Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 24 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 μετα δε πεντε ημερας κατεβη ο αρχιερευς ανανιας μετα των πρεσβυτερων και ρητορος τερτυλλου τινος, οιτινες ενεφανισαν τω ηγεμονι κατα του παυλου.
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 κληθεντος δε αυτου ηρξατο κατηγορειν ο τερτυλλος λεγων· πολλης ειρηνης τυγχανοντες δια σου και κατορθωματων γινομενων τω εθνει τουτω δια της σης προνοιας,
2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων·
3 παντη τε και πανταχου αποδεχομεθα, κρατιστε φηλιξ, μετα πασης ευχαριστιας.
3 πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 ινα δε μη επι πλειον σε εγκοπτω, παρακαλω ακουσαι σε ημων συντομως τη ση επιεικεια.
4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 ευροντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασιν πασιν τοις ιουδαιοις τοις κατα την οικουμενην, πρωτοστατην τε της των ναζωραιων αιρεσεως,
5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6 ος και το ιερον επειρασεν βεβηλωσαι, ον και εκρατησαμεν [και κατα τον ημετερον νομον ηθελησαμεν κρινειν·]
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν [καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν·
7 [παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγεν,]
7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε,
8 [κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε·] παρ ου δυνηση αυτος ανακρινας περι παντων τουτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου.
8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ]· παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 συνεπεθεντο δε και οι ιουδαιοι φασκοντες ταυτα ουτως εχειν.
9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 απεκριθη δε ο παυλος, νευσαντος αυτω του ηγεμονος λεγειν· εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενος ευθυμοτερον τα περι εμαυτου απολογουμαι,
10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11 δυναμενου σου γνωναι οτι ου πλειους εισιν μοι ημεραι δεκαδυο αφ ης ανεβην προσκυνησων εις ιερουσαλημ·
11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερουσαλήμ·
12 και ουτε εν τω ιερω ευρον με προς τινα διαλεγομενον η επισυστασιν ποιουντα οχλου, ουτε εν ταις συναγωγαις ουτε κατα την πολιν·
12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13 ουτε παραστησαι δυνανται περι ων νυν κατηγορουσιν μου.
13 οὔτε παραστῆσαι δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου.
14 ομολογω δε τουτο σοι, οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω, πιστευων πασιν τοις κατα τον νομον και [τοις εν] τοις προφηταις γεγραμμενοις,
14 ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ [τοῖς ἐν] τοῖς προφήταις γεγραμμένοις,
15 ελπιδα εχων εις τον θεον ην και αυτοι ουτοι προσδεχονται, αναστασιν μελλειν εσεσθαι νεκρων, δικαιων τε και αδικων·
15 ἐλπίδα ἔχων εἰς τὸν Θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων·
16 εν τουτω δε και αυτος ασκω απροσκοπον συνειδησιν εχειν προς τον θεον και τους ανθρωπους δια παντος.
16 ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 δι ετων δε πλειονων παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου και προσφορας·
17 δι᾽ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς·
18 εν οις ευρον με ηγνισμενον εν τω ιερω, ου μετα οχλου ουδε μετα θορυβου, τινες απο της ασιας ιουδαιοι,
18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
19 ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς με.
19 οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
20 η αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντος μου επι του συνεδριου,
20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἐν ἐμοὶ ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 η περι μιας ταυτης φωνης ης εκραξα εστως εν αυτοις, οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον υφ υμων.
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾽ ὑμῶν.
22 ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους, ακριβεστερον ειδως τα περι της οδου, ειπων· οταν λυσιας ο χιλιαρχος καταβη, διαγνωσομαι τα καθ υμας,
22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς,
23 διαταξαμενος τε τω εκατονταρχη τηρεισθαι τον παυλον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν η προσερχεσθαι αυτω.
23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
24 μετα δε ημερας τινας παραγενομενος ο φηλιξ συν δρουσιλλη τη γυναικι αυτου, ουση ιουδαια, μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι της εις χριστον πιστεως.
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως.
25 διαλεγομενου δε αυτου περι δικαιοσυνης και εγκρατειας και του κριματος του μελλοντος εσεσθαι, εμφοβος γενομενος ο φηλιξ απεκριθη· το νυν εχον πορευου, καιρον δε μεταλαβων μετακαλεσομαι σε,
25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε,
26 αμα δε και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου οπως λυση αυτον· διο και πυκνοτερον αυτον μεταπεμπομενος ωμιλει αυτω.
26 ἅμα δὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 διετιας δε πληρωθεισης ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον· θελων δε χαριν καταθεσθαι τοις ιουδαιοις ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον.
27 Διετίας δὲ πληρωθείσης ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Ananias

    High priest

    The high priest who ordered Paul to be struck on the mouth at his hearing and later went down to Caesarea to accuse him before Felix.

