Saltar al texto

Jueces · Septuaginta griega de Brenton

Jueces 12 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐβόησεν ἀνὴρ Ἐφραὶμ, καὶ παρῆλθαν εἰς Βοῤῥᾶν, καὶ εἶπαν πρὸς Ἰεφθάε, διατί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί. 2 Καὶ εἶπε πρὸς αὐτοὺς Ἰεφθὰε, ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν. 3 Καὶ εἶδον ὅτι οὐκ εἶ σωτὴρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου, καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμὼν, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπʼ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί; 4 Καὶ συνέστρεψεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ, καὶ παρετάξατο τῷ Ἐφραὶμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραὶμ, ὅτι εἶπαν οἱ διασωζόμενοι τοῦ Ἐφραὶμ, ὑμεῖς Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ. 5 Καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ· καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι Ἐφραὶμ, διαβῶμεν· καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ, μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν, οὔ. 6 Καὶ εἶπαν αὐτῷ, εἶπον δὴ στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως· καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου· καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες. 7 Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη· καὶ ἀπέθανεν Ἰεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ. 8 Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισσὰν ἀπὸ Βηθλεέμ. 9 Καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ, καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν· καὶ ἔκρινε τὸν Ἰσραὴλ ἑπτὰ ἔτη. 10 Καὶ ἀπέθανεν Ἀβαισσὰν, καὶ ἐτάφη ἐν Βηθλεέμ. 11 Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ ὁ Ζαβουλωνίτης δέκα ἔτη. 12 Καὶ ἀπέθανεν Αἰλὼμ ὁ Ζαβουλωνίτης, καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών. 13 Καὶ ἔκρινε μετʼ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἑλλὴλ ὁ Φαραθωνίτης. 14 Καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ, καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους· καὶ ἔκρινε τὸν Ἰσραὴλ ὀκτὼ ἔτη. 15 Καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ ὁ Φαραθωνίτης, καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὄρει τοῦ Ἀμαλήκ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Abdon

    Judge from Pirathon

    Son of Hillel from Pirathon who judged Israel eight years, had forty sons and thirty grandsons who rode seventy donkeys, and was buried at Pirathon in Ephraim.

    Citado en la guía: Judges 12:13; Judges 12:15

  • Elon

    Zebulunite judge of Israel

    Zebulunite who judged Israel ten years and was buried in Aijalon in the land of Zebulun.

    Citado en la guía: Judges 12:11; Judges 12:12

  • Hillel

    Father of Abdon

    Named as the father of the judge Abdon of Pirathon.

    Citado en la guía: Judges 12:13; Judges 12:15

  • Ibzan

    Judge from Bethlehem

    Judge from Bethlehem who judged Israel seven years, had thirty sons and thirty daughters whom he married outside his clan, and was buried in Bethlehem.

    Citado en la guía: Judges 12:8; Judges 12:9; Judges 12:10

Referencias cruzadas (11)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Jueces 8:1; Juan 10:32; Santiago 3:16; Santiago 4:1–2; Jueces 14:15
  2. 2 Jueces 11:12–33
  3. 3 Job 13:14; 1 Samuel 19:5; 1 Samuel 28:21; Salmo 119:109; 2 Crónicas 13:12
  4. 4 Proverbios 12:13; 1 Samuel 25:10; Números 32:39–40; Nehemías 4:4; Jueces 11:10
  5. 5 Jueces 3:28; Josué 22:11; Jueces 7:24; Josué 2:7
  6. 6 Eclesiastés 10:12; Mateo 12:25; Isaías 27:12; Salmo 69:2; Proverbios 17:14
  7. 8 1 Samuel 16:1; Mateo 2:1; Génesis 15:19; Miqueas 5:2
  8. 9 Jueces 10:4; Jueces 12:14
  9. 12 Josué 19:42; 1 Crónicas 6:69; 1 Crónicas 8:13
  10. 14 Jueces 5:10; Jueces 10:4
  11. 15 Jueces 5:14; 1 Samuel 15:7; Génesis 14:7; Jueces 3:27; 2 Samuel 23:30

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias