Saltar al texto

Marcos · Texto Patriarcal (Antoniades 1904/1912)

Marcos 5 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και ηλθον εις το περαν της θαλασσης εις την χωραν των γεργεσηνων.
1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν.
2 και εξελθοντος αυτου εκ του πλοιου ευθεως απηντησεν αυτω εκ των μνημειων ανθρωπος εν πνευματι ακαθαρτω,
2 καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3 ος την κατοικησιν ειχεν εν τοις μνημασιν, και ουτε αλυσεσιν ουδεις ηδυνατο αυτον δησαι,
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι,
4 δια το αυτον πολλακις πεδαις και αλυσεσιν δεδεσθαι, και διεσπασθαι υπ αυτου τας αλυσεις και τας πεδας συντετριφθαι, και ουδεις ισχυεν αυτον δαμασαι·
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
5 και δια παντος νυκτος και ημερας εν τοις μνημασιν και εν τοις ορεσιν ην κραζων και κατακοπτων εαυτον λιθοις.
5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
6 ιδων δε τον ιησουν [απο] μακροθεν εδραμεν και προσεκυνησεν αυτον,
6 ἰδὼν δὲ τὸν Ἰησοῦν [ἀπὸ] μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν,
7 και κραξας φωνη μεγαλη λεγει· τι εμοι και σοι, ιησου, υιε του θεου του υψιστου; ορκιζω σε τον θεον, μη με βασανισης.
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
8 ελεγεν γαρ αυτω· εξελθε το πνευμα το ακαθαρτον εκ του ανθρωπου.
8 ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9 και επηρωτα αυτον· τι ονομα σοι; και απεκριθη λεγων· λεγεων ονομα μοι, οτι πολλοι εσμεν.
9 καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
10 και παρεκαλει αυτον πολλα ινα μη αποστειλη αυτους εξω της χωρας.
10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας.
11 ην δε εκει αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει·
11 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει·
12 και παρεκαλεσαν αυτον παντες οι δαιμονες λεγοντες· πεμψον ημας εις τους χοιρους, ινα εις αυτους εισελθωμεν.
12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
13 και επετρεψεν αυτοις ευθεως ο ιησους. και εξελθοντα τα πνευματα τα ακαθαρτα εισηλθον εις τους χοιρους· και ωρμησεν η αγελη κατα του κρημνου εις την θαλασσαν· ησαν δε ως δισχιλιοι· και επνιγοντο εν τη θαλασση.
13 καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14 και οι βοσκοντες τους χοιρους εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους· και εξηλθον ιδειν τι εστιν το γεγονος.
14 καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός.
15 και ερχονται προς τον ιησουν, και θεωρουσιν τον δαιμονιζομενον καθημενον και ιματισμενον και σωφρονουντα, τον εσχηκοτα τον λεγεωνα, και εφοβηθησαν.
15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.
16 και διηγησαντο αυτοις οι ιδοντες πως εγενετο τω δαιμονιζομενω και περι των χοιρων.
16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
17 και ηρξαντο παρακαλειν αυτον απελθειν απο των οριων αυτων.
17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
18 και εμβαινοντος αυτου εις το πλοιον παρεκαλει αυτον ο δαιμονισθεις ινα μετ αυτου η.
18 καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ.
19 και ουκ αφηκεν αυτον, αλλα λεγει αυτω· υπαγε εις τον οικον σου προς τους σους και αναγγειλον αυτοις οσα σοι ο κυριος πεποιηκεν και ηλεησεν σε.
19 καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε.
20 και απηλθεν και ηρξατο κηρυσσειν εν τη δεκαπολει οσα εποιησεν αυτω ο ιησους, και παντες εθαυμαζον.
20 καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21 και διαπερασαντος του ιησου εν τω πλοιω παλιν εις το περαν συνηχθη οχλος πολυς επ αυτον, και ην παρα την θαλασσαν.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
