1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους· 2 εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά, 3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε. 5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε· 6 ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται. 7 ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8 ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ἔσται. 12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. 14 θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· 19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. 20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. 23 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. 25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. 29 Καὶ εἶπε παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. 34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· 35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ ὄρει ἀκούειν αὐτοῦ.
Lucas · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Lucas 21 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Referencias cruzadas (38)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Marcos 12:41–44; Juan 8:20; 2 Crónicas 36:18; Mateo 27:6; Nehemías 13:13
- 2 Marcos 12:42
- 3 2 Corintios 8:12; Hechos 10:34; 2 Corintios 8:2–3; Éxodo 35:21–29; Marcos 12:43–44
- 4 Hechos 2:44–45; Lucas 15:12; Hechos 4:34; Lucas 8:43
- 5 Mateo 24:1–51; Marcos 13:1–37; Juan 2:20
- 6 Marcos 13:2; Mateo 24:2; Zacarías 14:2; Lamentaciones 5:18; Hechos 6:13–14
- 7 Marcos 13:3–4; Marcos 13:14; Hechos 1:6–7; Lucas 21:27–28; Lucas 21:20–21
- 8 1 Juan 4:1; Marcos 13:5–6; Efesios 5:6; 2 Tesalonicenses 2:3; Mateo 24:11
- 9 Lucas 21:28; Mateo 24:6–8; Marcos 13:7–8; Isaías 51:12–13; Lucas 21:18–19
- 10 Hechos 2:19–20; Marcos 13:8; Hebreos 12:27; Zacarías 14:13; Zacarías 14:2–3
- 11 Mateo 24:29–30; Lucas 21:25–27
- 12 1 Pedro 4:12–14; Hechos 9:4; Juan 16:2–3; Hechos 26:2–11; Hechos 25:1–2
- 13 Filipenses 1:28; Filipenses 1:12; 2 Tesalonicenses 1:5; 1 Tesalonicenses 3:3–4
- 14 Lucas 12:11–12; Marcos 13:11; Mateo 10:19–20
- 15 Jeremías 1:9; Efesios 6:19; Lucas 12:12; Hechos 6:10; Éxodo 4:11–12
- 16 Lucas 12:53; Apocalipsis 6:9; Mateo 10:21; Jeremías 9:4; Miqueas 7:5–6
- 17 Juan 15:19; Lucas 6:22; 2 Corintios 12:10; Juan 15:21; Mateo 24:9
- 18 Mateo 10:30; 1 Samuel 14:45; Hechos 27:34; Lucas 12:7; 2 Samuel 14:11
- 19 Hebreos 10:36; Mateo 10:22; Santiago 1:3; Romanos 5:3; Apocalipsis 3:10
- 20 Lucas 19:43; Daniel 9:27; Marcos 13:14; Mateo 24:15; Lucas 21:7
- 21 Jeremías 6:1; Marcos 13:15; Proverbios 22:3; Éxodo 9:20–21; Lucas 17:31–33
- 22 Oseas 9:7; Isaías 65:12–16; 2 Pedro 2:9; Isaías 34:8; Isaías 63:4
- 23 Mateo 24:19; Marcos 13:17; Lucas 23:29; Lamentaciones 4:10; Deuteronomio 28:56–57
- 24 Romanos 11:25; Apocalipsis 11:2; Isaías 63:18; Daniel 12:7; Daniel 9:27
- 25 Isaías 13:10; Joel 2:30–31; Apocalipsis 6:12–14; Daniel 12:1; Isaías 24:23
- 26 Deuteronomio 28:65–67; Mateo 24:29; 2 Pedro 3:10–12; Levítico 26:36; Marcos 13:25
- 27 Apocalipsis 1:7; Mateo 24:30; Marcos 13:26; Mateo 26:64; Daniel 7:13
- 28 Romanos 8:23; Isaías 60:1–2; Efesios 4:30; Romanos 8:19; Isaías 12:1–3
- 29 Marcos 13:28–30; Mateo 24:32–35
- 30 Lucas 12:57
- 31 Santiago 5:9; Hebreos 10:37; 1 Pedro 4:7; Mateo 3:2; Lucas 12:51–57
- 32 Mateo 24:34; Marcos 13:30; Mateo 23:36; Mateo 16:28; Lucas 11:50–51
- 33 Isaías 40:8; Marcos 13:31; Mateo 24:35; Isaías 51:6; Salmo 102:26
- 34 Marcos 4:19; Lucas 12:45–46; Lucas 12:40; 1 Tesalonicenses 5:2–8; 1 Pedro 4:3–7
- 35 Apocalipsis 16:15; Isaías 24:17–18; Jeremías 48:43–44; Lucas 17:37; Salmo 11:6
- 36 1 Juan 2:28; Mateo 25:13; 1 Pedro 5:8; Mateo 24:42; 1 Pedro 4:7
- 37 Lucas 22:39; Mateo 21:17; Marcos 11:19; Mateo 26:55; Mateo 21:1
- 38 Juan 8:1–2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… set aside all their possessions for the Lord's purposes, bestowing joyfully and freely not the less valuable portions of their property, since they have the hope of better things [hereafter]; as that poor widow acted who cast all her living into the treasury of God.
I hear the voice of my God commanding, let not "your hearts be overcharged with surfeiting and drunkenness." "Drunkenness," it is far from me; Thou wilt have mercy, that it approach not near unto me.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
And elsewhere indeed He saith, "I will give you a mouth and wisdom;" but here, "It is the Spirit of your Father that speaketh in you," advancing them unto the dignity of the prophets.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
These things have already come to pass; and again, And fearful sights from heaven, and mighty storms.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… continually upon every occasion, lest at any time your hearts be overcharged with surfeiting and drunkenness, and cares of this life, and that day shall come upon you unawares; for as a snare shall it come upon all dwelling upon the face of the earth." "Let your loins, therefore, be girded about, and your lights burning, and ye like to …