1 Καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ἡμέρα σημασίας ἔσται ὑμῖν. 2 Καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. 3 Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κρίῳ τῷ ἑνί· 4 Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς· 5 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· 6 Πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας· καὶ αἱ θυσίαι αὐτῶν, καὶ αἱ σπονδαὶ αὐτῶν, καὶ τὸ ὁλοκαύτωμα τὸ διαπαντός· καί αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 7 Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε. 8 Καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, καρπώματα Κυρίῳ, μόσχον ἐκ βοῶν ἕνα, κριὸν ἕνα, ἀμνους ἐνιαυσίους ἑπτά· ἄμωμοι ἔσονται ὑμῖν. 9 Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί· 10 Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, εἰς τοὺς ἑπτὰ ἀμνούς· 11 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως, καὶ ἡ ὁλοκαύτωσις ἡ διαπαντός· ἡ θυσία αὐτῆς, καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ. 12 Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας. 13 Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δυο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας· ἄμωμοι ἔσονται. 14 Αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, τοῖς τρισκαίδεκα μόσχοις· καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, ἐπὶ τοὺς δύο κριούς· 15 Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς· 16 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 17 Καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους. 18 Ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν. 19 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 20 Τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους. 21 Ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν. 22 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 23 Τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους. 24 Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν. 25 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 26 Τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους. 27 Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν. 28 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 29 Τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτὼ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας ἀμώμους. 30 Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν. 31 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 32 Τῇ ἡμέρᾳ τῇ ἑβδομῃ μόσχους ἑπτὰ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας ἀμώμους. 33 Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν. 34 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 35 Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιησετε ἐν αὐτῇ. 36 Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα τῷ Κυρίῳ, μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. 37 Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν. 38 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν. 39 Ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν.
Números · Septuaginta griega de Brenton
Números 29 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Referencias cruzadas (17)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Levítico 23:24–25; Salmo 89:15; Zacarías 9:14; 1 Crónicas 15:28; Marcos 16:15–16
- 2 Números 29:8; Números 28:19; Hebreos 10:10–14; Números 29:36; Números 28:27
- 5 Números 28:15; Números 28:30; Números 28:22
- 6 Números 28:11–15; Números 28:3–8; Éxodo 29:38–42; Números 9:14; Levítico 6:9
- 7 Mateo 5:4; Levítico 16:29–31; Santiago 4:8–10; Romanos 6:6; Zacarías 12:10
- 8 Números 28:19; Números 29:13; Números 29:2
- 9 Números 15:3–12
- 11 Levítico 16:3; Levítico 16:5; Hebreos 9:25–28; Isaías 53:10; Números 29:6
- 12 Deuteronomio 16:13–14; Éxodo 34:22; Nehemías 8:14; Hebreos 11:9–13; Nehemías 8:18
- 13 Esdras 3:4; Números 28:11; Números 28:27; Romanos 12:1; Números 29:2
- 17 Salmo 69:31; Salmo 50:8–9; Hebreos 9:3–14; Isaías 1:11; Hebreos 8:13
- 18 Números 28:7; Números 15:4–12; Números 28:14; Números 29:6; Números 29:3–4
- 19 Amós 8:14; Números 29:25; Números 29:22; Números 29:11
- 22 Joel 2:14; Joel 1:13; Joel 1:9; Salmo 16:4
- 25 Hebreos 10:39; Romanos 2:7; Hebreos 13:15; Gálatas 6:9; Hebreos 3:14
- 35 Levítico 23:36; Apocalipsis 7:9–17; Juan 7:37–39
- 39 Levítico 23:2; 2 Crónicas 31:3; 1 Crónicas 23:31; Esdras 3:5; Nehemías 10:33
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias