1 Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γὼγ, καὶ εἰπὸν, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ῥὼς, Μεσὸχ, καὶ Θοβέλ. 2 Καὶ συνάξω σε, καὶ καθοδηγήσω σε, καὶ ἀναβιβῶ σε ἐπʼ ἐσχάτου τοῦ Βοῤῥᾶ, καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τῷ Ἰσραήλ. 3 Καὶ ἀπολῶ τὸ τόκον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς, καὶ καταβαλῶ σε ἐπὶ τὰ ὄρη τὰ Ἰσραὴλ, 4 καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ τὰ ἔθνη τὰ μετὰ σοῦ δοθήσονται εἰς πλήθη ὀρνέων, παντὶ πετεινῷ, καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωθῆναι. 5 Ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. 6 Καὶ ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικηθήσονται αἱ νῆσοι ἐπʼ εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 7 Καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος, ἅγιος ἐν Ἰσραήλ. 8 Ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει Κύριος Κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἐλάλησα. 9 Καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ἰσραὴλ, καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς, καὶ τόξοις καὶ τοξεύμασι, καὶ ῥάβδοις χειρῶν, καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη· 10 Καὶ οὐ μὴ λάβωσι ξύλα ἐκ τοῦ πεδίου, οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλʼ ἢ τὰ ὅπλα κατακαύσουσι πυρί· καὶ προνομεύσουσι τοὺς προνομεύσαντας αὐτοὺς, καὶ σκυλεύσουσι τοὺς σκυλεύσαντας αὐτοὺς, λέγει Κύριος. 11 Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν, μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων πρὸς τῇ θαλάσσῃ καὶ περιοικοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος, καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται τότε Τὸ πολυάνδριον τοῦ Γώγ. 12 Καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῇ ἡ γῆ ἐν ἑπταμήνῳ. 13 Καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς ὀνομαστὸν, ᾗ ἡμέρᾳ ἐδοξάσθη, λέγει Κύριος. 14 Καὶ ἄνδρας διαπαντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν, θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς, καθαρίσαι αὐτὴν μετὰ τὴν ἐπτάμηνον, καὶ ἐκζητήσουσι. 15 Καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ ἰδὼν ὀστοῦν ἀνθρώπου, οἰκοδομήσει παρʼ αὐτῷ σημεῖον, ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς γαὶ τὸ πολυάνδριον τοῦ Γώγ. 16 Καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως, Πολυάνδριον· καὶ καθαρισθήσεται ἡ γῆ. 17 Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν, τάδε λέγει Κύριος, εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ, καὶ πρὸς πάντα τὰ θηρία τοῦ πεδίου, Συνάχθητε καὶ ἔρχεσθε, συνάχθητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν θυσίαν μου, ἣν τέθυκα ὑμῖν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ φάγεσθε κρέα, καὶ πίεσθε αἷμα. 18 Κρέα γιγάντων φάγεσθε, καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε· κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες. 19 Καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν, καὶ πίεσθε αἷμα εἰς μέθην ἀπὸ τῆς θυσίας μου, ἧς ἔθυσα ὑμῖν. 20 Καὶ ἐμπλησθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἵππον καὶ ἀναβάτην καὶ γίγαντα καὶ πάντα ἄνδρα πολεμιστὴν, λέγει Κύριος. 21 Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου ἣν ἐπήγαγον ἐπʼ αὐτούς. 22 Καὶ γνώσονται οἶκος Ἰσραὴλ, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα. 23 Καὶ γνώσονται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύθησαν οἶκος Ἰσραὴλ, ἀνθʼ ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ. 24 Κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν. 25 Διατοῦτο τάδε λέγει Κύριος Κύριος, νῦν ἀποστρέψω αἰχμαλωσίαν ἐν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου. 26 Καὶ λήψονται τὴν ἀτιμίαν αὐτῶν, καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπʼ εἰρήνης· καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, 27 ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐθνῶν· καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν. 28 Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. 29 Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, ἀνθʼ ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος Κύριος.
