Saltar al texto

Mateo · Texto Patriarcal 1904 (acentuado, edición de eBible)

Mateo 25 Texto Patriarcal 1904 (acentuado, edición de eBible)

Read in English
Sobre PT1904
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1904
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. 2 πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. 3 αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. 17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾽ αὐτῶν λόγον. 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς. 21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! 27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, 32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, 36 γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Referencias cruzadas (43)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 12:35–36; Mateo 24:42–51; Apocalipsis 19:7; Filipenses 2:15–16; Juan 3:29
  2. 2 Jeremías 24:2; 1 Corintios 10:1–5; Mateo 13:47–48; Mateo 13:19–23; 1 Juan 2:19
  3. 3 2 Timoteo 3:5; Apocalipsis 3:15–16; Isaías 48:1–2; Isaías 58:2; Apocalipsis 3:1
  4. 4 Romanos 8:9; 1 Juan 2:20; 1 Juan 2:27; Juan 3:34; Salmo 45:7
  5. 5 Habacuc 2:3; 1 Tesalonicenses 5:6–8; 2 Pedro 3:4–9; Mateo 24:48; Lucas 20:9
  6. 6 2 Pedro 3:10; Juan 5:28–29; Mateo 24:31; Mateo 25:1; Mateo 24:44
  7. 7 Lucas 12:35; 2 Pedro 3:14; Apocalipsis 3:19–20; Apocalipsis 2:4–5; Apocalipsis 3:2
  8. 8 Proverbios 13:9; Lucas 12:35; Hebreos 4:1; Mateo 13:20–21; Apocalipsis 3:9
  9. 9 Salmo 49:7–9; Apocalipsis 3:17–18; Isaías 55:6–7; Isaías 55:1–3; Ezequiel 14:20
  10. 10 Lucas 13:25; Mateo 24:44; 1 Pedro 1:13; Lucas 12:36–37; Génesis 7:16
  11. 11 Mateo 7:21–23; Hebreos 12:16–17
  12. 12 1 Corintios 8:3; 2 Timoteo 2:19; Juan 10:27; Lucas 13:26–30; Salmo 5:5
  13. 13 Mateo 24:42–44; Apocalipsis 16:15; 1 Tesalonicenses 5:6; Lucas 21:36; 1 Corintios 16:13
  14. 14 Marcos 13:34; 1 Pedro 4:9–11; Romanos 12:6–8; Lucas 19:12–27; Mateo 25:14–30
  15. 15 Mateo 18:24; Lucas 19:13–14; Lucas 12:48
  16. 16 Filemón 6–7; 3 Juan 5–8; 1 Timoteo 6:17–18; 2 Timoteo 2:6; Hechos 13:36
  17. 17 Proverbios 3:9–10; Efesios 5:16; Eclesiastés 11:1–6; Colosenses 4:17; 1 Pedro 4:10
  18. 18 2 Pedro 1:8; Proverbios 26:13–16; Malaquías 1:10; Hebreos 6:12; Hageo 1:2–4
  19. 19 1 Corintios 3:12–15; 2 Corintios 5:10; Romanos 14:7–12; Mateo 18:23–24; Lucas 16:1–2
  20. 20 Hechos 20:24; 1 Corintios 15:10; 2 Timoteo 4:1–8; Lucas 19:16–17; Colosenses 1:29
  21. 21 Mateo 25:23; Lucas 16:10; Juan 12:26; 2 Timoteo 2:12; Apocalipsis 3:21
  22. 22 2 Corintios 8:12; Romanos 12:6–8; 2 Corintios 8:7–8; Lucas 19:18–19; 2 Corintios 8:1–3
  23. 23 Mateo 25:21; Marcos 14:8–9; Marcos 12:41–44
  24. 24 Lucas 19:20–22; Lucas 15:29; Malaquías 3:14–15; Ezequiel 18:25–29; Jeremías 2:31
  25. 25 2 Timoteo 1:6–7; Romanos 8:15; Proverbios 26:13; Apocalipsis 21:8; Isaías 57:11
  26. 26 Mateo 18:32; Job 15:5–6
  27. 27 Lucas 19:22–23; Judas 15; Deuteronomio 23:19–20; Romanos 3:19
  28. 28 Lucas 19:24; Lucas 10:42
  29. 29 Lucas 8:18; Mateo 13:12; Marcos 4:25; Lucas 19:25–26; Juan 15:2
  30. 30 Mateo 8:12; Mateo 13:50; Apocalipsis 3:15–16; Mateo 22:13; Hebreos 6:7–8
  31. 31 Apocalipsis 1:7; 2 Tesalonicenses 1:7–8; Mateo 19:28; Judas 14; Marcos 8:38
  32. 32 Malaquías 3:18; Mateo 13:49; 2 Corintios 5:10; Salmo 98:9; Ezequiel 34:17–22
  33. 33 Salmo 100:3; Salmo 45:9; Juan 10:26–28; Juan 21:15–17; Salmo 110:1
  34. 34 1 Pedro 1:19–20; Santiago 2:5; Apocalipsis 21:7; Apocalipsis 13:8; 1 Pedro 1:3–5
  35. 35 1 Juan 3:16–19; Santiago 2:15–16; Deuteronomio 15:7–11; Ezequiel 18:7; Ezequiel 18:16
  36. 36 Santiago 1:27; Santiago 5:14–15; Hebreos 13:3; 2 Timoteo 1:16–18; Santiago 2:14–16
  37. 37 Mateo 6:3; 1 Pedro 5:5–6; 1 Crónicas 29:14; Isaías 64:6; 1 Corintios 15:10
  38. 40 Proverbios 19:17; Proverbios 14:31; Mateo 10:42; Marcos 9:41; 1 Pedro 1:22
  39. 41 2 Pedro 2:4; Judas 6–7; Mateo 13:42; 2 Tesalonicenses 1:9; Mateo 7:23
  40. 42 Santiago 2:15–24; 1 Corintios 16:22; 2 Tesalonicenses 1:8; Juan 5:23; Mateo 12:30
  41. 44 Lucas 10:29; Mateo 7:22; Mateo 25:24–27; Malaquías 3:13; Malaquías 1:6
  42. 45 Proverbios 21:13; Proverbios 17:5; Mateo 25:40; Proverbios 14:31; Hechos 9:5
  43. 46 Daniel 12:2; Juan 5:29; Juan 3:36; Apocalipsis 21:8; Apocalipsis 20:15

