Saltar al texto

1 Pedro · Texto Patriarcal (Antoniades 1904/1912)

1 Pedro 4 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 χριστου ουν παθοντος υπερ ημων σαρκι και υμεις την αυτην εννοιαν οπλισασθε, οτι ο παθων [εν] σαρκι πεπαυται αμαρτιας,
1 Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν [ἐν] σαρκὶ πέπαυται ἁμαρτίας,
2 εις το μηκετι ανθρωπων επιθυμιαις, αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον.
2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 αρκετος γαρ υμιν ο παρεληλυθως χρονος του βιου το θελημα των εθνων κατεργασασθαι, πεπορευμενους εν ασελγειαις, επιθυμιαις, οινοφλυγιαις, κωμοις, ποτοις και αθεμιτοις ειδωλολατριαις.
3 ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρείαις.
4 εν ω ξενιζονται μη συντρεχοντων υμων εις την αυτην της ασωτιας αναχυσιν, βλασφημουντες·
4 ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
5 οι αποδωσουσιν λογον τω ετοιμως εχοντι κριναι ζωντας και νεκρους.
5 οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
6 εις τουτο γαρ και νεκροις ευηγγελισθη, ινα κριθωσιν μεν κατα ανθρωπους σαρκι, ζωσιν δε κατα θεον πνευματι.
6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.
7 παντων δε το τελος ηγγικεν. σωφρονησατε ουν και νηψατε εις τας προσευχας·
7 Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς·
8 προ παντων δε την εις εαυτους αγαπην εκτενη εχοντες, οτι [η] αγαπη καλυψει πληθος αμαρτιων·
8 πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι [ἡ] ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν·
9 φιλοξενοι εις αλληλους ανευ γογγυσμων·
9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν·
10 εκαστος καθως ελαβεν χαρισμα, εις εαυτους αυτο διακονουντες ως καλοι οικονομοι ποικιλης χαριτος θεου·
10 ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ·
11 ει τις λαλει, ως λογια θεου· ει τις διακονει, ως εξ ισχυος, ως χορηγει ο θεος· ινα εν πασιν δοξαζηται ο θεος δια ιησου χριστου, ω εστιν η δοξα και το κρατος εις τους αιωνας των αιωνων· αμην.
11 εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ὡς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
12 αγαπητοι, μη ξενιζεσθε τη εν υμιν πυρωσει προς πειρασμον υμιν γινομενη, ως ξενου υμιν συμβαινοντος,
12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,
13 αλλα καθο κοινωνειτε τοις του χριστου παθημασιν, χαιρετε, ινα και εν τη αποκαλυψει της δοξης αυτου χαρητε αγαλλιωμενοι.
13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 ει ονειδιζεσθε εν ονοματι χριστου, μακαριοι, οτι το της δοξης και δυναμεως και το του θεου πνευμα εφ υμας αναπαυεται· κατα μεν αυτους βλασφημειται, κατα δε υμας δοξαζεται.
14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
15 μη γαρ τις υμων πασχετω ως φονευς η κλεπτης η κακοποιος η ως αλλοτριοεπισκοπος·
15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριοεπίσκοπος·
16 ει δε ως χριστιανος, μη αισχυνεσθω, δοξαζετω δε τον θεον εν τω μερει τουτω.
16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ.
17 οτι ο καιρος του αρξασθαι το κριμα απο του οικου του θεου· ει δε πρωτον αφ ημων, τι το τελος των απειθουντων τω του θεου ευαγγελιω;
17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ;
18 και ει ο δικαιος μολις σωζεται, ο ασεβης και αμαρτωλος που φανειται;
18 καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19 ωστε και οι πασχοντες κατα το θελημα του θεου, ως πιστω κτιστη παρατιθεσθωσαν τας ψυχας αυτων εν αγαθοποιια.
19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Referencias cruzadas (19)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Gálatas 5:24; 1 Pedro 3:18; Colosenses 3:3–5; Romanos 6:11; Gálatas 2:20
  2. 2 Efesios 4:22–24; 1 Pedro 1:14; Efesios 6:6; Romanos 6:11; Tito 3:3–8
  3. 3 1 Corintios 6:11; Efesios 5:18; 1 Tesalonicenses 4:5; 1 Pedro 1:14; Efesios 2:2–3
  4. 4 1 Pedro 3:16; 1 Pedro 2:12; Judas 10; Hechos 18:6; Hechos 13:45
  5. 5 Santiago 5:9; 2 Timoteo 4:1; Hechos 10:42; Romanos 14:10–12; Juan 5:22–23
  6. 6 Romanos 8:2; 1 Pedro 3:19; Juan 5:25–26; Romanos 8:9–11; Efesios 2:3–5
  7. 7 Santiago 5:8–9; 1 Pedro 1:13; 1 Pedro 5:8; 2 Timoteo 4:5; Lucas 21:34
  8. 8 Proverbios 10:12; Colosenses 3:14; Proverbios 17:9; Santiago 5:20; 1 Pedro 1:22
  9. 9 Hebreos 13:2; Romanos 12:13; Filipenses 2:14; Hebreos 13:16; 1 Timoteo 3:2
  10. 10 Romanos 12:6–8; 1 Corintios 12:4–11; 1 Corintios 4:1–2; Marcos 10:45; Hebreos 6:10
  11. 11 1 Corintios 10:31; 1 Pedro 4:10; Efesios 6:10; Efesios 4:29; 1 Corintios 12:4
  12. 12 2 Timoteo 3:12; 1 Pedro 1:6–7; 1 Pedro 5:9; 1 Tesalonicenses 3:2–4; Daniel 11:35
  13. 13 Romanos 8:17; Santiago 1:2–3; Romanos 5:3; Filipenses 3:10; 2 Corintios 1:7
  14. 14 1 Pedro 3:14; Lucas 6:22; Mateo 5:11; 1 Pedro 3:16; Santiago 1:12
  15. 15 2 Tesalonicenses 3:11; 1 Tesalonicenses 4:11; 1 Pedro 2:19–20; 1 Timoteo 5:13; 1 Pedro 3:17
  16. 16 1 Pedro 3:17–18; Filipenses 1:29; 1 Pedro 4:19; Santiago 1:2–4; Hechos 5:41
  17. 17 Jeremías 25:29; 2 Tesalonicenses 1:8; Romanos 2:9; Ezequiel 9:6; 1 Pedro 2:8
  18. 18 Proverbios 11:31; Ezequiel 18:24; Lucas 23:31; 2 Pedro 2:5–6; Judas 15
  19. 19 Salmo 37:5; 2 Timoteo 1:12; 1 Pedro 3:17; Salmo 138:8; Salmo 146:5–6

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 4:8 Clement of Rome, First Epistle to the Corinthians (Chapters XLVI–LII)

    Love covers a multitude of sins. Love beareth all things, is long-suffering in all things.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 4:7 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    Wherefore, forsaking the vanity of many, and their false doctrines, let us return to the word which has been handed down to us from the beginning; "watching unto prayer," and persevering in fasting; beseeching in our supplications the all-seeing God "not to lead us into temptation," as the Lord has said: "The spirit truly is willing, but the flesh is …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 4:8 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    "Love moreover is shed abroad in our hearts by the Holy Ghost which is given unto us." And because it is through sin that we are alienated from the possession of true good, "Love covereth a multitude of sins." So then the Father is Himself the True Origin to the Son, who is the Truth, and the Son is the …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Cita 4:16 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    Let us then be imitators of His patience; and if we suffer for His name's sake, let us glorify Him.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 4:8 Augustine of Hippo, Homilies on the First Epistle of John (Homily I)

    Before all, then, confession; then, love: for of charity what is said? "Charity covereth a multitude of sins." Now let us see whether he commendeth charity in regard of the sins which subsequently overtake us: because charity alone extinguisheth sins.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)