Saltar al texto

2 Samuel · Septuaginta griega de Brenton

2 Samuel 16 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ῥὼς, καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ· καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπʼ αὐτοῖς διακόσιοι ἄρτοι, καὶ ἑκατὸν σταφίδες, καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου. 2 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβὰ, τί ταῦτά σοι; καὶ εἶπε Σιβὰ, τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. 3 Καὶ εἶπεν ὁ βασιλεὺς, καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἰδοὺ κάθηται ἐν Ἱερουσαλὴμ, ὅτι εἶπε, σήμερον ἐπιστρέψουσί μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. 4 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβᾷ, ἰδού σοι πάντα ὅσα ἐστὶ Μεμφιβοσθέ· καὶ εἶπε Σιβὰ προσκυνήσας, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ. 5 Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαοὺλ, καὶ ὄνομα αὐτῷ Σεμεῒ υἱὸς Γηρά· ἐξῆλθε ἐκπορευόμενος καὶ καταρώμενος, 6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ, καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ· καὶ πᾶς ὁ λαὸς ἦν, καὶ πάντες οἱ δυνατοὶ, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. 7 Καὶ οὕτως ἔλεγε Σεμεῒ ἐν τῷ καταρᾶσθαι αὐτὸν, ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος. 8 Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαοὺλ, ὅτι ἐβασίλευσας ἀντʼ αὐτοῦ· καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ. 9 Καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα, ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. 10 Καὶ εἶπεν ὁ βασιλεὺς, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; καὶ ἄφετε αὐτὸν, καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ· καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως; 11 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος. 12 Εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. 13 Καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεῒ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων. 14 Καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ. 15 Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἰερουσαλὴμ, καὶ Ἀχιτόφελ μετʼ αὐτοῦ. 16 Καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, ζήτω ὁ βασιλεύς. 17 Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσὶ, τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; 18 Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐχὶ, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, αὐτῷ ἔσομαι, καὶ μετὰ αὐτοῦ καθήσομαι. 19 Καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου. 20 Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτόφελ, φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. 21 Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ, ὅτι κατῄσχυνα, τὸν πατέρα σοῦ, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. 22 Καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατʼ ὀφθαλμοὺς παντὸς Ἰσραήλ. 23 Καὶ ἡ βουλὴ Ἀχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ· οὕτως πᾶσα ἡ βουλὴ τοῦ Ἀχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Absalom

    David's rebel son

    David's handsome son who avenged Tamar, rebelled against his father, and briefly seized the throne.

    Citado en la guía: 2 Samuel 3:3; 2 Samuel 15-18

  • Ahithophel

    David's counselor, joined Absalom

    David's counselor from Giloh, whose advice was regarded like the word of God; he joined Absalom's conspiracy, advised him to take David's concubines and to pursue David at once,…

    Citado en la guía: 2 Samuel 15:12; 2 Samuel 15:31; 2 Samuel 16:23

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Gera

    Father of Shimei

    Named as the father of Shimei, the Benjamite from Bahurim who cursed David.

    Citado en la guía: 2 Samuel 16:5; 2 Samuel 19:16; 1 Kings 2:8

  • Hushai

    David's friend and counselor

    David's friend, who at David's request returned to Jerusalem as Absalom's servant and defeated Ahithophel's counsel with advice Absalom judged better.

    Citado en la guía: 2 Samuel 15:32; 2 Samuel 15:37; 2 Samuel 16:16

  • Shimei

    Benjamite who cursed David

    A man of Saul's house from Bahurim, who cursed and threw stones at David as he fled Absalom and then begged forgiveness on David's return, when David swore he would not die.

    Citado en la guía: 2 Samuel 16:5; 2 Samuel 16:7; 2 Samuel 19:16

  • Ziba

    Steward of Saul's house

    A servant of Saul's family whom David summoned to find Jonathan's heir; with fifteen sons and twenty servants he was set to farm Saul's land for Mephibosheth, later brought…

    Citado en la guía: 2 Samuel 9:2; 2 Samuel 9:10; 2 Samuel 16:1

Referencias cruzadas (21)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Samuel 25:18; 2 Samuel 15:32; 1 Samuel 10:3; Jeremías 40:10; 1 Crónicas 12:40
  2. 2 2 Samuel 17:29; Jueces 10:4; Jueces 5:10; 2 Samuel 15:23; Ezequiel 37:18
  3. 3 2 Samuel 9:9–10; Salmo 15:3; Salmo 88:18; 2 Samuel 19:24–30; Proverbios 1:19
  4. 4 Proverbios 18:13; Proverbios 18:17; Éxodo 23:8; Proverbios 19:2; Deuteronomio 19:15
  5. 5 2 Samuel 3:16; 1 Samuel 17:43; 1 Reyes 2:8–9; Éxodo 22:28; 1 Reyes 2:36–46
  6. 7 Deuteronomio 13:13; 1 Reyes 21:10; 1 Samuel 2:12; 1 Samuel 25:17; 2 Samuel 3:37
  7. 8 2 Samuel 1:16; 2 Samuel 3:28–29; 1 Reyes 2:32–33; Jueces 9:56–57; Jueces 9:24
  8. 9 Éxodo 22:28; 2 Samuel 9:8; 1 Samuel 24:14; 2 Samuel 3:8; 1 Pedro 2:17
  9. 10 2 Samuel 19:22; Romanos 9:20; Juan 18:11; 1 Pedro 2:23; Génesis 50:20
  10. 11 2 Crónicas 32:21; Ezequiel 20:25; Ezequiel 14:9; Isaías 10:5–7; 2 Samuel 12:11–12
  11. 12 Deuteronomio 23:5; Hebreos 12:10; Salmo 25:18; Romanos 8:28; Éxodo 2:24–25
  12. 13 Hechos 23:23
  13. 15 2 Samuel 15:37; 2 Samuel 15:12
  14. 16 2 Reyes 11:12; 1 Samuel 10:24; 1 Reyes 1:25; Mateo 21:9; 2 Samuel 15:37
  15. 17 2 Samuel 19:25; Proverbios 17:17; Proverbios 18:24; Deuteronomio 32:6; 2 Samuel 15:32–37
  16. 18 1 Samuel 16:13; 2 Samuel 5:1–3
  17. 19 2 Samuel 15:34; Salmo 55:21; 1 Samuel 28:2; Gálatas 2:13; 1 Samuel 29:8
  18. 20 Salmo 2:2; Hechos 4:23–28; Proverbios 21:30; Isaías 29:15; Salmo 37:12–13
  19. 21 2 Samuel 20:3; 2 Samuel 15:16; 2 Samuel 2:7; Levítico 18:8; Zacarías 8:13
  20. 22 2 Samuel 15:16; 2 Samuel 12:11–12; 2 Samuel 20:3; Números 25:6; Jeremías 3:3
  21. 23 2 Samuel 15:12; 2 Samuel 17:23; 2 Samuel 17:14; 1 Corintios 3:19–20; Salmo 19:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 16:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    For, "Let him curse," saith he, "for the Lord hath bidden him: that the Lord may see my humiliation, and requite me for this cursing of his on this day." And Paul too proclaims the triumph not of those only who incur danger, or are deprived of their goods, but of these also, thus saying, "Call to remembrance the former …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)