καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχαπτῳ, 11 καὶ ἐκόσμησά σε κόσμῳ, καὶ περιέθηκα ψέλλια περὶ τὰς χεῖράς σου, καὶ κάθεμα περὶ τὸν τράχηλόν σου· 12 Καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου, καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου, καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου· 13 Καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα, καὶ τριχαπτὰ, καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες, καὶ ἐγένου καλὴ σφόδρα. 14 Καὶ ἐξῆλθέ σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σὲ, λέγει Κύριος. 15 Κατεπεποίθεις ἐν τῷ κάλλει σου, καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον· 16 Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπʼ αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται. 17 Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς, καὶ ἐξεπόρνευσας ἐν αὐταῖς. 18 Καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου, καὶ περιέβαλες αὐτὰς, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν. 19 Καὶ τοὺς ἄρτοὺς μου οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε, καὶ ἔθηκας αὐτὰ τρὸ τροσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας· καὶ ἐγένετο, λέγει Κύριος. 20 Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας, 21 καὶ ἔσφαξας τὰ τέκνα σου, καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς· 22 Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα, πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας. 23 Καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει Κύριος, 24 καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ, 25 καὶ ἐπʼ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμῄνω τὸ κάλλος σου· καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου, 26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. 27 Ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας. 28 Καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ, καὶ οὐδʼ οὕτως ἐνεπλήσθης, καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω. 29 Καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων, καὶ οὐδε ἐν τούτοις ἐνεπλήσθης. 30 Τί διαθῶ τὴν θυγατέρα σου, λέγει Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου· 31 Τὸ πορνεῖον ᾠκοδόμησας ἐν πάσῃ ἀρχῇ ὁδοῦ, καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ· καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα. 32 Ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι, παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα, πᾶσι τοῖς ἐκπορνεύσασαιν αὐτὴν προσεδίδου μισθώματα· 33 καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. 34 Καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν, ἐν τῷ προσδιδόναι σε μισθώματα, καὶ σοὶ μισθώματα οὐκ ἐδόθη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα. 35 Διατοῦτο πόρνη ἄκουε λόγον Κυρίου. 36 Τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου, καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου, καὶ ἐν τοῖς αἵμασι τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς· 37 Διατοῦτο ἰδοὺ ἐγὼ ἐπισυνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας οὓς ἠλάπησας, σὺν πᾶσιν οἷς ἐμίσεις, καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου, 38 καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος, καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου. 39 Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου, καὶ καθελοῦσι τὴν βάσιν σου, καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου· καὶ ἀφήσουσί σε γυμνὴν, καὶ ἀσχημονοῦσαν. 40 Καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὐτῶν. 41 Καὶ ἐυπρήσουσι τοὺς οἴκους σου πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ πορνείας, καὶ μισθώματα οὐ μὴ δώσω οὐκέτι. 42 Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ· καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω οὐκέτι. 43 Ἀνθʼ ὧν οὐκ ἐμνήσθης τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις· καὶ ἰδοὺ ἐγὼ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει Κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου. 44 Ταῦτά ἐστι πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες, καθὼς ἡ μήτηρ, 45 καὶ ἡ θυγάτηρ θυγάτηρ τῆς μητρός σου· σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς, καὶ ἀδελφαὶ τῶν ἀδελφῶν σου αἱ ἀπωσάμεναι τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ Ἀμοῤῥαῖος. 46 Ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου, ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς. 47 Καὶ οὐδʼ ὡς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης, οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν, καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου. 48 Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ πεποίηκε Σόδομα αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου. 49 Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων τῆς ἀδελφῆς σου, ὑπερηφανία, ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο. 50 Καὶ ἐμεγαλαύχουν, καὶ ἐποίησαν ἀνομήματα ἐνώπιον ἐμοῦ· καὶ ἐξῇρα αὐτὰς καθὼς ἴδον. 51 Καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτε· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας. 52 Καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου. 53 Καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς· καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν· 54 Ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ παροργίσαι με. 55 Καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπʼ ἀρχῆς· καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπʼ ἀρχῆς ἦτε. 56 Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου· 57 πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ. 58 Τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτὰς, λέγει Κύριος. 59 Τάδε λέγει Κύριος, καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου. 60 Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον. 61 Καὶ μνησθήσῃ τὴν ὁδόν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθήκης σου. 62 Καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνῶσῃ ὅτι ἐγὼ Κύριος· 63 Ὅπως μνησθῇς καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου, ἐν τῷ ἐξιλάσκεσθαί με σοὶ κατὰ πάντα ὅσα ἐποίησας, λέγει Κύριος.