Ezequiel · Septuaginta griega de Brenton
Ezequiel 39 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Gog
The one of the land of Magog, chief prince of Meshech and Tubal, against whom Ezekiel is told to set his face and prophesy.
Citado en la guía: Ezekiel 38:2; Ezekiel 38:3; Ezekiel 39:1
Referencias cruzadas (27)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Ezequiel 38:2–3; Ezequiel 35:3; Nahúm 3:5; Nahúm 2:13
- 2 Isaías 37:29; Ezequiel 38:15; Salmo 40:14; Daniel 11:40; Salmo 68:2
- 3 Salmo 76:3; Oseas 1:5; Jeremías 21:4–5; Salmo 46:9; Ezequiel 20:21–24
- 4 Ezequiel 33:27; Ezequiel 39:17–20; Ezequiel 38:21; Apocalipsis 19:17–21; Ezequiel 32:4–5
- 5 Jeremías 8:2; Ezequiel 29:5; Ezequiel 32:4; Jeremías 22:19
- 6 Amós 1:4; Ezequiel 30:8; Ezequiel 30:16; Jeremías 25:22; Salmo 72:10
- 7 Ezequiel 38:23; Ezequiel 38:16; Ezequiel 20:39; Isaías 12:6; Ezequiel 20:14
- 8 Ezequiel 38:17; Ezequiel 7:2–10; Isaías 33:10–12; Apocalipsis 16:17; 2 Pedro 3:8
- 9 Salmo 46:9; Isaías 66:24; Malaquías 1:5; Ezequiel 39:10; Zacarías 9:10
- 10 Isaías 33:1; Isaías 14:2; Miqueas 5:8; Éxodo 12:36; Apocalipsis 13:10
- 11 Lucas 5:1; Números 11:34; Ezequiel 47:18; Juan 6:1; Ezequiel 38:2
- 12 Deuteronomio 21:23; Ezequiel 39:14; Ezequiel 39:16; Números 19:16
- 13 Ezequiel 28:22; Sofonías 3:19–20; Jeremías 33:9; Salmo 126:2–3; Deuteronomio 26:19
- 14 Ezequiel 39:12; Números 19:11–19
- 15 Lucas 11:44
- 17 Sofonías 1:7; Apocalipsis 19:17–18; Ezequiel 39:4; Isaías 34:6; Jeremías 12:9
- 18 Salmo 22:12; Apocalipsis 19:17–18; Jeremías 51:40; Ezequiel 29:5; Jeremías 50:27
- 20 Apocalipsis 19:18; Hageo 2:22; Salmo 76:5–6; Ezequiel 38:4
- 21 Ezequiel 38:23; Isaías 37:20; Ezequiel 36:23; Ezequiel 38:16; Éxodo 9:16
- 22 Jeremías 24:7; Jeremías 31:34; Ezequiel 34:30; Ezequiel 28:26; Ezequiel 39:7
- 23 Jeremías 22:8–9; Isaías 59:2; Isaías 1:15; Ezequiel 39:29; Levítico 26:25
- 24 Ezequiel 36:19; Jeremías 2:19; Jeremías 4:18; Jeremías 2:17; Levítico 26:24
- 25 Ezequiel 34:13; Isaías 27:12–13; Oseas 1:11; Ezequiel 20:40; Ezequiel 37:21–22
- 26 1 Reyes 4:25; Miqueas 4:4; Ezequiel 16:63; Levítico 26:5–6; Ezequiel 16:57–58
- 27 Ezequiel 38:16; Ezequiel 38:23; Ezequiel 36:23–24; Ezequiel 28:25–26; Isaías 5:16
- 28 Ezequiel 39:22; Romanos 9:6–8; Isaías 27:12; Amós 9:9; Deuteronomio 30:3–4
- 29 Joel 2:28; 1 Juan 3:24; Isaías 32:15; Ezequiel 36:25–27; Zacarías 12:10
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias