1 Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· λέγει Κύριος, ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, 2 ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπʼ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. 5 Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν, εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. 6 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν, καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθʼ ἑαυτὴν ἐν Ἱερουσαλήμ. 7 Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα, καθὼς ἀπʼ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυὶδ, καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδα. 8 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἱερουσαλὴμ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς Δαυὶδ, ὁ δὲ οἶκος Δαυὶδ ὡς οἶκος Θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. 9 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ζητήσω ἐξᾷραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἱερουσαλήμ. 10 Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυὶδ, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, ἀνθʼ ὧν κατωρχήσαντο· καὶ κόψονται ἐπʼ αὐτὸν κοπετὸν, ὡς ἐπʼ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην, ὡς ἐπὶ τῷ πρωτοτόκῳ. 11 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου. 12 Καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἴκου Δαυὶδ καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· 13 φυλὴ οἴκου Λευὶ καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθʼ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς. 14 Πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθʼ ἑαυτὴν, καὶ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς.
Zacarías · Septuaginta griega de Brenton
Zacarías 12 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (14)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 42:5; Jeremías 51:15; Isaías 57:16; Salmo 102:25–26; Hebreos 12:9
- 2 Zacarías 14:14; Salmo 75:8; Isaías 51:22–23; Isaías 51:17; Jeremías 51:57
- 3 Mateo 21:44; Zacarías 14:2–4; Daniel 2:34–35; Lucas 20:18; Isaías 66:14–16
- 4 Deuteronomio 28:28; Zacarías 12:3; Hechos 17:30; Zacarías 12:6; Isaías 37:17
- 5 Joel 3:16; Salmo 18:32; Zacarías 10:12; Salmo 18:39; Salmo 144:1
- 6 Abdías 18; Zacarías 2:4; Salmo 149:6–9; Daniel 2:44–45; Miqueas 5:5–8
- 7 Jeremías 30:18; Salmo 35:26; Salmo 55:12; Romanos 3:27; Amós 9:11
- 8 Miqueas 5:2–4; Zacarías 9:8; Joel 3:16–17; Miqueas 7:8; Miqueas 7:16
- 9 Isaías 54:17; Zacarías 14:2–3; Hageo 2:22; Zacarías 12:2
- 10 Apocalipsis 1:7; Ezequiel 39:29; Juan 19:34–37; Joel 2:28–29; Jeremías 6:26
- 11 2 Crónicas 35:24; 2 Reyes 23:29
- 12 Apocalipsis 1:7; 1 Corintios 7:5; Lucas 3:31; Mateo 24:30; Zacarías 7:3
- 13 1 Crónicas 23:7; 1 Reyes 1:8; 2 Samuel 16:5; 1 Crónicas 4:27; 2 Crónicas 29:14
- 14 Proverbios 9:12
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… of David, and upon the inhabitants of Jerusalem, the spirit of grace and mercy; and they shall look upon me because they have insulted me, and they shall mourn for Him as for one very dear, and shall be in bitterness as for an only-begotten." To whom but to God does it belong to destroy all the nations that are …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For concerning our soul the Scripture says, His spirit shall go forth, and he shall return to his earth: and of the same soul it says again, Which formeth the spirit of man within him.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)