1 Ἰδοὺ ἡμέραι ἔρχονται Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· 2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. 3 Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. 4 Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς Νότον. 5 Καὶ φραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἰασὸδ, καὶ ἐνφραχθήσεται καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ συσσεισμοῦ, ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα· καὶ ἥξει Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετʼ αὐτοῦ. 6 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψύχη καὶ πάγος 7 ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα, καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 8 Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. 9 Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, 10 κυκλῶν πᾶσαν τὴν γῆν, καὶ τὴν ἔρημον ἀπὸ Γαβὲ ἕως Ῥεμμὼν κατὰ Νότον Ἱερουσαλήμ. Ῥαμὰ δὲ ἐπὶ τόπου μενεῖ· ἀπὸ τῆς πύλης Βενιαμὶν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν, καὶ ἕως τοῦ πύργου Ἀναμεὴλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως 11 κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι, καὶ κατοικήσει Ἱερουσαλὴμ πεποιθότως. 12 Καὶ αὕτη ἔσται ἡ πτῶσις ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν, ἑστηκότων ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. 13 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου μεγάλη ἐπʼ αὐτούς· καὶ ἐπιλήψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς τὴν χεῖρα τοῦ πλησίον αὐτοῦ. 14 Καὶ Ἰούδας παρατάξεται ἐν Ἱερουσαλὴμ, καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σφόδρα. 15 Καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων, καὶ τῶν ἡμιόνων, καὶ τῶν καμήλων, καὶ τῶν ὄνων, καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις, κατὰ τὴν πτῶσιν ταύτην. 16 Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπʼ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατʼ ἐνιαυτὸν, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 17 Καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. 18 Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ, τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 19 Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὃς ἂν μὴ ἀναβῇ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 20 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι· καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου. 21 Καὶ ἔσται πᾶς λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ Κυρίῳ παντοκράτορι· καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες, καὶ λήψονται ἐξ αὐτῶν, καὶ ἑψήσουσιν ἐν αὐτοῖς· καὶ οὐκ ἔσται Χαναναῖος ἔτι ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Zacarías · Septuaginta griega de Brenton
Zacarías 14 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Lugares
Mount of Olives
Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.
Citado en la guía: Zechariah 14:4; Luke 22:39; Acts 1:12
Referencias cruzadas (21)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 13:9; Apocalipsis 16:14; Isaías 2:12; Isaías 13:6; Malaquías 4:1
- 2 Lucas 21:20–24; Isaías 13:16; Romanos 9:27–29; Mateo 24:19–22; Marcos 13:14
- 3 Zacarías 12:9; Joel 3:9–17; Zacarías 2:8–9; Sofonías 3:19; Joel 3:2
- 4 Miqueas 1:3–4; Ezequiel 11:23; Hechos 1:11–12; Zacarías 14:7; Joel 3:12–14
- 5 Judas 14–15; Amós 1:1; Mateo 25:31; Mateo 16:27; 1 Tesalonicenses 3:13
- 6 Salmo 97:10–11; Juan 12:46; Salmo 112:4; 2 Pedro 1:19; Proverbios 4:18–19
- 7 Apocalipsis 22:5; Apocalipsis 21:23; Daniel 12:4; Isaías 30:26; 1 Tesalonicenses 5:2
- 8 Apocalipsis 22:1–2; Juan 7:38; Juan 4:14; Juan 4:10; Apocalipsis 7:16–17
- 9 Efesios 4:5–6; Apocalipsis 11:15; Daniel 7:27; Deuteronomio 6:4; Isaías 2:2–4
- 10 Josué 15:32; Zacarías 12:6; Jeremías 37:13; Jeremías 30:18; 1 Reyes 15:22
- 11 Apocalipsis 22:3; Amós 9:15; Jeremías 23:5–6; Apocalipsis 21:4; Zacarías 8:8
- 12 Ezequiel 39:17–20; Isaías 66:15–16; Miqueas 4:11–13; Salmo 90:11; Salmo 110:5–6
- 13 Jueces 7:22; Zacarías 12:4; Ezequiel 38:21; Zacarías 11:6; 1 Samuel 14:15–23
- 14 Isaías 23:18; Zacarías 12:2; Zacarías 10:4–5; Zacarías 12:5–7; 2 Crónicas 14:13–15
- 15 Zacarías 14:12
- 16 Isaías 66:23; Zacarías 14:17–19; Zacarías 8:20–23; Isaías 66:18–21; Joel 2:32
- 17 Jeremías 14:4; Isaías 60:12; Amós 4:7–8; Santiago 5:17; Apocalipsis 11:6
- 18 Deuteronomio 11:10–11; Zacarías 14:15; Zacarías 14:12
- 19 Juan 3:19
- 20 1 Corintios 3:16–17; Éxodo 39:30; Isaías 23:18; 1 Pedro 2:5; Levítico 8:9
- 21 Ezequiel 44:9; 1 Corintios 10:31; Romanos 14:6–7; Joel 3:17; Apocalipsis 22:15
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And the Prophet again makes answer, saying: And His feet shall stand in that day upon the Mount of Olives which is before Jerusalem on the east.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… Prophet Zacharias says, And it shall come to pass in that day, that there shall not be light, and there shall be cold and frost one day; (the cold on account of which Peter warmed himself;) And that day shall be known unto the Lord; (what, knew He not the other days?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
This also the Prophet foretels; for after saying, Not day, nor night, he added, And at evening time it shall be light.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)