PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον πιλατον. 1 The whole company of them rose up and brought him before Pilate.
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
2 ηρξαντο δε κατηγορειν αυτου λεγοντες· τουτον ευρομεν διαστρεφοντα το εθνος και κωλυοντα καισαρι φορους διδοναι, λεγοντα εαυτον χριστον βασιλεα ειναι. 2 They began to accuse him, saying, “We found this man perverting the nation, forbidding paying taxes to Caesar, and saying that he himself is Christ, a king.”
2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
3 ο δε πιλατος επηρωτησεν αυτον λεγων· συ ει ο βασιλευς των ιουδαιων; ο δε αποκριθεις αυτω εφη· συ λεγεις. 3 Pilate asked him, “Are you the King of the Jews?” He answered him, “So you say.”
3 ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.
4 ο δε πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους οτι ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω. 4 Pilate said to the chief priests and the multitudes, “I find no basis for a charge against this man.”
4 ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
5 οι δε επισχυον λεγοντες οτι ανασειει τον λαον διδασκων καθ ολης της ιουδαιας, αρξαμενος απο της γαλιλαιας εως ωδε. 5 But they insisted, saying, “He stirs up the people, teaching throughout all Judea, beginning from Galilee even to this place.”
5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6 πιλατος δε ακουσας γαλιλαιαν επηρωτησεν ει ο ανθρωπος γαλιλαιος εστιν, 6 But when Pilate heard Galilee mentioned, he asked if the man was a Galilean.
6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι,
7 και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν, ανεπεμψεν αυτον προς ηρωδην, οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις. 7 When he found out that he was in Herod’s jurisdiction, he sent him to Herod, who was also in Jerusalem during those days.
7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν· ην γαρ εξ ικανου θελων ιδειν αυτον δια το ακουειν αυτον πολλα περι αυτου, και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον. 8 Now when Herod saw Jesus, he was exceedingly glad, for he had wanted to see him for a long time, because he had heard many things about him. He hoped to see some miracle done by him.
8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.
9 επηρωτα δε αυτον εν λογοις ικανοις· αυτος δε ουδεν απεκρινατο αυτω. 9 He questioned him with many words, but he gave no answers.
9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
10 ειστηκεισαν δε οι γραμματεις και οι αρχιερεις ευτονως κατηγορουντες αυτου. 10 The chief priests and the scribes stood, vehemently accusing him.
10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
11 εξουθενησας δε αυτον ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας, περιβαλων αυτον εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω. 11 Herod with his soldiers humiliated him and mocked him. Dressing him in luxurious clothing, they sent him back to Pilate.
11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
12 εγενοντο δε φιλοι ο τε ηρωδης και ο πιλατος εν αυτη τη ημερα μετ αλληλων· προυπηρχον γαρ εν εχθρα οντες προς εαυτους. 12 Herod and Pilate became friends with each other that very day, for before that they were enemies with each other.
12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.
13 πιλατος δε συγκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον 13 Pilate called together the chief priests, the rulers, and the people,
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
14 ειπεν προς αυτους· προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον, και ιδου εγω ενωπιον υμων ανακρινας ουδεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου. 14 and said to them, “You brought this man to me as one that perverts the people, and behold, having examined him before you, I found no basis for a charge against this man concerning those things of which you accuse him.
14 εἶπε πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ.
15 αλλ ουδε ηρωδης· ανεπεμψα γαρ υμας προς αυτον· και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω. 15 Neither has Herod, for I sent you to him, and see, nothing worthy of death has been done by him.
15 ἀλλ᾽ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.
16 παιδευσας ουν αυτον απολυσω. 16 I will therefore chastise him and release him.”
16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
17 αναγκην δε ειχεν απολυειν αυτοις κατα εορτην ενα. 17 Now he had to release one prisoner to them at the feast.
17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
18 ανεκραξαν δε παμπληθει λεγοντες· αιρε τουτον, απολυσον δε ημιν βαραββαν· 18 But they all cried out together, saying, “Away with this man! Release to us Barabbas!”—
18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν·
19 οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βεβλημενος εις την φυλακην. 19 one who was thrown into prison for a certain revolt in the city, and for murder.
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακήν.
20 παλιν ουν ο πιλατος προσεφωνησεν, θελων απολυσαι τον ιησουν. 20 Then Pilate spoke to them again, wanting to release Jesus,
20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 οι δε επεφωνουν λεγοντες· σταυρωσον σταυρωσον αυτον. 21 but they shouted, saying, “Crucify! Crucify him!”
