1 ὍΡΑΣΙΣ ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. 2 Ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν, υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. 3 Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. 4 Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. 5 Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· 6 Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. 7 Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. 8 Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ, ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. 9 Καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὁμοίωθημεν. 10 Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. 11 Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, 12 οὐδʼ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεθε. 13 Ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστι· τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, 14 καὶ τὰς νουμηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. 15 Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. 16 Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, 17 μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. 18 Καὶ δεῦτε, διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. 19 Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. 20 Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. 21 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. 22 Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. 23 Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χηρῶν οὐ προσέχοντες. 24 Διατοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαὼθ, οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. 25 Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ· 26 Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπʼ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· 27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. 28 Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. 29 Διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ᾐσχύνθησαν ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν. 30 Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. 31 Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.
Isaías · Septuaginta griega de Brenton
Isaías 1 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (31)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 26:1–32:33; 2 Reyes 18:1–20:21
- 2 Deuteronomio 32:1; Deuteronomio 30:19; Miqueas 1:2; Deuteronomio 4:26; Salmo 50:4
- 3 Jeremías 8:7; Jeremías 4:22; Isaías 44:18; Isaías 5:12; Mateo 13:13–15
- 4 Isaías 5:24; Jeremías 2:17; Jeremías 2:13; Romanos 8:7; Isaías 5:19
- 5 Daniel 9:8–11; Ezequiel 24:13; Jeremías 5:3; Apocalipsis 16:8–11; Sofonías 3:1–4
- 6 Jeremías 6:14; Jeremías 33:6; Mateo 9:12; Salmo 77:2; Job 5:18
- 7 Deuteronomio 28:43; Lamentaciones 5:2; Deuteronomio 28:33; Oseas 7:9; Ezequiel 30:12
- 8 Zacarías 9:9; Juan 12:15; Zacarías 2:10; Isaías 62:11; Isaías 10:32
- 9 Romanos 9:29; Isaías 37:31–32; Génesis 19:24; Lamentaciones 3:22; Romanos 11:4–6
- 10 Apocalipsis 11:8; Ezequiel 16:49; Deuteronomio 32:32; Isaías 3:9; Jeremías 23:14
- 11 1 Samuel 15:22; Amós 5:21; Jeremías 6:20; Isaías 66:3; Miqueas 6:7
- 12 Éxodo 34:23; Salmo 40:6; Isaías 58:1–2; Éxodo 23:17; Eclesiastés 5:1
- 13 Isaías 66:3; Malaquías 1:10; Mateo 15:9; Ezequiel 20:39; Lamentaciones 2:6
- 14 Amós 5:21; Isaías 43:24; Isaías 7:13; Isaías 61:8; Malaquías 2:17
- 15 Miqueas 3:4; Isaías 59:2–3; Proverbios 1:28; Zacarías 7:13; Jeremías 7:8–10
- 16 Isaías 55:6–7; 1 Pedro 3:11; 1 Pedro 2:1; 2 Corintios 7:1; Santiago 4:8
- 17 Miqueas 6:8; Jeremías 22:3; Salmo 82:3–4; Proverbios 31:9; Isaías 1:23
- 18 Isaías 44:22; Apocalipsis 7:14; Salmo 51:7; Miqueas 7:18–19; Isaías 43:24–26
- 19 Deuteronomio 30:15–16; Isaías 3:10; Joel 2:26; Hebreos 5:9; Isaías 55:6–7
- 20 Isaías 65:12; Isaías 58:14; Números 23:19; Isaías 40:5; Isaías 3:11
- 21 Zacarías 8:3; Sofonías 3:1–3; Ezequiel 22:1–23; Isaías 48:2; Miqueas 3:2–3
- 22 Lamentaciones 4:1–2; Jeremías 6:28–30; Ezequiel 22:18–22; Oseas 4:18; 2 Corintios 2:17
- 23 Miqueas 7:3; Zacarías 7:10; Éxodo 23:8; Lucas 18:2–5; Hechos 4:5–11
- 24 Isaías 60:16; Isaías 49:26; Deuteronomio 28:63; Isaías 61:2; Ezequiel 5:13
- 25 Malaquías 3:3; Isaías 1:22; Jeremías 9:7; Isaías 4:4; Ezequiel 20:38
- 26 Jeremías 33:7; Zacarías 8:3; Isaías 62:1–2; Isaías 32:1–2; Números 12:3
- 27 Isaías 62:12; Isaías 63:4; Isaías 5:16; Isaías 45:21–25; Romanos 3:24–26
- 28 2 Tesalonicenses 1:8–9; Salmo 1:6; Apocalipsis 21:8; Job 31:3; Isaías 30:13
- 29 Isaías 65:3; Isaías 57:5; Isaías 66:17; Oseas 4:13; Ezequiel 16:63
- 30 Jeremías 17:5–6; Isaías 5:6; Jeremías 31:12; Isaías 58:11; Ezequiel 17:24
- 31 Isaías 66:24; Malaquías 4:1; Ezequiel 32:21; Isaías 34:9–10; Apocalipsis 19:20
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And if ye be willing and obey Me, ye shall eat the good of the land; but if ye refuse, and will not hearken unto Me, the sword shall devour you, for the mouth of the Lord hath spoken these things." Desiring, therefore, that all His beloved should be partakers of repentance, He has, by His almighty will, established [these …
He spoke as from their person: "Except the Lord had left us a seed, we should have been as Sodom and Gomorrah." For Sodom and Gomorrah are related by Moses to have been cities of ungodly men, which God burned with fire and brimstone, and overthrew, no one of their inhabitants being saved except a certain stranger, a Chaldæan by …
He says: "Hear, O heavens; and give ear, O earth: for the Lord hath spoken." And again: "Thus saith the Lord God, who made the heaven, and stretched it out; who established the earth, and the things in it; and who giveth breath to the people upon it, and spirit to them who walk therein."
… for the prophets often show that this same Lord of ours might have been their Father also, if they had not strayed from His commandments: as, for instance, we have that statement, "I have nourished and brought up children, and they have rebelled against me;" and that other, "I have said, Ye are gods; and all of you are children …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
And the city, too, it is said, shall be called "the city of righteousness, the faithful city Sion." And yet we nowhere find that the city was called "righteousness," but it continued to be called Jerusalem.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)