Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 2 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και εν τω συμπληρουσθαι την ημεραν της πεντηκοστης ησαν απαντες ομοθυμαδον επι το αυτο.
1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
2 και εγενετο αφνω εκ του ουρανου ηχος ωσπερ φερομενης πνοης βιαιας, και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι·
2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι·
3 και ωφθησαν αυτοις διαμεριζομεναι γλωσσαι ωσει πυρος, εκαθισεν τε εφ ενα εκαστον αυτων,
3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν,
4 και επλησθησαν απαντες πνευματος αγιου, και ηρξαντο λαλειν ετεραις γλωσσαις καθως το πνευμα εδιδου αυτοις αποφθεγγεσθαι.
4 καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
5 ησαν δε εν ιερουσαλημ κατοικουντες ιουδαιοι, ανδρες ευλαβεις απο παντος εθνους των υπο τον ουρανον·
5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
6 γενομενης δε της φωνης ταυτης συνηλθεν το πληθος και συνεχυθη, οτι ηκουον εις εκαστος τη ιδια διαλεκτω λαλουντων αυτων.
6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7 εξισταντο δε παντες και εθαυμαζον λεγοντες προς αλληλους· ουκ ιδου παντες ουτοι εισιν οι λαλουντες γαλιλαιοι;
7 ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8 και πως ημεις ακουομεν εκαστος τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν,
8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,
9 παρθοι και μηδοι και ελαμιται, και οι κατοικουντες την μεσοποταμιαν, ιουδαιαν τε και καππαδοκιαν, ποντον και την ασιαν,
9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10 φρυγιαν τε και παμφυλιαν, αιγυπτον και τα μερη της λιβυης της κατα κυρηνην, και οι επιδημουντες ρωμαιοι, ιουδαιοι τε και προσηλυτοι,
10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,
11 κρητες και αραβες, ακουομεν λαλουντων αυτων ταις ημετεραις γλωσσαις τα μεγαλεια του θεου;
11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
12 εξισταντο δε παντες και διηπορουν, αλλος προς αλλον λεγοντες· τι αν θελοι τουτο ειναι;
12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί ἂν θέλοι τοῦτο εἶναι;
13 ετεροι δε χλευαζοντες ελεγον οτι γλευκους μεμεστωμενοι εισιν.
13 ἕτεροι δὲ χλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσί.
14 σταθεις δε πετρος συν τοις ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοις· ανδρες ιουδαιοι και οι κατοικουντες ιερουσαλημ απαντες, τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου.
14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 ου γαρ, ως υμεις υπολαμβανετε, ουτοι μεθυουσιν· εστιν γαρ ωρα τριτη της ημερας·
15 οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας·
16 αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ·
16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
17 και εσται εν ταις εσχαταις ημεραις, λεγει ο θεος, εκχεω απο του πνευματος μου επι πασαν σαρκα, και προφητευσουσιν οι υιοι υμων και αι θυγατερες υμων, και οι νεανισκοι υμων ορασεις οψονται, και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται·
17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται·
18 και γε επι τους δουλους μου και επι τας δουλας μου εν ταις ημεραις εκειναις εκχεω απο του πνευματος μου, και προφητευσουσιν.
18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι.
19 και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι της γης κατω, αιμα και πυρ και ατμιδα καπνου·
19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
20 ο ηλιος μεταστραφησεται εις σκοτος και η σεληνη εις αιμα πριν η ελθειν την ημεραν κυριου την μεγαλην και επιφανη.
20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21 και εσται πας ος αν επικαλεσηται το ονομα κυριου σωθησεται.
21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
22 ανδρες ισραηλιται, ακουσατε τους λογους τουτους. ιησουν τον ναζωραιον, ανδρα απο του θεου αποδεδειγμενον εις υμας δυναμεσιν και τερασιν και σημειοις οις εποιησεν δι αυτου ο θεος εν μεσω υμων, καθως και αυτοι οιδατε,
22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε,
23 τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον λαβοντες, δια χειρων ανομων προσπηξαντες ανειλετε·
23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε·
24 ον ο θεος ανεστησεν λυσας τας ωδινας του θανατου, καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου.
24 ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ.
25 δαυιδ γαρ λεγει εις αυτον· προωρωμην τον κυριον ενωπιον μου δια παντος, οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω.
25 Δαυῒδ γὰρ λέγει εἰς αὐτόν· προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
26 δια τουτο ευφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου, ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι,
26 διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι,
27 οτι ουκ εγκαταλειψεις την ψυχην μου εις αδου ουδε δωσεις τον οσιον σου ιδειν διαφθοραν.
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
28 εγνωρισας μοι οδους ζωης, πληρωσεις με ευφροσυνης μετα του προσωπου σου.
28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29 ανδρες αδελφοι, εξον ειπειν μετα παρρησιας προς υμας περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι της ημερας ταυτης.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυῒδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
30 προφητης ουν υπαρχων, και ειδως οτι ορκω ωμοσεν αυτω ο θεος εκ καρπου της οσφυος αυτου το κατα σαρκα αναστησειν τον χριστον καθισαι επι του θρονου αυτου,
30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ,
31 προιδων ελαλησεν περι της αναστασεως του χριστου οτι ου κατελειφθη η ψυχη αυτου εις αδου ουδε η σαρξ αυτου ειδεν διαφθοραν.
31 προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.
32 τουτον τον ιησουν ανεστησεν ο θεος, ου παντες ημεις εσμεν μαρτυρες.
32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
33 τη δεξια ουν του θεου υψωθεις, την τε επαγγελιαν του αγιου πνευματος λαβων παρα του πατρος, εξεχεεν τουτο ο νυν υμεις βλεπετε και ακουετε.
33 τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε.
34 ου γαρ δαυιδ ανεβη εις τους ουρανους, λεγει δε αυτος· ειπεν ο κυριος τω κυριω μου, καθου εκ δεξιων μου
34 οὐ γὰρ Δαυῒδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
35 εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
36 ασφαλως ουν γινωσκετω πας οικος ισραηλ οτι και κυριον και χριστον αυτον ο θεος εποιησεν, τουτον τον ιησουν ον υμεις εσταυρωσατε.
36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 ακουσαντες δε κατενυγησαν τη καρδια, ειπον τε προς τον πετρον και τους λοιπους αποστολους· τι ποιησομεν, ανδρες αδελφοι;
37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσομεν, ἄνδρες ἀδελφοί;
38 πετρος δε εφη προς αυτους· μετανοησατε, και βαπτισθητω εκαστος υμων επι τω ονοματι ιησου χριστου εις αφεσιν αμαρτιων, και ληψεσθε την δωρεαν του αγιου πνευματος.
38 Πέτρος δὲ ἔφη πρὸς αὐτούς· μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
39 υμιν γαρ εστιν η επαγγελια και τοις τεκνοις υμων και πασιν τοις εις μακραν, οσους αν προσκαλεσηται κυριος ο θεος ημων.
39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.
40 ετεροις τε λογοις πλειοσιν διεμαρτυρετο και παρεκαλει λεγων· σωθητε απο της γενεας της σκολιας ταυτης.
40 ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων· σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
41 οι μεν ουν ασμενως αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν, και προσετεθησαν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι.
41 οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 ησαν δε προσκαρτερουντες τη διδαχη των αποστολων και τη κοινωνια και τη κλασει του αρτου και ταις προσευχαις.
42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 εγενετο δε παση ψυχη φοβος, πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο.
43 Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 παντες δε οι πιστευοντες ησαν επι το αυτο και ειχον απαντα κοινα,
44 πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά,
45 και τα κτηματα και τας υπαρξεις επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τις χρειαν ειχεν·
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσι καθότι ἄν τις χρείαν εἶχε·
46 καθ ημεραν τε προσκαρτερουντες ομοθυμαδον εν τω ιερω, κλωντες τε κατ οικον αρτον, μετελαμβανον τροφης εν αγαλλιασει και αφελοτητι καρδιας,
46 καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
47 αινουντες τον θεον και εχοντες χαριν προς ολον τον λαον. ο δε κυριος προσετιθει τους σωζομενους καθ ημεραν τη εκκλησια.
47 αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν τῇ ἐκκλησίᾳ.
Referencias cruzadas (46)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Romanos 15:6; Filipenses 2:2; Hechos 1:13–15; Filipenses 1:27; 1 Corintios 16:8
  2. 2 Hechos 4:31; 1 Reyes 19:11; Juan 3:8; Salmo 18:10; Hechos 16:25–26
  3. 3 Mateo 3:11; Juan 1:32–33; Jeremías 23:29; Hechos 2:4; Isaías 11:2–3
  4. 4 Marcos 16:17; Hechos 13:52; Hechos 4:31; Efesios 5:18; 1 Corintios 12:10
  5. 5 Hechos 8:2; Lucas 2:25; Colosenses 1:23; Hechos 8:27; Juan 12:20
  6. 6 Hechos 3:11; Mateo 2:3; 2 Corintios 2:12; 1 Corintios 16:9; Hechos 2:2
  7. 7 Hechos 2:12; Hechos 1:11; Hechos 14:11–12; Juan 7:52; Marcos 1:27
  8. 9 1 Pedro 1:1; Apocalipsis 1:4; Hechos 16:6; Hechos 18:2; 2 Timoteo 1:15
  9. 10 Zacarías 8:23; Hechos 16:6; Hechos 15:38; Hechos 13:43; Hechos 18:23
  10. 11 1 Corintios 12:10; Éxodo 15:11; Tito 1:12; Jeremías 25:24; Job 9:10
  11. 12 Hechos 17:20; Lucas 18:36; Lucas 15:26; Hechos 10:17; Hechos 2:7
  12. 13 1 Corintios 14:23; 1 Samuel 1:14; Zacarías 10:7; Hechos 2:15; Isaías 25:6
  13. 14 Isaías 51:7; Isaías 58:1; Isaías 52:8; Hechos 7:2; Hechos 5:35
  14. 15 1 Tesalonicenses 5:5–8; 1 Samuel 1:15
  15. 16 Joel 2:28–32
  16. 17 Joel 2:28–32; Isaías 44:3; Tito 3:4–6; Hechos 10:45; Juan 7:39
  17. 18 Colosenses 3:11; Gálatas 3:28; 1 Corintios 7:21–22; Hechos 21:10
  18. 19 Joel 2:30–31; Sofonías 1:14–18; Malaquías 4:1–6
  19. 20 2 Pedro 3:10; Amós 8:9; Mateo 24:29; 1 Tesalonicenses 5:2; Malaquías 4:5
  20. 21 Romanos 10:12–13; Joel 2:32; Salmo 86:5; Hechos 22:16; Hebreos 4:16
  21. 22 Juan 3:2; Juan 14:10–11; Hechos 4:10; Lucas 11:20; Mateo 12:28
  22. 23 Hechos 4:28; Génesis 50:20; Lucas 22:22; Hechos 3:18; Isaías 46:10–11
  23. 24 1 Corintios 6:14; Hechos 2:32; 1 Pedro 1:21; Colosenses 2:12; Romanos 8:11
  24. 25 Salmo 16:8–11; Isaías 41:13; Salmo 62:6; Salmo 109:31; Isaías 50:7–9
  25. 26 Salmo 16:9; Salmo 63:5; Salmo 71:23; Salmo 30:11
  26. 27 Salmo 16:10; Hechos 2:31; Apocalipsis 1:18; Apocalipsis 20:13; 1 Corintios 15:52
  27. 28 Salmo 16:11; Salmo 25:4; Salmo 21:6; Salmo 42:5; Salmo 17:15
  28. 29 Hechos 13:36; Nehemías 3:16; Hebreos 7:4; 1 Reyes 2:10; Hechos 7:8–9
  29. 30 Salmo 132:11–18; Salmo 89:3–4; Jeremías 33:14–15; 2 Samuel 7:11–16; 2 Samuel 23:2
  30. 31 Hechos 2:27; Salmo 16:10; Hechos 13:35; 1 Pedro 1:11–12
  31. 32 Hechos 3:15; Hechos 1:8; Hechos 1:22; Lucas 24:46–48; Hechos 4:33
  32. 33 Hechos 1:4; Hechos 5:31; Hechos 2:17; Juan 14:26; Juan 16:7–15
  33. 34 Salmo 110:1; Mateo 22:42–45; Hebreos 1:13; Efesios 1:22; Marcos 12:36
  34. 35 Romanos 16:20; Apocalipsis 19:19–20:3; Isaías 60:14; Isaías 59:18; Apocalipsis 20:8–15
  35. 36 Hechos 5:30–31; Romanos 14:8–12; 2 Corintios 5:10; Hechos 4:11–12; Ezequiel 34:30
  36. 37 Lucas 3:10; Hechos 22:10; Hechos 16:29–31; Hebreos 4:12–13; Lucas 3:14
  37. 38 Hechos 22:16; Marcos 16:16; Hechos 8:12; Lucas 24:47; Hechos 10:48
