Saltar al texto

Proverbios · Septuaginta griega de Brenton

Proverbios 26 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Ὥσπερ δρόσος ἐν ἀμητῷ, καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρουι τιμή. 2 Ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί. 3 Ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ. 4 Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. 5 Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρʼ ἑαυτῷ. 6 Ἐκ τῶν ὁδῶν ἑαυτοῦ ὄνειδος ποιεῖται ὁ ἀποστείλας διʼ ἀγγέλου ἄφρονος λόγον. 7 Ἄφελοῦ πορείαν σκελῶν, καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων. 8 Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν. 9 Ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων. 10 Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν. 11 Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν· 11a ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἐστιν αἰσχύνη δόξα καὶ χάρις. 12 Εἶδον ἄνδρα δόξαντα παρʼ αὐτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχε μᾶλλον ἄφρων αὐτοῦ. 13 Λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδὸν, λέων ἐν ταῖς ἐν δὲ ταῖς πλατείαις φονευταί. 14 Ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ. 15 Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ, οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα. 16 Σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται, τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν. 17 Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως. 18 Ὥσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται· 19 Οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ ὁραθῶσι, λέγουσιν, ὅτι παίζων ἔπραξα. 20 Ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη. 21 Ἐσχάρα ἄνθραξι καὶ ξύλα πυρὶ, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης. 22 Λόγοι κερκώπων μαλακοὶ, οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων. 23 Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον· χείλη λεῖα καρδίαν καλύπτει λυπηράν. 24 Χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρὸς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους. 25 Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς, ἑπτὰ γάρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ. 26 Ὁ κρύπτων ἔχθραν συνίστησι δόλον, ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις. 27 Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν· ὁ δὲ κυλίων λίθον, ἐφʼ ἑαυτὸν κυλίει. 28 Γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.

Referencias cruzadas (29)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Proverbios 19:10; Proverbios 28:16; Ester 3:1–15; 1 Samuel 12:17–18; Salmo 12:8
  2. 2 Números 23:8; Nehemías 13:2; Salmo 109:28; Deuteronomio 23:4–5; 2 Samuel 16:12
  3. 3 Proverbios 10:13; 1 Corintios 4:21; Salmo 32:9; Jueces 8:5–7; 2 Corintios 13:2
  4. 4 1 Pedro 3:9; Proverbios 26:5; Judas 9; Proverbios 17:14; 1 Reyes 12:14
  5. 5 Romanos 12:16; Mateo 16:1–4; Proverbios 3:7; Mateo 21:23–27; Juan 9:26–33
  6. 6 Proverbios 13:17; Proverbios 10:26; Proverbios 25:13; Números 13:31
  7. 7 Proverbios 26:9; Proverbios 17:7; Salmo 64:8; Salmo 50:16–21; Mateo 7:4–5
  8. 8 Proverbios 30:22; Proverbios 26:1; Proverbios 19:10
  9. 9 Proverbios 23:35
  10. 10 Romanos 2:6; Proverbios 11:31
  11. 11 2 Pedro 2:22; Mateo 12:45; Éxodo 8:15
  12. 12 Proverbios 29:20; 1 Corintios 3:18–19; Proverbios 26:5; Proverbios 28:11; Romanos 12:16
  13. 13 Proverbios 22:13; Proverbios 19:15; Proverbios 15:19
  14. 14 Hebreos 6:12; Proverbios 6:9–10; Proverbios 12:24; Proverbios 12:27; Proverbios 24:33
  15. 15 Proverbios 19:24
  16. 16 Proverbios 26:12; 1 Pedro 3:15; Proverbios 12:15
  17. 17 Proverbios 20:3; 2 Timoteo 2:23–24; Proverbios 18:6; Lucas 12:14; Proverbios 17:11
  18. 18 Proverbios 25:18; Isaías 50:11; Proverbios 7:23; Génesis 49:23
  19. 19 Efesios 5:4; Proverbios 10:23; Proverbios 14:9; Proverbios 15:21; 2 Pedro 2:13
  20. 20 Proverbios 16:28; Proverbios 22:10; Santiago 3:6; Proverbios 26:22
  21. 21 Proverbios 15:18; Proverbios 29:22; 2 Samuel 20:1; Salmo 120:4; Proverbios 10:12
  22. 22 Proverbios 18:8; Proverbios 20:19; Ezequiel 22:9
  23. 23 Lucas 22:47–48; Lucas 11:39; Proverbios 10:18; Mateo 23:27; Ezequiel 33:31
  24. 24 Proverbios 12:20; Salmo 41:6; Proverbios 10:18; Proverbios 12:17; Proverbios 12:5
  25. 25 Proverbios 6:16–19; Salmo 28:3; Jeremías 12:6; Jeremías 9:2–8; Salmo 12:2
  26. 26 Salmo 55:21–23; 1 Samuel 18:17; 2 Samuel 3:27–30; 1 Samuel 18:21; Génesis 4:8
  27. 27 Proverbios 28:10; Salmo 9:15; Salmo 7:15–16; Salmo 10:2; Eclesiastés 10:8
  28. 28 Juan 8:44–49; Lucas 20:20–21; Proverbios 29:5; Proverbios 6:24; Juan 10:32–33
  29. 11a 2 Pedro 2:22; Mateo 12:45; Éxodo 8:15

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias