Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 3 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 επι το αυτο δε πετρος και ιωαννης ανεβαινον εις το ιερον επι την ωραν της προσευχης την ενατην.
1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
2 και τις ανηρ χωλος εκ κοιλιας μητρος αυτου υπαρχων εβασταζετο, ον ετιθουν καθ ημεραν προς την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εις το ιερον·
2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
3 ος ιδων πετρον και ιωαννην μελλοντας εισιεναι εις το ιερον ηρωτα ελεημοσυνην.
3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.
4 ατενισας δε πετρος εις αυτον συν τω ιωαννη ειπεν· βλεψον εις ημας.
4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς.
5 ο δε επειχεν αυτοις προσδοκων τι παρ αυτων λαβειν.
5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
6 ειπεν δε πετρος· αργυριον και χρυσιον ουχ υπαρχει μοι· ο δε εχω τουτο σοι διδωμι· εν τω ονοματι ιησου χριστου του ναζωραιου εγειρε και περιπατει.
6 εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει.
7 και πιασας αυτον της δεξιας χειρος ηγειρεν· παραχρημα δε εστερεωθησαν αυτου αι βασεις και τα σφυρα,
7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά,
8 και εξαλλομενος εστη και περιεπατει, και εισηλθεν συν αυτοις εις το ιερον περιπατων και αλλομενος και αινων τον θεον.
8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
9 και ειδεν αυτον πας ο λαος περιπατουντα και αινουντα τον θεον·
9 καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
10 επεγινωσκον τε αυτον οτι ουτος ην ο προς την ελεημοσυνην καθημενος επι τη ωραια πυλη του ιερου, και επλησθησαν θαμβους και εκστασεως επι τω συμβεβηκοτι αυτω.
10 ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 κρατουντος δε του ιαθεντος χωλου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος επι τη στοα τη καλουμενη σολομωντος εκθαμβοι.
11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
12 ιδων δε πετρος απεκρινατο προς τον λαον· ανδρες ισραηλιται, τι θαυμαζετε επι τουτω, η ημιν τι ατενιζετε ως ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον;
12 ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
13 ο θεος αβρααμ και ισαακ και ιακωβ, ο θεος των πατερων ημων, εδοξασεν τον παιδα αυτου ιησουν· ον υμεις μεν παρεδωκατε και ηρνησασθε αυτον κατα προσωπον πιλατου, κριναντος εκεινου απολυειν·
13 ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
14 υμεις δε τον αγιον και δικαιον ηρνησασθε, και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν,
14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 τον δε αρχηγον της ζωης απεκτεινατε, ον ο θεος ηγειρεν εκ νεκρων, ου ημεις μαρτυρες εσμεν.
15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 και επι τη πιστει του ονοματος αυτου τουτον, ον θεωρειτε και οιδατε, εστερεωσεν το ονομα αυτου, και η πιστις η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων.
16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 και νυν, αδελφοι, οιδα οτι κατα αγνοιαν επραξατε, ωσπερ και οι αρχοντες υμων·
17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
18 ο δε θεος α προκατηγγειλεν δια στοματος παντων των προφητων αυτου παθειν τον χριστον, επληρωσεν ουτως.
18 ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.
19 μετανοησατε ουν και επιστρεψατε εις το εξαλειφθηναι υμων τας αμαρτιας, οπως αν ελθωσιν καιροι αναψυξεως απο προσωπου του κυριου
19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
20 και αποστειλη τον προκεχειρισμενον υμιν χριστον ιησουν,
20 ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν Ἰησοῦν,
21 ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεως παντων ων ελαλησεν ο θεος δια στοματος [παντων] αγιων αυτου προφητων απ αιωνος.
21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος [πάντων] ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος.
22 μωυσης μεν γαρ προς τους πατερας ειπεν οτι προφητην υμιν αναστησει κυριος ο θεος υμων εκ των αδελφων υμων ως εμε· αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας.
22 Μωϋσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 εσται δε πασα ψυχη, ητις εαν μη ακουση του προφητου εκεινου, εξολοθρευθησεται εκ του λαου.
23 ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 και παντες δε οι προφηται απο σαμουηλ και των καθεξης οσοι ελαλησαν, και κατηγγειλαν τας ημερας ταυτας.
24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
25 υμεις εστε υιοι των προφητων και της διαθηκης ης διεθετο ο θεος προς τους πατερας ημων, λεγων προς αβρααμ· και εν τω σπερματι σου ενευλογηθησονται πασαι αι πατριαι της γης.
25 ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 υμιν πρωτον ο θεος αναστησας τον παιδα αυτου ιησουν απεστειλεν αυτον ευλογουντα υμας εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων.
26 ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
Referencias cruzadas (24)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Salmo 55:17; Hechos 10:3; Hechos 4:13; Lucas 1:10; Lucas 24:53
  2. 2 Hechos 14:8; Juan 9:8; Lucas 16:20; Hechos 10:31; Lucas 18:35
  3. 4 Hechos 14:9–10; Juan 11:40; Lucas 4:20; Hechos 3:12; Juan 5:6
  4. 6 Hechos 3:16; Hechos 10:38; Hechos 4:10; Hechos 9:34; Hechos 16:18
  5. 7 Marcos 1:31; Marcos 9:27; Hechos 9:41; Marcos 5:41; Lucas 13:13
  6. 8 Hechos 14:10; Isaías 35:6; Salmo 107:20–22; Salmo 103:1–2; Lucas 17:15–18
  7. 9 Hechos 4:21; Lucas 13:17; Hechos 4:16; Hechos 14:11; Marcos 2:11–12
  8. 10 Hechos 3:2; Juan 5:20; Lucas 9:43; Juan 9:3; Hechos 2:12
  9. 11 Hechos 5:12; Juan 10:23; Lucas 8:38; Lucas 22:8; Hechos 2:6
  10. 12 2 Corintios 3:5; Juan 3:27–28; Hechos 14:11–15; Génesis 41:16; Daniel 2:28–30
  11. 13 Mateo 22:32; Hechos 7:32; Juan 19:15; Lucas 23:16–23; Juan 19:12
  12. 14 Marcos 1:24; Hechos 7:52; 1 Pedro 3:18; Hechos 4:27; Lucas 23:18–19
  13. 15 Hechos 2:24; Apocalipsis 21:6; Hechos 2:32; 1 Corintios 15:45; Hebreos 2:10
  14. 16 Mateo 21:21–22; Hechos 14:9; Hechos 3:6; Marcos 16:17–18; Hechos 4:10
  15. 17 Lucas 23:34; Hechos 13:27; Juan 16:3; 1 Corintios 2:8; 1 Timoteo 1:13
  16. 18 Isaías 53:1–12; Hechos 2:23; Hechos 26:22–23; Isaías 50:6; Zacarías 12:10
  17. 19 Hechos 2:38; Isaías 44:22; Isaías 43:25; Isaías 1:16–20; Mateo 13:15
  18. 20 Apocalipsis 1:7; Lucas 19:11; 2 Tesalonicenses 2:8; 2 Tesalonicenses 2:2; Mateo 24:30–36
  19. 21 Romanos 8:21; Isaías 1:26; Hechos 1:11; Malaquías 4:5–6; Marcos 9:11–13
  20. 22 Deuteronomio 18:15–19; Hechos 7:37; Gálatas 4:4; Juan 1:17; Hebreos 5:9
  21. 23 Deuteronomio 18:19; Juan 12:48; Hebreos 10:39; Hebreos 10:28–30; Apocalipsis 20:15
  22. 24 Hechos 3:21; Lucas 24:27; 1 Samuel 3:20; Salmo 99:6; 1 Samuel 2:18
  23. 25 Génesis 22:18; Gálatas 3:8; 1 Crónicas 16:17; Hechos 2:39; Romanos 9:4–5
  24. 26 Mateo 1:21; Hechos 3:22; 1 Juan 3:5–8; Judas 24; Ezequiel 11:19–20

