1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. 2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· 3 ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδόν, καὶ ἦλθον τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό· 5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· 7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε· 8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 9 καὶ ἔλεγεν αὐτοῖς· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 10 Ὅτε δὲ ἐγένετο κατὰ μόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν. 11 καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα. 13 καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν. 16 καὶ οὗτοι ὁμοίως εἰσὶν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται. 18 καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες, 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 21 Καὶ ἔλεγεν αὐτοῖς· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; 22 οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. 24 Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. 25 ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 26 Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. 30 Καὶ ἔλεγε· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν; 31 ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μείζων πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν, 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον· κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα. 35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ᾽ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. 38 καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Marcos · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Marcos 4 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Lugares
Sea of Galilee
This harp-shaped lake (~13 miles long) lies in the Jordan Rift Valley. Cool air dropping onto the warm water spawns sudden storms — the setting of several Gospel miracles.
Citado en la guía: Matthew 4:18; Mark 4:39; John 21:1
Referencias cruzadas (41)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Marcos 2:13; Lucas 5:1–3; Lucas 8:4–10; Mateo 13:1–15; Marcos 3:7
- 2 Mateo 13:34–35; Marcos 3:23; Marcos 4:11; Mateo 13:10; Mateo 13:3
- 3 Santiago 2:5; 1 Corintios 3:6–9; Juan 4:35–38; Mateo 13:26; Marcos 4:26–29
- 4 Mateo 13:19; Marcos 4:15; Mateo 13:4; Lucas 8:12; Génesis 15:11
- 5 Ezequiel 36:26; Lucas 8:6; Lucas 8:13; Oseas 10:12; Mateo 13:5–6
- 6 Jeremías 17:5–8; Santiago 1:11; Jonás 4:8; Isaías 25:4; Colosenses 2:7
- 7 Jeremías 4:3; 1 Juan 2:15–16; Génesis 3:17–18; Lucas 12:15; Lucas 21:34
- 8 Juan 15:5; Colosenses 1:6; Génesis 26:12; Marcos 4:20; Filipenses 1:11
- 9 Mateo 11:15; Marcos 4:23–24; Apocalipsis 3:22; Apocalipsis 3:13; Apocalipsis 3:6
- 10 Mateo 13:10–17; Lucas 8:9–15; Marcos 7:17; Mateo 13:36; Marcos 4:34
- 11 Mateo 11:25; Lucas 8:10; 1 Tesalonicenses 4:12; Santiago 1:16–18; 1 Corintios 5:12–13
- 12 Isaías 6:9–10; Isaías 44:18; Mateo 13:14–15; Jeremías 5:21; Deuteronomio 29:4
- 13 Apocalipsis 3:19; Lucas 8:11–15; Mateo 13:51–52; 1 Corintios 3:1–2; Hebreos 5:11–14
- 14 Hechos 8:4; Mateo 13:19; 1 Pedro 1:23–25; Lucas 8:11; Mateo 13:37
- 15 1 Pedro 5:8; Mateo 13:19; 2 Corintios 2:11; Lucas 8:12; 2 Corintios 4:3–4
- 16 Lucas 8:13; Mateo 13:20–21; Marcos 6:20; Juan 5:35; Ezequiel 33:31–32
- 17 Mateo 11:6; 1 Tesalonicenses 3:3–5; Apocalipsis 2:10; Mateo 12:31; Juan 15:2–7
- 18 Lucas 8:14; Jeremías 4:3; Mateo 13:22; Marcos 4:7
- 19 1 Juan 2:15–17; 1 Timoteo 6:9–10; 1 Timoteo 6:17; 1 Pedro 4:2–3; Filipenses 4:6
- 20 Colosenses 1:10; Lucas 8:15; Juan 15:4–5; Mateo 13:23; Marcos 4:8
- 21 Mateo 5:15; Lucas 11:33; Lucas 8:16; Isaías 60:1–3; Efesios 5:3–15
- 22 Lucas 8:17; Eclesiastés 12:14; 1 Corintios 4:5; Salmo 78:2–4; Mateo 10:26–27
- 23 Mateo 11:15; Marcos 4:9; Apocalipsis 2:29; Apocalipsis 2:7; Apocalipsis 2:17
- 24 Hebreos 2:1; Lucas 8:18; Mateo 7:2; 2 Corintios 9:6; Hechos 17:11
- 25 Mateo 13:12; Lucas 8:18; Mateo 25:28–29; Juan 15:2; Lucas 16:9–12
- 26 Mateo 13:24; 1 Corintios 3:6–9; 1 Pedro 1:23–25; Lucas 8:11; Lucas 8:5
- 27 Eclesiastés 11:5; 2 Tesalonicenses 1:3; Eclesiastés 8:17; 1 Corintios 15:37–38; Juan 3:7–8
- 28 Filipenses 1:9–11; Oseas 6:3; Marcos 4:31–32; Colosenses 1:10; Mateo 13:26
- 29 Joel 3:13; Mateo 13:30; Isaías 57:1–2; Mateo 13:40–43; Job 5:26
- 30 Mateo 13:31–32; Lucas 13:18–21; Lamentaciones 2:13; Mateo 13:24; Mateo 11:16
- 31 Hechos 19:20; Génesis 22:17–18; Lucas 13:18–19; Daniel 2:44–45; Malaquías 1:11
- 32 Daniel 4:20–22; Daniel 4:10–14; Ezequiel 31:3–10; Salmo 80:9–11; Salmo 91:1
- 33 Mateo 13:34–35; Juan 16:12; 1 Corintios 3:1–2; Hebreos 5:11–14
- 34 Juan 16:25; Lucas 24:27; Marcos 4:10; Mateo 13:36–43; Mateo 15:15–20
- 35 Mateo 8:18; Lucas 8:25; Lucas 8:22; Mateo 8:23–27; Mateo 14:22
- 36 Marcos 4:1; Marcos 3:9; Marcos 5:2; Marcos 5:21
- 37 Mateo 8:23–24; Job 1:19; Lucas 8:22–23; Jonás 1:4; Salmo 107:23–31
- 38 1 Pedro 5:7; Hebreos 4:15; Mateo 8:25; Isaías 54:6–8; Lucas 8:24
- 39 Salmo 107:29; Salmo 89:9; Salmo 29:10; Salmo 65:7; Jeremías 5:22
- 40 Lucas 8:25; Mateo 8:26; Mateo 14:31; Isaías 43:2; Mateo 16:8
- 41 Lucas 8:25; Job 38:11; 1 Samuel 12:18–20; Jonás 1:9–10; Jonás 1:15–16
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… if they do not call Himself the Son of the Creator of the world, that is, His Word, through whom the wood fructifies, and the fountains gush forth, and the earth gives "first the blade, then the ear, then the full corn in the ear."
Therefore also another evangelist saith that He reproved them, because they do not understand; saying, "How knew ye not the parable?" But not for this cause only doth He speak in parables, but that He may also make His discourse more vivid, and fix the memory of it in them more perfectly, and bring the things before their sight.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)