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 25:1 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLIII)

    Ye who were present yesterday remember my promise; which with the Lord's assistance is to be made good to-day, not to you only, but to the many others also who have come together. It is no easy question, who the ten virgins are, of whom five are wise, and five foolish.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 25:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXVIII)

    "Then shall the kingdom of Heaven," He saith, "be likened unto ten virgins, which took their lamps, and went forth to meet the bridegroom. But five of them were wise, and the other five foolish, which took not," He saith, "oil." "Then, while the bridegroom tarried, they all slumbered and slept.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 25:41 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters VI–VII)

    And besides; "the eternal fire which the Father has prepared for the devil and his angels," -- they ought to show of which of those Æons that are above it is the image; for it, too, is reckoned part of the creation.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 25:46 Augustine of Hippo, The City of God (Book XI, Chapters 11–12)

    For the truth in the gospel promises to the saints and the faithful that they will be equal to the angels of God; and it is also promised them that they will "go away into life eternal." But if we are certain that we shall never lapse from eternal felicity, while they are not certain, then we shall not be …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Cita 25:30 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XII)

    For it will be no longer, "Dust thou art, and unto dust shalt thou return," and thou "tillest the ground," and those former words, that will be said to us; but what is far more grievous than these, the "outer darkness," the bonds that may not be burst, the venomous worm, the "gnashing of teeth;" and this with great reason.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)