22 και ερχεται εις των αρχισυναγωγων, ονοματι ιαειρος, και ιδων αυτον πιπτει προς τους ποδας αυτου
22 Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
23 και παρεκαλει αυτον πολλα, λεγων οτι το θυγατριον μου εσχατως εχει, ινα ελθων επιθης αυτη τας χειρας, οπως σωθη και ζησεται.
23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται.
24 και απηλθεν μετ αυτου· και ηκολουθει αυτω οχλος πολυς, και συνεθλιβον αυτον.
24 καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25 και γυνη τις ουσα εν ρυσει αιματος ετη δωδεκα,
25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,
26 και πολλα παθουσα υπο πολλων ιατρων και δαπανησασα τα παρ εαυτης παντα, και μηδεν ωφεληθεισα, αλλα μαλλον εις το χειρον ελθουσα,
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
27 ακουσασα περι του ιησου, ελθουσα εν τω οχλω οπισθεν ηψατο του ιματιου αυτου·
27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
28 ελεγεν γαρ εν εαυτη οτι εαν αψωμαι καν των ιματιων αυτου, σωθησομαι.
28 ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι.
29 και ευθεως εξηρανθη η πηγη του αιματος αυτης, και εγνω τω σωματι οτι ιαται απο της μαστιγος.
29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
30 και ευθεως ο ιησους επιγνους εν εαυτω την εξ αυτου δυναμιν εξελθουσαν, επιστραφεις εν τω οχλω ελεγεν· τις μου ηψατο των ιματιων;
30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων;
31 και ελεγον αυτω οι μαθηται αυτου· βλεπεις τον οχλον συνθλιβοντα σε, και λεγεις τις μου ηψατο;
31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο;
32 και περιεβλεπετο ιδειν την τουτο ποιησασαν.
32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
33 η δε γυνη φοβηθεισα και τρεμουσα, ειδυια ο γεγονεν επ αυτη, ηλθεν και προσεπεσεν αυτω και ειπεν αυτω πασαν την αληθειαν.
33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34 ο δε ειπεν αυτη· θυγατερ, η πιστις σου σεσωκεν σε· υπαγε εις ειρηνην, και ισθι υγιης απο της μαστιγος σου.
34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 ετι αυτου λαλουντος ερχονται απο του αρχισυναγωγου λεγοντες οτι η θυγατηρ σου απεθανεν· τι ετι σκυλλεις τον διδασκαλον;
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
36 ο δε ιησους ευθεως ακουσας τον λογον λαλουμενον λεγει τω αρχισυναγωγω· μη φοβου, μονον πιστευε.
36 ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε.
37 και ουκ αφηκεν αυτω ουδενα συνακολουθησαι ει μη πετρον και ιακωβον και ιωαννην τον αδελφον ιακωβου.
37 καὶ οὐκ ἀφῆκεν αὑτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
38 και ερχεται εις τον οικον του αρχισυναγωγου, και θεωρει θορυβον, [και] κλαιοντας και αλαλαζοντας πολλα,
38 καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, [καὶ] κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
39 και εισελθων λεγει αυτοις· τι θορυβεισθε και κλαιετε; το παιδιον ουκ απεθανεν, αλλα καθευδει.
39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
40 και κατεγελων αυτου. ο δε εκβαλων παντας παραλαμβανει τον πατερα του παιδιου και την μητερα και τους μετ αυτου, και εισπορευεται οπου ην το παιδιον ανακειμενον,
40 ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον,
41 και κρατησας της χειρος του παιδιου λεγει αυτη· ταλιθα, κουμι· ο εστιν μεθερμηνευομενον, το κορασιον, σοι λεγω, εγειρε.
41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
42 και ευθεως ανεστη το κορασιον και περιεπατει· ην γαρ ετων δωδεκα. και εξεστησαν εκστασει μεγαλη.
42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ.
43 και διεστειλατο αυτοις πολλα ινα μηδεις γνω τουτο· και ειπεν δοθηναι αυτη φαγειν.
43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Jairus

    Synagogue leader

    A synagogue leader who fell at Jesus' feet and begged Him to come heal his daughter, who was raised from death.

    Citado en la guía: Mark 5:22; Luke 8:41

Referencias cruzadas (40)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 8:26–39; Mateo 8:28–34; Marcos 4:35
  2. 2 Marcos 1:23; Isaías 65:4; Marcos 5:8; Lucas 9:42; Marcos 1:26
  3. 3 Isaías 65:4; Lucas 8:29; Daniel 4:32–33; Marcos 9:18–22
  4. 4 Santiago 3:7–8
  5. 5 1 Reyes 18:28; Job 2:7–8; Juan 8:44
  6. 6 Santiago 2:19; Salmo 66:3; Lucas 4:41; Salmo 72:9; Hechos 16:17
  7. 7 Mateo 8:29; Hechos 16:17; Mateo 26:63; Judas 6; Mateo 4:3
  8. 8 Hechos 16:18; Marcos 9:25–26; Marcos 1:25
  9. 9 Lucas 8:30; Marcos 5:15; Mateo 26:53; Lucas 11:21–26; Mateo 12:45
  10. 10 Marcos 3:22; Marcos 5:13
  11. 11 Isaías 66:3; Levítico 11:7–8; Deuteronomio 14:8; Mateo 8:30; Lucas 8:32
  12. 12 1 Pedro 5:8; 2 Corintios 2:11; Lucas 22:31–32; Job 1:10–12; Job 2:5
  13. 13 Job 2:6; 1 Pedro 3:22; 1 Reyes 22:22; Juan 8:44; Mateo 8:32
  14. 14 Lucas 8:34; Mateo 8:33
  15. 15 Colosenses 1:13; 2 Timoteo 1:7; 1 Samuel 6:20–21; Marcos 5:9; Isaías 49:24–25
  16. 17 Mateo 8:34; Marcos 1:24; Lucas 8:37; Génesis 26:16; Marcos 5:7
  17. 18 Lucas 8:38–39; Filipenses 1:23–24; Marcos 5:17; Salmo 116:12; Marcos 5:7
  18. 19 Salmo 66:16; Juan 4:29; Daniel 6:25–27; Daniel 4:1–3; Isaías 38:9–20
  19. 20 Mateo 4:25; Marcos 7:31
  20. 21 Mateo 9:1; Marcos 4:1; Lucas 8:40
  21. 22 Lucas 13:14; Hechos 13:15; Hechos 18:8; Hechos 18:17; Marcos 5:35–36
  22. 23 Lucas 13:13; Marcos 16:18; Lucas 4:40; Hechos 28:8; Marcos 7:32
  23. 24 Marcos 5:31; Marcos 3:9–10; Marcos 3:20; Lucas 7:6; Lucas 8:45
  24. 25 Levítico 15:25–27; Lucas 8:43–44; Mateo 9:20–22; Levítico 15:19–20; Juan 5:5–6
  25. 26 Jeremías 30:12–13; Job 13:4; Salmo 108:12; Jeremías 8:22; Jeremías 51:8
  26. 27 Hechos 19:12; Hechos 5:15; Mateo 14:36; Marcos 6:56; 2 Reyes 13:21
  27. 29 Marcos 5:34; Salmo 103:3; Salmo 30:2; Marcos 3:10; Salmo 147:3
  28. 30 Lucas 6:19; Lucas 8:46; Lucas 5:17; 1 Pedro 2:9
  29. 31 Lucas 8:45; Lucas 9:12
  30. 33 Lucas 8:47; Lucas 1:12; Salmo 116:12–14; Salmo 30:2; Lucas 1:29
  31. 34 Lucas 8:48; Mateo 9:22; Lucas 7:50; Lucas 18:42; Marcos 5:29
  32. 35 Lucas 8:49; Juan 11:39; Marcos 10:17; Lucas 7:6–7; Juan 5:25
  33. 36 Lucas 8:50; Mateo 9:28–29; Juan 11:40; Marcos 9:23; Romanos 4:18–24
  34. 37 Marcos 14:33; Hechos 9:40; 2 Corintios 13:1; Marcos 9:2; Lucas 8:51
  35. 38 Mateo 9:23–24; Lucas 8:52–53; Jeremías 9:17–20; Marcos 5:22; Mateo 11:17
  36. 39 Hechos 20:10; 1 Tesalonicenses 5:10; Daniel 12:2; 1 Corintios 11:30; 1 Tesalonicenses 4:13–14
  37. 40 Nehemías 2:19; Mateo 7:6; Job 12:4; Lucas 16:14; Lucas 8:53–54
  38. 41 Marcos 1:31; Lucas 7:14–15; Juan 5:28–29; Lucas 8:54–55; Juan 11:43–44
  39. 42 Marcos 1:27; Hechos 3:10–13; Marcos 6:51; Marcos 4:41; Marcos 7:37
  40. 43 Mateo 8:4; Marcos 7:36; Marcos 1:43; Mateo 9:30; Lucas 8:56

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 5:31 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    For after she had been thus afflicted during twelve years, she was healed by the advent of the Saviour, when she had touched the border of His garment; and on this account the Saviour said, "Who touched me?" --teaching his disciples the mystery which had occurred among the Æons, and the healing of that Æon who had been involved in …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 5:35 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVIII)

    And as He is going, it is announced that she is dead; and as though He would now be only wearying Himself in vain, word was brought to her father, "Thy daughter is dead, why weariest thou the Master any further?" But He went on, and said to the father of the damsel, "Be not afraid, only believe." He comes …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 5:35 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXI)

    With this view He both walks more leisurely, and discourses more with the woman; that He might give time for the damsel to die, and for those to come, who told of it, and said, "Trouble not the Master." This again surely the evangelist obscurely signifies, when he saith, "While He yet spake, there came from the house certain which …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 5:36 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVIII)

    … as though He would now be only wearying Himself in vain, word was brought to her father, "Thy daughter is dead, why weariest thou the Master any further?" But He went on, and said to the father of the damsel, "Be not afraid, only believe." He comes to the house, and finds the customary funeral obsequies already prepared, and He …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Cita 5:39 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVIII)

    … But He went on, and said to the father of the damsel, "Be not afraid, only believe." He comes to the house, and finds the customary funeral obsequies already prepared, and He says to them, "Weep not, for the damsel is not dead, but sleepeth." He spake the truth; she was asleep; asleep, that is, in respect of Him, by …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)