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 3:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily VIII)

    Everywhere we find these two Apostles in great harmony together. "To him Simon Peter beckoned." (John xiii. 24.) These two also "came together to the sepulchre. (Ib. xx. 3 et seq.) And concerning John, Peter said unto Christ, "And what shall this man do?" (Ib. xxi.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 3:15 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, at last, He came on to death itself, that He might be "the first-born from the dead, that in all things He might have the pre-eminence," the Prince of life, existing before all, and going before all.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 3:2–16 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VII — 25-36)

    … at the gate rose up at Peter's voice, and walked on his feet, so that men marvelled, Peter spoke to them to this effect, that it was not by his own power that he did this, but in the virtue of Him whom they slew. Many pricked in the heart said, "What shall we do?" For they saw themselves bound …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  4. Cita 3:12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXV)

    The whole people being in amazement, they said, "Why give heed to us, as though by our own power or authority we had made him to walk?" But the Lord, though He spake oftentimes many things modestly, and beneath His own glory, what saith He here, to establish the doctrine of them that were amazed at Him for His authority?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 3:21 Gregory of Nazianzus, Theological Orations (The Fourth Theological Oration, Which is the Second Concerning the Son)

    "He must reign," till such and such a time...and "be received by heaven until the time of restitution," and "have the seat at the Right Hand until the overthrow of His enemies." But after this?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)