21 οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν.
22 ο δε τριτον ειπεν προς αυτους· τι γαρ κακον εποιησεν ουτος; ουδεν αξιον θανατου ευρον εν αυτω· παιδευσας ουν αυτον απολυσω. 22 He said to them the third time, “Why? What evil has this man done? I have found no capital crime in him. I will therefore chastise him and release him.”
22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
23 οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι, και κατισχυον αι φωναι αυτων και των αρχιερεων. 23 But they were urgent with loud voices, asking that he might be crucified. Their voices and the voices of the chief priests prevailed.
23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων.
24 ο δε πιλατος επεκρινεν γενεσθαι το αιτημα αυτων, 24 Pilate decreed that what they asked for should be done.
24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν,
25 απελυσεν δε αυτοις τον βαραββαν τον δια στασιν και φονον βεβλημενον εις την φυλακην, ον ητουντο, τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων. 25 He released him who had been thrown into prison for insurrection and murder, for whom they asked, but he delivered Jesus up to their will.
25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
26 και ως απηγαγον αυτον, επιλαβομενοι σιμωνος τινος κυρηναιου, ερχομενου απ αγρου, επεθηκαν αυτω τον σταυρον φερειν οπισω του ιησου. 26 When they led him away, they grabbed one Simon of Cyrene, coming from the country, and laid the cross on him to carry it after Jesus.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ.
27 ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων, αι και εκοπτοντο και εθρηνουν αυτον. 27 A great multitude of the people followed him, including women who also mourned and lamented him.
27 ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 στραφεις δε προς αυτας ο ιησους ειπεν· θυγατερες ιερουσαλημ, μη κλαιετε επ εμε, πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων. 28 But Jesus, turning to them, said, “Daughters of Jerusalem, don’t weep for me, but weep for yourselves and for your children.
28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
29 οτι ιδου ερχονται ημεραι εν αις ερουσιν· μακαριαι αι στειραι και κοιλιαι αι ουκ εγεννησαν, και μαστοι οι ουκ εθηλασαν. 29 For behold, the days are coming in which they will say, ‘Blessed are the barren, the wombs that never bore, and the breasts that never nursed.’
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.
30 τοτε αρξονται λεγειν τοις ορεσιν, πεσετε εφ ημας, και τοις βουνοις, καλυψατε ημας· 30 Then they will begin to tell the mountains, ‘Fall on us!’ and tell the hills, ‘Cover us.’
30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς·
31 οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν, εν τω ξηρω τι γενηται; 31 For if they do these things in the green tree, what will be done in the dry?”
31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 ηγοντο δε και ετεροι δυο κακουργοι συν αυτω αναιρεθηναι. 32 There were also others, two criminals, led with him to be put to death.
32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
33 και οτε απηλθον επι τον τοπον τον καλουμενον κρανιον, εκει εσταυρωσαν αυτον και τους κακουργους, ον μεν εκ δεξιων ον δε εξ αριστερων. 33 When they came to the place that is called “The Skull”, they crucified him there with the criminals, one on the right and the other on the left.
33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
34 ο δε ιησους ελεγεν· πατερ, αφες αυτοις· ου γαρ οιδασιν τι ποιουσιν. διαμεριζομενοι δε τα ιματια αυτου εβαλλον κληρον. 34 Jesus said, “Father, forgive them, for they don’t know what they are doing.” Dividing his garments among them, they cast lots.
34 ὁ δὲ Ἰησοῦς ἔλεγε· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλλον κλῆρον.
35 και ειστηκει ο λαος θεωρων. εξεμυκτηριζον δε και οι αρχοντες συν αυτοις λεγοντες· αλλους εσωσεν, σωσατω εαυτον, ει ουτος εστιν ο χριστος ο του θεου εκλεκτος. 35 The people stood watching. The rulers with them also scoffed at him, saying, “He saved others. Let him save himself, if this is the Christ of God, his chosen one!”
35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες· ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ ἐκλεκτός.
36 ενεπαιζον δε αυτω και οι στρατιωται προσερχομενοι και οξος προσφεροντες αυτω 36 The soldiers also mocked him, coming to him and offering him vinegar,
36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
37 και λεγοντες· ει συ ει ο βασιλευς των ιουδαιων, σωσον σεαυτον. 37 and saying, “If you are the King of the Jews, save yourself!”
37 καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
38 ην δε και επιγραφη γεγραμμενη επ αυτω γραμμασιν ελληνικοις και ρωμαικοις και εβραικοις· ουτος εστιν ο βασιλευς των ιουδαιων. 38 An inscription was also written over him in letters of Greek, Latin, and Hebrew: “THIS IS THE KING OF THE JEWS.”