  38. 39 Isaías 44:3; Romanos 8:30; Joel 2:32; Génesis 17:7–8; Hechos 15:8
  39. 40 Filipenses 2:15; Deuteronomio 32:5; 1 Timoteo 4:16; 2 Corintios 6:17; Efesios 4:17
  40. 41 Hechos 4:4; Hechos 2:47; Hechos 16:31–34; Juan 14:12; Hechos 1:15
  41. 42 Hebreos 10:25; Hechos 1:14; 1 Juan 1:3; 1 Juan 1:7; Hechos 2:46
  42. 43 Lucas 7:16; Juan 14:12; Lucas 8:37; Marcos 16:17; Jeremías 33:9
  43. 44 Hechos 4:32; 1 Juan 3:16–18; 2 Corintios 8:14–15; Hechos 6:1–3; 2 Corintios 9:6–15
  44. 45 1 Juan 3:17; 1 Timoteo 6:18–19; Santiago 2:14–16; Hechos 4:34–5:2; Proverbios 19:17
  45. 46 Hechos 5:42; Hechos 2:42; Salmo 86:11; Hechos 20:7; 2 Corintios 1:12
  46. 47 Hechos 16:5; Hechos 5:13–14; Hechos 2:41; 1 Corintios 1:18; Hechos 2:39

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 2:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily IV)

    Dost thou perceive the type? What is this Pentecost? The time when the sickle was to be put to the harvest, and the ingathering was made. See now the reality, when the time was come to put in the sickle of the word: for here, as the sickle, keen-edged, came the Spirit down.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 2:24 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … of your faith, spoken of in days long gone by, endureth even until now, and bringeth forth fruit to our Lord Jesus Christ, who for our sins suffered even unto death, [but] "whom God raised from the dead, having loosed the bands of the grave." "In whom, though now ye see Him not, ye believe, and believing, rejoice with joy …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 2:22–27 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    … my right hand, lest I should be moved: therefore did my heart rejoice, and my tongue was glad; moreover also, my flesh shall rest in hope: because Thou wilt not leave my soul in hell, neither wilt Thou give Thy Holy One to see corruption." Then he proceeds to speak confidently to them concerning the patriarch David, that he was …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 2:3 Augustine of Hippo, Confessions (Book XIII, Chapters XVI–XIX)

    … were) saying, "Let there be lights in the firmament of the heaven." There came suddenly a sound from heaven, as it had been the rushing of a mighty wind, and there appeared cloven tongues like as of fire, and it sat upon each of them. And there were made lights in the firmament of heaven, having the word of life.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 2:34 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily VII)

    And the testimony too, which was produced after the ascension, manifests His equality with the Father; thus saying, "The Lord said unto my Lord, Sit Thou on my right hand." And Isaiah too saith, "He that riseth up to rule over the Gentiles, in Him shall the Gentiles trust." But how saith he that Bethlehem is "not the least among …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)