Ezequiel · Septuaginta griega de Brenton
Ezequiel 16 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (60)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Ezequiel 22:2; Ezequiel 20:4; Isaías 58:1; Oseas 8:1; Ezequiel 33:7–9
- 3 Ezequiel 16:45; Isaías 51:1–2; Deuteronomio 20:17; Juan 8:44; Nehemías 9:7
- 4 Oseas 2:3; Éxodo 5:16–21; Génesis 15:13; Josué 24:2; Deuteronomio 15:15
- 5 Deuteronomio 32:10; Números 19:16; Éxodo 1:22; Lamentaciones 4:3; Génesis 21:10
- 6 Efesios 2:4–5; Tito 3:3–7; Juan 5:25; Hechos 7:34; Mateo 5:13
- 7 Éxodo 1:7; Deuteronomio 1:10; Isaías 62:3; Ezequiel 16:10–13; Cantar de los Cantares 4:5
- 8 Rut 3:9; Jeremías 2:2–3; Romanos 5:8; Isaías 43:4; Éxodo 32:13
- 9 Salmo 23:5; Rut 3:3; 1 Juan 2:27; 1 Juan 5:8; 1 Corintios 6:11
- 10 Ezequiel 16:18; Ezequiel 16:13; Éxodo 26:36; Salmo 45:13–14; Isaías 61:10
- 11 Génesis 24:22; Isaías 3:19; Génesis 41:42; Génesis 24:47; Proverbios 1:9
- 12 Isaías 3:21; Isaías 28:5
- 13 1 Reyes 4:21; Salmo 50:2; Deuteronomio 32:13–14; Salmo 48:2; Salmo 45:13–14
- 14 Lamentaciones 2:15; 1 Reyes 10:24; 1 Corintios 4:7; Deuteronomio 4:6–8; Josué 2:9–11
- 15 Ezequiel 16:25; Isaías 57:8; Jeremías 2:20; Ezequiel 23:3; Jeremías 7:4
- 16 2 Reyes 23:7; Ezequiel 7:20; 2 Crónicas 28:24; Oseas 2:8
- 17 Ezequiel 23:14–21; Oseas 10:1; Jeremías 3:9; Éxodo 32:1–4; Isaías 57:7–8
- 19 Ezequiel 16:13; Génesis 8:21; Deuteronomio 32:14–17; Oseas 2:8–13
- 20 Ezequiel 23:37; Ezequiel 20:26; Salmo 106:37–38; Éxodo 13:2; Jeremías 7:31
- 21 2 Reyes 17:17; Deuteronomio 18:10; Levítico 18:21; Jeremías 19:5; 2 Reyes 21:6
- 22 Jeremías 2:2; Ezequiel 16:43; Oseas 11:1; Ezequiel 16:3–7; Ezequiel 16:60–63
- 23 Apocalipsis 12:12; Jeremías 13:27; Ezequiel 13:18; Sofonías 3:1; Ezequiel 24:6
- 24 Salmo 78:58; Jeremías 2:20; Ezequiel 16:31; Isaías 57:7; Ezequiel 16:39
- 25 Ezequiel 16:31; Jeremías 3:2; Ezequiel 23:32; Jeremías 6:15; Isaías 3:9
- 26 Ezequiel 23:19–21; Ezequiel 20:7–8; Ezequiel 8:10; Jeremías 7:18–19; Ezequiel 23:8
- 27 Isaías 9:12; Ezequiel 16:57; Ezequiel 16:37; Ezequiel 16:47; Oseas 2:9–12
- 28 2 Reyes 16:7; Jeremías 2:18; Jeremías 2:36; 2 Reyes 16:10–18; Oseas 10:6
- 29 Ezequiel 13:14–23; 2 Reyes 21:9; Ezequiel 23:14–21; Jueces 2:12–19
- 30 Jeremías 3:3; Isaías 1:3; Proverbios 9:13; Jeremías 4:22; Isaías 3:9
- 31 Ezequiel 16:33–34; Isaías 52:3; Oseas 12:11; Ezequiel 16:24–25; Ezequiel 16:39
- 32 Jeremías 2:28; Oseas 3:1; Jeremías 3:20; 2 Corintios 11:2–3; Jeremías 2:25
- 33 Isaías 57:9; Oseas 8:9–10; Ezequiel 16:41; Joel 3:3; Génesis 38:16–18
- 35 Isaías 28:14; Jeremías 3:6–8; Ezequiel 13:2; Oseas 2:5; Isaías 1:21
- 36 Ezequiel 23:10; Ezequiel 36:25; Ezequiel 22:15; Jeremías 13:22–26; Ezequiel 23:29
- 37 Jeremías 13:22; Oseas 2:3; Oseas 2:10; Nahúm 3:5–6; Jeremías 13:26
- 38 Génesis 9:6; Levítico 20:10; Jeremías 18:21; Sofonías 1:17; Números 35:31
- 39 Ezequiel 23:26; Oseas 2:3; Ezequiel 16:24–25; Ezequiel 16:10–20; Isaías 3:16–24
- 40 Ezequiel 23:47; Habacuc 1:6–10; Juan 8:5–7; Ezequiel 23:10; Jeremías 25:9