38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς· οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.
39 εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων· ει συ ει ο χριστος, σωσον σεαυτον και ημας. 39 One of the criminals who was hanged insulted him, saying, “If you are the Christ, save yourself and us!”
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 αποκριθεις δε ο ετερος επετιμα αυτω λεγων· ουδε φοβη συ τον θεον, οτι εν τω αυτω κριματι ει; 40 But the other answered, and rebuking him said, “Don’t you even fear God, seeing you are under the same condemnation?
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 και ημεις μεν δικαιως· αξια γαρ ων επραξαμεν απολαμβανομεν· ουτος δε ουδεν ατοπον επραξεν. 41 And we indeed justly, for we receive the due reward for our deeds, but this man has done nothing wrong.”
41 καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
42 και ελεγεν τω ιησου· μνησθητι μου, κυριε, οταν ελθης εν τη βασιλεια σου. 42 He said to Jesus, “Lord, remember me when you come into your Kingdom.”
42 καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
43 και ειπεν αυτω ο ιησους· αμην λεγω σοι, σημερον μετ εμου εση εν τω παραδεισω. 43 Jesus said to him, “Assuredly I tell you, today you will be with me in Paradise.”
43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 ην δε ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης, 44 It was now about the sixth hour, and darkness came over the whole land until the ninth hour.
44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλείποντος,
45 του ηλιου εκλειποντος, και εσχισθη το καταπετασμα του ναου μεσον· 45 The sun was darkened, and the veil of the temple was torn in two.
45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον·
46 και φωνησας φωνη μεγαλη ο ιησους ειπεν· πατερ, εις χειρας σου παρατιθεμαι το πνευμα μου· και ταυτα ειπων εξεπνευσεν. 46 Jesus, crying with a loud voice, said, “Father, into your hands I commit my spirit!” Having said this, he breathed his last.
46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
47 ιδων δε ο εκατονταρχος το γενομενον εδοξασεν τον θεον λεγων· οντως ο ανθρωπος ουτος δικαιος ην. 47 When the centurion saw what was done, he glorified God, saying, “Certainly this was a righteous man.”
47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
48 και παντες οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην, θεωρουντες τα γενομενα, τυπτοντες εαυτων τα στηθη υπεστρεφον. 48 All the multitudes that came together to see this, when they saw the things that were done, returned home beating their chests.
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
49 ειστηκεισαν δε παντες οι γνωστοι αυτου απο μακροθεν, και γυναικες αι συνακολουθησασαι αυτω απο της γαλιλαιας, ορωσαι ταυτα. 49 All his acquaintances and the women who followed with him from Galilee stood at a distance, watching these things.
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 και ιδου ανηρ ονοματι ιωσηφ, βουλευτης υπαρχων και ανηρ αγαθος και δικαιος— 50 Behold, there was a man named Joseph, who was a member of the council, a good and righteous man
50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος —
51 ουτος ουκ ην συγκατατεθειμενος τη βουλη και τη πραξει αυτων— απο αριμαθαιας πολεως των ιουδαιων, ος προσεδεχετο και αυτος την βασιλειαν του θεου, 51 (he had not consented to their counsel and deed), from Arimathaea, a city of the Jews, who was also waiting for God’s Kingdom.
51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν — ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ,
52 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου, 52 This man went to Pilate, and asked for Jesus’ body.
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
53 και καθελων αυτο ενετυλιξεν σινδονι και εθηκεν αυτο εν μνηματι λαξευτω, ου ουκ ην ουδεις ουδεπω κειμενος· 53 He took it down and wrapped it in a linen cloth, and laid him in a tomb that was cut in stone, where no one had ever been laid.
53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος·
54 και ημερα ην παρασκευη, σαββατον επεφωσκεν. 54 It was the day of the Preparation, and the Sabbath was drawing near.
54 καὶ ἡμέρα ἦν παρασκευή, σάββατον ἐπέφωσκε.
55 κατακολουθησασαι δε αι γυναικες, αιτινες ησαν συνεληλυθυιαι αυτω εκ της γαλιλαιας, εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου, 55 The women who had come with him out of Galilee followed after, and saw the tomb and how his body was laid.
55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
56 υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα. και το μεν σαββατον ησυχασαν κατα την εντολην. 56 They returned and prepared spices and ointments. On the Sabbath they rested according to the commandment.
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.