    Citado en la guía: Acts 23:2; Acts 24:1

  • Drusilla

    Wife of Felix

    The Jewish wife of the governor Felix who listened with him to Paul speak about faith in Christ Jesus.

    Citado en la guía: Acts 24:24

  • Felix

    Roman governor of Judea

    The governor at Caesarea who heard Paul's case, trembled at his talk of judgment, and kept him in custody hoping for a bribe.

    Citado en la guía: Acts 23:24; Acts 24:3; Acts 24:25

  • Festus

    Roman governor of Judea

    Succeeded Felix as governor, heard Paul's case, and sent him to Caesar after Paul appealed; he was told Paul was beside himself.

    Citado en la guía: Acts 24:27; Acts 25:1; Acts 25:12

  • Tertullus

    Attorney for the Jewish leaders

    The spokesman who presented the case against Paul before the governor Felix.

    Citado en la guía: Acts 24:1; Acts 24:2

Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 24:11; Hechos 23:2; Hechos 23:24; Hechos 23:30; Hechos 21:27
  2. 2 Proverbios 29:5; Hechos 24:26–27; Proverbios 26:28; Judas 16; Salmo 12:2–3
  3. 3 Hechos 26:25; Hechos 23:26; Lucas 1:3
  4. 4 Hebreos 11:32
  5. 5 Hechos 28:22; Hechos 24:14; Hechos 26:5; Hechos 21:28; Hechos 15:5
  6. 6 Hechos 24:12; Juan 18:31; Hechos 19:37; Juan 19:7–8; Hechos 23:10–15
  7. 8 Hechos 25:15–16; Hechos 25:5; Hechos 23:30; Hechos 23:35
  8. 9 1 Tesalonicenses 2:16; Miqueas 7:2–3; Mateo 26:59–60; Salmo 4:2; Isaías 59:4–7
  9. 10 1 Pedro 3:15; 1 Samuel 2:25; Hechos 18:15; Lucas 18:2; Hechos 12:17
  10. 11 Hechos 24:1; Hechos 21:18; Hechos 23:23; Hechos 21:26–27; Hechos 22:30
  11. 12 Hechos 25:8; Hechos 24:18; Hechos 28:17; Hechos 24:5
  12. 13 Hechos 25:7; 1 Pedro 3:16
  13. 14 Hechos 9:2; Romanos 3:21; Hechos 3:13; Hechos 28:23; Hechos 24:5
  14. 15 Daniel 12:2; Juan 5:28–29; 1 Tesalonicenses 4:14–16; Apocalipsis 20:12–13; Job 19:25–26
  15. 16 1 Timoteo 1:5; Hechos 23:1; 2 Corintios 4:2; Hebreos 10:22; Romanos 2:15
  16. 17 Gálatas 2:10; Romanos 15:25–28; 1 Corintios 16:1–4; 2 Corintios 8:1–4; Hechos 11:29–30
  17. 18 Hechos 26:21; Hechos 21:26–30; Hechos 24:12
  18. 19 Hechos 23:30; Hechos 25:16
  19. 21 Hechos 23:6; Hechos 26:6–8; Hechos 4:2; Hechos 28:20
  20. 22 Hechos 24:6; Hechos 18:20; Deuteronomio 19:18; Hechos 26:3; Hechos 24:24
  21. 23 Hechos 27:3; Hechos 28:16; Proverbios 16:7; Hechos 24:26; Hechos 21:8–14
  22. 24 Hechos 20:21; Gálatas 2:16; Hechos 16:31; Lucas 19:3; 1 Juan 5:1
  23. 25 Juan 16:8; 1 Pedro 3:15; 2 Pedro 1:6; Hechos 10:42; Gálatas 5:23
  24. 26 1 Timoteo 6:9–10; Proverbios 17:23; Amós 2:6–7; 1 Samuel 12:3; 2 Pedro 2:14–15
  25. 27 Hechos 25:9; Hechos 25:14; Hechos 12:3; Marcos 15:15; Hechos 25:1

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 24:22 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily LI)

    See how much close investigation is made by the many in a long course of time, that it should not be said that the trial was hurried over. For, as the orator had made mention of Lysias, that he took "him away with violence, Felix," he says, "deferred them.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)