- 41 Ezequiel 23:48; Ezequiel 23:27; Jeremías 39:8; 2 Reyes 25:9; Jeremías 52:13
- 42 Ezequiel 5:13; Isaías 40:1–2; Ezequiel 21:17; Ezequiel 39:29; Isaías 54:9–10
- 43 Ezequiel 16:22; Salmo 78:42; Ezequiel 11:21; Ezequiel 22:31; Salmo 106:13
- 44 Ezequiel 18:2–3; Salmo 106:35–38; 1 Samuel 24:13; Ezequiel 16:3; Esdras 9:1
- 45 Zacarías 11:8; Isaías 1:4; Ezequiel 23:2; Ezequiel 16:8; Ezequiel 16:15
- 46 Ezequiel 23:4; Ezequiel 16:61; Ezequiel 16:53–56; Génesis 13:10–13; Ezequiel 16:51
- 47 2 Reyes 21:9; Ezequiel 5:6–7; Ezequiel 16:51; Ezequiel 16:48; 1 Reyes 16:31
- 48 Mateo 10:15; Marcos 6:11; Lucas 10:12; Hechos 7:52; Mateo 11:23–24
- 49 Salmo 138:6; Génesis 13:10; Ezequiel 28:2; Lucas 12:16–20; Ezequiel 18:12
- 50 Génesis 19:5; Génesis 13:13; Génesis 19:24; Génesis 18:20; Sofonías 2:9
- 51 Jeremías 3:8–11; Romanos 3:9–20; Lucas 12:47–48; Mateo 12:41–42
- 52 Mateo 7:1–5; Romanos 1:32–2:1; 1 Samuel 24:17; Ezequiel 16:54; Jeremías 23:40
- 53 Ezequiel 39:25; Ezequiel 29:14; Isaías 19:24–25; Jeremías 12:16; Jeremías 48:47
- 54 Ezequiel 14:22–23; Jeremías 2:26; Ezequiel 16:63; Ezequiel 36:31–32; Ezequiel 16:52
- 55 Ezequiel 36:11; Malaquías 3:4; Ezequiel 16:53
- 56 Isaías 65:5; Sofonías 3:11; Lucas 15:28–30; Lucas 18:11
- 57 2 Reyes 16:5–7; Isaías 7:1; Ezequiel 16:36–37; 2 Crónicas 28:18–23; 2 Crónicas 28:5–6
- 58 Ezequiel 23:49; Lamentaciones 5:7; Génesis 4:13
- 59 Ezequiel 17:19; Isaías 24:5; Deuteronomio 29:10–15; Jeremías 31:32; Ezequiel 17:13–16
- 60 Oseas 2:19–20; Hebreos 8:10; Hebreos 12:24; Jeremías 50:5; Ezequiel 16:8
- 61 Hebreos 8:13; Gálatas 4:26–31; Efesios 3:6; Romanos 11:11; Romanos 15:16
- 62 Jeremías 24:7; Ezequiel 6:7; Ezequiel 39:22; Ezequiel 20:43–44; Joel 3:17
- 63 Salmo 39:9; Romanos 3:19; Ezequiel 36:31–32; Tito 3:3–7; Daniel 9:7–8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
The prophet says to those very Jews, "Thy father was an Amorite, and thy mother a Hittite." The Amorites were not a nation that gave origin to the Jews.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
For touching them of Sodom likewise it is said, that "in pride, and in plenty, and in fullness of bread, they waxed wanton." And they who were in Noah's time, seeing the ark a preparing for so many years, lived on in senseless mirth, forseeing nought of what was coming.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… a charge of whoredom, nevertheless from this grew the root of each of those punishments; which Ezekiel also signified when he said, "But this was the iniquity of Sodom, that she waxed wanton in pride and in fullness of bread, and in abundance of luxury." Thus the Jews also per petrated the greatest wickedness, being driven upon transgression by their …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
With this law of condemnation, Ezekiel too was acquainted: wherefore also he said to Jerusalem, "Thou hast justified thy sisters in all thy sins." Thus everywhere is He wont to linger in the Old Testament, as in a favored place.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)