Saltar al texto

1 Corintios · Texto Patriarcal (Antoniades 1904/1912)

1 Corintios 16 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 περι δε της λογιας της εις τους αγιους, ωσπερ διεταξα ταις εκκλησιαις της γαλατιας ουτως και υμεις ποιησατε.
1 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτω καὶ ὑμεῖς ποιήσατε.
2 κατα μιαν σαββατων εκαστος υμων παρ εαυτω τιθετω θησαυριζων ο τι αν ευοδωται, ινα μη οταν ελθω τοτε λογιαι γινωνται.
2 κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.
3 οταν δε παραγενωμαι, ους εαν δοκιμασητε, δι επιστολων τουτους πεμψω απενεγκειν την χαριν υμων εις ιερουσαλημ·
3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
4 εαν δε η αξιον του καμε πορευεσθαι, συν εμοι πορευσονται.
4 ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5 ελευσομαι δε προς υμας οταν μακεδονιαν διελθω· μακεδονιαν γαρ διερχομαι·
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·
6 προς υμας δε τυχον παραμενω η και παραχειμασω, ινα υμεις με προπεμψητε ου εαν πορευωμαι.
6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7 ου θελω γαρ υμας αρτι εν παροδω ιδειν, ελπιζω δε χρονον τινα επιμειναι προς υμας, εαν ο κυριος επιτρεπη.
7 οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.
8 επιμενω δε εν εφεσω εως της πεντηκοστης·
8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
9 θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης, και αντικειμενοι πολλοι.
9 θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10 εαν δε ελθη τιμοθεος, βλεπετε ινα αφοβως γενηται προς υμας· το γαρ εργον κυριου εργαζεται ως καγω·
10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ.
11 μη τις ουν αυτον εξουθενηση. προπεμψατε δε αυτον εν ειρηνη ινα ελθη προς με· εκδεχομαι γαρ αυτον μετα των αδελφων.
11 προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12 περι δε απολλω του αδελφου, πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων· και παντως ουκ ην θελημα ινα νυν ελθη, ελευσεται δε οταν ευκαιρηση.
12 Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 γρηγορειτε, στηκετε εν τη πιστει, ανδριζεσθε, κραταιουσθε.
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14 παντα υμων εν αγαπη γινεσθω.
14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 παρακαλω δε υμας, αδελφοι· οιδατε την οικιαν στεφανα, οτι εστιν απαρχη της αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους·
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16 ινα και υμεις υποτασσησθε τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι.
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17 χαιρω δε επι τη παρουσια στεφανα και φουρτουνατου και αχαικου, οτι το υμων υστερημα ουτοι ανεπληρωσαν·
17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
18 ανεπαυσαν γαρ το εμον πνευμα και το υμων. επιγινωσκετε ουν τους τοιουτους.
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 ασπαζονται υμας αι εκκλησιαι της ασιας. ασπαζονται υμας εν κυριω πολλα ακυλας και πρισκιλλα συν τη κατ οικον αυτων εκκλησια.
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20 ασπαζονται υμας οι αδελφοι παντες. ασπασασθε αλληλους εν φιληματι αγιω.
20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 ο ασπασμος τη εμη χειρι παυλου.
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
22 ει τις ου φιλει τον κυριον ιησουν χριστον, ητω αναθεμα. μαραν αθα.
22 εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ.
23 η χαρις του κυριου ιησου χριστου μεθ υμων.
23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
24 η αγαπη μου μετα παντων υμων εν χριστω ιησου· αμην.
24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Achaicus

    Visitor to Paul from Corinth

    One of three men from Corinth whose arrival refreshed Paul's spirit.

    Citado en la guía: 1 Corinthians 16:17

  • Fortunatus

    Visitor to Paul from Corinth

    One of three men from Corinth whose arrival refreshed Paul's spirit.

    Citado en la guía: 1 Corinthians 16:17

  • Stephanas

    First fruits of Achaia

    Paul baptized his household, the first fruits of Achaia, who devoted themselves to serving the saints; he visited Paul at Ephesus.

