Saltar al texto

Ezequiel · Septuaginta griega de Brenton

Ezequiel 33 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Γῆ ἐφʼ ἣν ἂν ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν, καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπὸν, 3 καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ, 4 καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. 5 Ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτοῦ ἔσται· καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο. 6 Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχὴν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. 7 Καὶ σὺ υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον. 8 Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ, θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 9 Σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ ἀποστρέψαι ἀπʼ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι. 10 Καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ, οὓτως ἐλαλήσατε λέγοντες, αἱ πλάναι ἡμῶν, καὶ αἱ ἀνομίαι ἡμῶν ἐφʼ ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα; 11 Εἰπὸν αὐτοῖς, ζῶ ἐγὼ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὡς ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν· ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἱνατί ἀποθνήσκετε οἶκος Ἰσραήλ; 12 Εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου, δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι. 13 Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἐποίησεν ἐν αὐτῇ ἀποθανεῖται. 14 Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ, θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἁμαρτίαις αὐτοῦ, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, 15 καὶ ἐνεχύρασμα ἀποδοῖ, καὶ ἁρπάγματα ἀποτίσει, ἐν προστάγμασιν ζωῆς διαπορεύηται, τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. 16 Πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν, ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐταῖς ζήσεται. 17 Καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου, οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ Κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. 18 Ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιήσει ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς. 19 Καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται. 20 Καὶ τοῦτό ἐστιν ὃ εἴπατε, οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ. 21 Καὶ ἐγενήθη ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρὸς μὲ ὁ ἀνασωθεὶς ἀπὸ Ἱερουσαλὴμ, λέγων, ἑάλω ἡ πόλις. 22 Καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπʼ ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν, καὶ ἤνοιξέ μου τὸ στόμα, ὡς ἦλθε πρὸς μὲ τὸ πρωΐ· καὶ ἀνοιχθὲν τὸ στόμα μου, οὐ συνεσχέθη ἔτι. 23 Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων, 24 υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγουσιν, εἷς ἦν Ἁβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. 25 Διατοῦτο εἰπὸν αὐτοῖς, τάδε λέγει Κύριος Κύριος, 27 ζῶ ἐγὼ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίραις πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. 28 Καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρῃ τοῦ Ἰσραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον. 29 Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν. 30 Καὶ σὺ υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ, λέγοντες, συνέλθωμεν, καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου. 31 Ἔρχονται πρὸς σὲ, ὡς συμπορεύεται λαὸς, καὶ κάθηνται ἐναντίον σου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν. 32 Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα, καὶ οὐ μὴ ποιήσουσιν αὐτά. 33 Καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν, ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.

Esta traducción no tiene el versículo 26; los siguientes conservan su numeración habitual.

Referencias cruzadas (30)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 2 Ezequiel 33:30; Ezequiel 33:17; Ezequiel 14:17; Ezequiel 3:11; Ezequiel 3:27
  2. 3 Oseas 8:1; Nehemías 4:20; Isaías 58:1; Jeremías 4:5; Joel 2:1
  3. 4 Ezequiel 18:13; Hechos 18:6; Ezequiel 33:9; Jeremías 6:17; 2 Crónicas 25:16
  4. 5 Hebreos 11:7; Éxodo 9:19–21; Juan 8:39; Hebreos 2:1–3; 2 Reyes 6:10
  5. 6 Ezequiel 3:18–20; Génesis 42:22; 2 Samuel 4:11; Ezequiel 33:8–9; Ezequiel 18:20
  6. 7 Jeremías 26:2; Ezequiel 3:17–21; Ezequiel 2:7–8; Hebreos 13:17; Hechos 5:20
  7. 8 Hechos 20:26–27; Ezequiel 33:6; Ezequiel 33:14; Ezequiel 18:4; Génesis 3:4
  8. 9 Ezequiel 3:19; Hechos 20:26; Proverbios 15:10; Ezequiel 3:21; Hechos 28:23–28
  9. 10 Ezequiel 37:11; Isaías 49:14; Ezequiel 24:23; Levítico 26:39; Ezequiel 4:17
  10. 11 1 Timoteo 2:4; Ezequiel 18:23; 2 Pedro 3:9; Isaías 55:6–7; Hechos 3:19
  11. 12 Ezequiel 33:18–19; 2 Crónicas 7:14; Romanos 3:25; Ezequiel 33:2; 1 Reyes 8:48–50
  12. 13 Ezequiel 18:24; Hebreos 10:38; Ezequiel 18:4; Lucas 18:9–14; Ezequiel 3:20
  13. 14 Ezequiel 18:27; Jeremías 18:7–8; Ezequiel 33:8; Oseas 14:1; Isaías 55:7
  14. 15 Ezequiel 20:11; Lucas 19:8; Éxodo 22:1–4; Levítico 6:2–5; Ezequiel 18:7
  15. 16 Ezequiel 18:22; Isaías 43:25; Miqueas 7:18–19; Romanos 5:16; Isaías 1:18
  16. 17 Ezequiel 18:25; Ezequiel 18:29; Mateo 25:24–26; Job 35:2; Job 40:8
  17. 18 Ezequiel 33:12–13; Hebreos 10:38; 2 Pedro 2:20–22; Ezequiel 18:26–27; Ezequiel 3:20
  18. 19 Ezequiel 18:27–28; Ezequiel 33:14
  19. 20 Mateo 16:27; Ezequiel 18:25; Salmo 62:12; Apocalipsis 20:12–15; Proverbios 19:3
  20. 21 Ezequiel 1:2; 2 Reyes 24:4–7; Jeremías 39:1–8; Ezequiel 24:26–27; Ezequiel 32:1
  21. 22 Ezequiel 1:3; Ezequiel 3:26–27; Ezequiel 24:26–27; Ezequiel 37:1; Lucas 1:64
  22. 24 Isaías 51:2; Ezequiel 33:27; Hechos 7:5; Jeremías 40:7; Ezequiel 36:4
  23. 25 Jeremías 7:9–10; Deuteronomio 12:16; Génesis 9:4; Ezequiel 22:6; Levítico 3:17
  24. 27 1 Samuel 13:6; Jeremías 42:22; Ezequiel 39:4; Jeremías 41:9; Jeremías 15:2–4
  25. 28 Ezequiel 7:24; Jeremías 44:22; Ezequiel 24:21; Miqueas 7:13; Jeremías 44:6
  26. 29 Ezequiel 6:7; 2 Crónicas 36:14–17; Éxodo 14:18; Ezequiel 7:27; Ezequiel 23:49
  27. 30 Isaías 58:2; Mateo 15:8; Isaías 29:13; Mateo 22:16–17; Jeremías 23:35
  28. 31 Salmo 78:36–37; Mateo 13:22; Santiago 1:22–24; Lucas 11:28; Isaías 29:13
  29. 32 Marcos 6:20; Juan 5:35; Marcos 4:16–17
  30. 33 Jeremías 28:9; 1 Samuel 3:19–20; Ezequiel 2:5; 2 Reyes 5:8; Lucas 10:11

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 33:11 Clement of Rome, First Epistle to the Corinthians (Chapters VII–XIII)

    … of the grace of God have, by the Holy Spirit, spoken of repentance; and the Lord of all things has himself declared with an oath regarding it, "As I live, saith the Lord, I desire not the death of the sinner, but rather his repentance;" adding, moreover, this gracious declaration, "Repent, O house of Israel, of your iniquity.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 33:6 Augustine of Hippo, The City of God (Chapters 9–10)

    These selfish persons have more cause to fear than those to whom it was said through the prophet, "He is taken away in his iniquity, but his blood will I require at the watchman's hand." For watchmen or overseers of the people are appointed in churches, that they may unsparingly rebuke sin.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 33:11 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    … might speak to us in Him), yet shall he be forgiven when in repentance he shall have recourse to the goodness of God, who forasmuch as He "willeth not the death of the wicked, but rather that he should turn from his way and live," hath given the Holy Spirit to His Church, that whosoever forgiveth sins in the Spirit, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Cita 33:11 Augustine of Hippo, Expositions on the Psalms (Psalm CXLV)

    … love, wherein thou mayest do all good works; and beyond this, He will give thee also life everlasting, and fellowship with the angels: all of His mercy....Hear the Scripture: "I will not the death of a sinner, but rather that he should turn, and live." By these words of God, he is brought back to hope; but there is another …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)