Saltar al texto

Apocalipsis · Texto Patriarcal (Antoniades 1904/1912)

Apocalipsis 14 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και ειδον, και ιδου το αρνιον εστηκος επι το ορος σιων, και μετ αυτου εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες, εχουσαι το ονομα αυτου και το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων.
1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
2 και ηκουσα [φωνην] εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης· και η φωνη ην ηκουσα, ως κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων.
2 καὶ ἤκουσα [φωνὴν] ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα, ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3 και αδουσιν ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων· και ουδεις εδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες, οι ηγορασμενοι απο της γης.
3 καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4 ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν· παρθενοι γαρ εισιν. ουτοι εισιν οι ακολουθουντες τω αρνιω οπου αν υπαγη. ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω·
4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ·
5 και ουχ ευρεθη ψευδος εν τω στοματι αυτων· αμωμοι γαρ εισιν.
5 καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν· ἄμωμοι γάρ εἰσιν.
6 και ειδον αλλον αγγελον πετομενον εν μεσουρανηματι, εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι επι τους καθημενους επι της γης και επι παν εθνος και φυλην και γλωσσαν και λαον,
6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7 λεγων εν φωνη μεγαλη· φοβηθητε τον κυριον και δοτε αυτω δοξαν, οτι ηλθεν η ωρα της κρισεως αυτου, και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και την θαλασσαν και πηγας υδατων.
7 λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
8 και αλλος δευτερος αγγελος ηκολουθησεν λεγων· επεσεν, επεσεν βαβυλων η μεγαλη, η εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα εθνη.
8 καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησε λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα ἔθνη.
9 και αλλος αγγελος τριτος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη· ει τις προσκυνει το θηριον και την εικονα αυτου, και λαμβανει το χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου,
9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει τὸ χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10 και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου, και βασανισθησεται εν πυρι και θειω ενωπιον των αγιων αγγελων και ενωπιον του αρνιου.
10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.
11 και ο καπνος του βασανισμου αυτων εις αιωνας αιωνων αναβαινει, και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου, και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου.
11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12 ωδε η υπομονη των αγιων εστιν, οι τηρουντες τας εντολας του θεου και την πιστιν ιησου.
12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης· γραψον, μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απ αρτι. ναι, λεγει το πνευμα, ινα αναπαυσωνται εκ των κοπων αυτων· τα δε εργα αυτων ακολουθει μετ αυτων.
13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· γράψον, μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ᾽ ἄρτι. ναί, λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.
14 και ειδον, και ιδου νεφελη λευκη, και επι την νεφελην καθημενος ομοιος υιω ανθρωπου, εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ.
14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
15 και αλλος αγγελος εξηλθεν εκ του ναου, κραζων εν φωνη μεγαλη τω καθημενω επι της νεφελης· πεμψον το δρεπανον σου και θερισον, οτι ηλθεν η ωρα [του] θερισαι, οτι εξηρανθη ο θερισμος της γης.
15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα [τοῦ] θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16 και εβαλεν ο καθημενος επι την νεφελην το δρεπανον αυτου επι την γην, και εθερισθη η γη.
16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
17 και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω, εχων και αυτος δρεπανον οξυ.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
18 και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηριου, εχων εξουσιαν επι του πυρος, και εφωνησεν κραυγη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων· πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της αμπελου της γης, οτι ηκμασεν η σταφυλη της γης.
18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.
19 και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην, και ετρυγησεν την αμπελον της γης, και εβαλεν εις την ληνον του θυμου του θεου την μεγαλην.
19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὴν μεγάλην.
20 και επατηθη η ληνος εξω της πολεως, και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων.
20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
Referencias cruzadas (20)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Joel 2:32; Apocalipsis 3:12; Apocalipsis 7:3–17; Lucas 12:8; Hebreos 12:22–24
  2. 2 Apocalipsis 5:8; Ezequiel 43:2; Apocalipsis 1:15; Apocalipsis 11:15; Apocalipsis 15:2
  3. 3 Apocalipsis 5:9; Apocalipsis 15:3; Apocalipsis 14:1; Isaías 42:10; Salmo 98:1
  4. 4 2 Corintios 11:2; Apocalipsis 3:4; Santiago 1:18; Juan 12:26; Juan 10:27
  5. 5 Efesios 5:27; Salmo 32:2; Sofonías 3:13; Juan 1:47; 1 Pedro 3:10
  6. 6 Marcos 16:15; Apocalipsis 8:13; Efesios 3:9–11; Salmo 139:24; Isaías 51:8
  7. 7 Éxodo 20:11; Apocalipsis 15:4; Nehemías 9:6; Apocalipsis 4:11; Apocalipsis 11:18
  8. 8 Isaías 21:9; Jeremías 51:7–8; Apocalipsis 18:2–3; Apocalipsis 16:19; Apocalipsis 11:8
  9. 9 Apocalipsis 14:11; Apocalipsis 14:6–8; Jeremías 44:4; Apocalipsis 13:3–6; Apocalipsis 13:11–17
  10. 10 Isaías 51:17; Apocalipsis 16:19; Salmo 75:8; Salmo 11:6; Jeremías 25:15–17
  11. 11 Isaías 34:10; Apocalipsis 19:3; Mateo 25:46; Mateo 25:41; Apocalipsis 20:10
  12. 12 Apocalipsis 13:10; Apocalipsis 12:17; Apocalipsis 3:10; Apocalipsis 3:8; 2 Timoteo 4:7
  13. 13 Apocalipsis 20:6; 1 Tesalonicenses 5:10; 2 Timoteo 4:7–8; Hebreos 4:9–11; 1 Corintios 15:58
  14. 14 Daniel 7:13; Isaías 19:1; Apocalipsis 1:13; Salmo 21:3; Mateo 17:5
  15. 15 Joel 3:13; Marcos 4:29; Mateo 13:39; Jeremías 51:33; Apocalipsis 14:18
  16. 16 Mateo 16:27; Apocalipsis 14:19; Apocalipsis 14:14; Apocalipsis 16:1–21; Juan 5:22–23
  17. 17 Apocalipsis 16:1; Apocalipsis 14:14–15; Apocalipsis 15:5–6; Apocalipsis 14:18
  18. 18 Joel 3:13; Apocalipsis 16:8; Apocalipsis 6:9–10; Apocalipsis 14:15–16
  19. 19 Deuteronomio 32:32–33; Apocalipsis 19:15–21
  20. 20 Lamentaciones 1:15; Hebreos 13:11–12; Apocalipsis 19:14–21; Isaías 63:1–3; Apocalipsis 11:8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 14:13 Augustine of Hippo, The City of God (Book XX, Chapter 9)

    And therefore in another part of this same book we read, "Blessed are the dead who die in the Lord from henceforth and now, saith the Spirit, that they may rest from their labors; for their works do follow them." The Church, then, begins its reign with Christ now in the living and in the dead.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)