    Citado en la guía: 1 Corinthians 1:16; 1 Corinthians 16:15; 1 Corinthians 16:17

Referencias cruzadas (24)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Juan 3:17; Romanos 12:13; 2 Corintios 8:1–9; 2 Corintios 9:12–15; Gálatas 2:10
  2. 2 Malaquías 3:9–10; Lucas 16:10; Hechos 20:7; Deuteronomio 15:11–14; Deuteronomio 8:18
  3. 3 2 Corintios 8:6; 2 Corintios 8:4; 2 Corintios 8:18–24; 1 Corintios 11:34; Hechos 6:1–6
  4. 4 2 Corintios 8:19; Romanos 15:25; 2 Corintios 8:4
  5. 5 Hechos 19:21; 1 Corintios 4:19; 2 Corintios 1:15–17; Hechos 20:1–3
  6. 6 Hechos 15:3; Romanos 15:24; 3 Juan 6–7; Hechos 27:12; 2 Corintios 1:16
  7. 7 Hechos 18:21; Santiago 4:15; 1 Corintios 4:19; Romanos 1:10; Jeremías 10:23
  8. 8 Hechos 2:1; Éxodo 23:16; 1 Corintios 15:32; Levítico 23:15–21; Hechos 18:19
  9. 9 2 Corintios 2:12; Hechos 14:27; Colosenses 4:3; Apocalipsis 3:7–8; 2 Corintios 1:8–10
  10. 10 1 Corintios 15:58; 1 Tesalonicenses 3:2; Filipenses 2:19–22; 1 Corintios 4:17; Romanos 16:21
  11. 11 1 Timoteo 4:12; Tito 2:15; Hechos 15:33; 1 Corintios 16:10; 1 Corintios 16:6
  12. 12 1 Corintios 1:12; 1 Corintios 3:5; 1 Corintios 3:22; Hechos 18:24–19:1; Tito 3:4
  13. 13 Josué 1:9; Efesios 6:13–18; Efesios 6:10; 1 Corintios 15:58; 2 Corintios 12:9–10
  14. 14 Juan 13:34–35; 1 Pedro 4:8; 1 Timoteo 1:5; 1 Juan 4:7–8; 1 Corintios 12:31–14:1
  15. 15 1 Corintios 1:16; Romanos 16:5; Romanos 15:25; 2 Corintios 9:1; 2 Corintios 8:4
  16. 16 Hebreos 13:17; 1 Tesalonicenses 5:12; 3 Juan 8; Apocalipsis 2:3; Romanos 16:12
  17. 17 Filipenses 2:30; 2 Corintios 11:9; Filemón 13
  18. 18 Filemón 7; 2 Corintios 7:13; Romanos 15:32; Colosenses 4:8; Proverbios 25:25
  19. 19 Hechos 18:2; Colosenses 4:15; Hechos 19:10; 1 Pedro 1:1; Filemón 2
  20. 20 Romanos 16:16; 1 Pedro 5:14; 1 Tesalonicenses 5:26; Hebreos 13:24; 2 Corintios 13:12–13
  21. 21 Colosenses 4:18; Gálatas 6:11; 2 Tesalonicenses 3:17; Romanos 16:22; Filemón 19
  22. 22 Efesios 6:24; Juan 14:21; 1 Juan 4:19; 2 Corintios 5:14–15; 1 Juan 5:1
  23. 23 Romanos 16:20; Romanos 16:23
  24. 24 Apocalipsis 3:19; Mateo 6:13; 1 Corintios 14:16; 2 Corintios 12:15; Mateo 28:20

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 16:1 John Chrysostom, Homilies on First Corinthians (Homily XLIII)

    Having completed his discourse concerning doctrines, and being about to enter upon that which belongs rather to morals, he dismisses every thing else and proceeds to the chief of good things, discoursing about alms. Nor does he discuss morals in general, but when he hath treated of this matter alone, he leaves off.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Cita 16:13 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLVI)

    Wherefore Paul also said, "Watch ye, stand fast in the faith." After this He points out the thing to be superfluous too, not hurtful only; in that, after the land hath been tilled, and there is no need of anything, then this enemy sows again; as the heretics also do, who for no other cause than vainglory inject their proper …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 16:20 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XXIII)

    The kiss therefore is reconciliation, and for this reason holy: as the blessed Paul somewhere cried, saying, Greet ye one another with a holy kiss; and Peter, with a kiss of charity.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)