Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 14 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των ιουδαιων και λαλησαι ουτως ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθος.
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 οι δε απειθουντες ιουδαιοι επηγειραν και εκακωσαν τας ψυχας των εθνων κατα των αδελφων.
2 οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι τω λογω της χαριτος αυτου, διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων.
3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 εσχισθη δε το πληθος της πολεως, και οι μεν ησαν συν τοις ιουδαιοις, οι δε συν τοις αποστολοις.
4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 ως δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοις αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτους,
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 συνιδοντες κατεφυγον εις τας πολεις της λυκαονιας λυστραν και δερβην και την περιχωρον,
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 κακει ησαν ευαγγελιζομενοι.
7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
8 και τις ανηρ εν λυστροις αδυνατος τοις ποσιν εκαθητο, χωλος εκ κοιλιας μητρος αυτου υπαρχων, ος ουδεποτε περιπεπατηκει.
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει.
9 ουτος ηκουσεν του παυλου λαλουντος· ος ατενισας αυτω και ιδων οτι πιστιν εχει του σωθηναι,
9 οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,
10 ειπεν μεγαλη τη φωνη· αναστηθι επι τους ποδας σου ορθος. και ηλατο και περιεπατει.
10 εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
11 οι δε οχλοι ιδοντες ο εποιησεν ο παυλος επηραν την φωνην αυτων λυκαονιστι λεγοντες· οι θεοι ομοιωθεντες ανθρωποις κατεβησαν προς ημας·
11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
12 εκαλουν τε τον μεν βαρναβαν δια, τον δε παυλον ερμην, επειδη αυτος ην ο ηγουμενος του λογου.
12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 ο δε ιερευς του διος του οντος προ της πολεως αυτων, ταυρους και στεμματα επι τους πυλωνας ενεγκας, συν τοις οχλοις ηθελεν θυειν.
13 ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.
14 ακουσαντες δε οι αποστολοι βαρναβας και παυλος, διαρρηξαντες τα ιματια αυτων εισεπηδησαν εις τον οχλον κραζοντες
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 και λεγοντες· ανδρες, τι ταυτα ποιειτε; και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι, ευαγγελιζομενοι υμας απο τουτων των ματαιων επιστρεφειν επι τον θεον τον ζωντα, ος εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις·
15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 ος εν ταις παρωχημεναις γενεαις ειασεν παντα τα εθνη πορευεσθαι ταις οδοις αυτων·
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 καιτοι γε ουκ αμαρτυρον εαυτον αφηκεν αγαθοποιων, ουρανοθεν υμιν υετους διδους και καιρους καρποφορους, εμπιπλων τροφης και ευφροσυνης τας καρδιας υμων.
17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 και ταυτα λεγοντες μολις κατεπαυσαν τους οχλους του μη θυειν αυτοις.
18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 επηλθον δε απο αντιοχειας και ικονιου ιουδαιοι, και πεισαντες τους οχλους και λιθασαντες τον παυλον εσυραν εξω της πολεως, νομισαντες αυτον τεθναναι.
19 Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι.
20 κυκλωσαντων δε αυτον των μαθητων αναστας εισηλθεν εις την πολιν, και τη επαυριον εξηλθεν συν τω βαρναβα εις δερβην.
20 κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
21 ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντες ικανους υπεστρεψαν εις την λυστραν και ικονιον και αντιοχειαν,
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,
22 επιστηριζοντες τας ψυχας των μαθητων, παρακαλουντες εμμενειν τη πιστει, και οτι δια πολλων θλιψεων δει ημας εισελθειν εις την βασιλειαν του θεου.
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
23 χειροτονησαντες δε αυτοις πρεσβυτερους κατ εκκλησιαν [και] προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω, εις ον πεπιστευκασιν.
23 χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾽ ἐκκλησίαν [καὶ] προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι.
24 και διελθοντες την πισιδιαν ηλθον εις παμφυλιαν,
24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν,
25 και λαλησαντες εν περγη τον λογον κατεβησαν εις ατταλειαν,
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
26 κακειθεν απεπλευσαν εις αντιοχειαν, οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εις το εργον ο επληρωσαν.
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 παραγενομενοι δε και συναγαγοντες την εκκλησιαν ανηγγειλαν οσα εποιησεν ο θεος μετ αυτων, και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως.
27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.
28 διετριβον δε εκει χρονον ουκ ολιγον συν τοις μαθηταις.
28 διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

Referencias cruzadas (27)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 18:4; Hechos 13:51; Hechos 13:46; Hechos 14:21; Romanos 1:16
  2. 2 Hechos 13:50; Hechos 14:19; Hechos 13:45; Hechos 17:5; Hechos 21:27–30
  3. 3 Hebreos 2:4; Efesios 6:18–20; Hechos 20:32; Hechos 20:24; Romanos 1:16
  4. 4 Hechos 28:24; Hechos 14:14; Hechos 17:4–5; Hechos 19:9; Lucas 11:21–23
  5. 5 Hechos 14:19; 2 Timoteo 3:11; Hechos 17:5; Hechos 4:25–29; Mateo 5:44
  6. 6 Hechos 14:20–21; 2 Timoteo 3:11; Mateo 10:23; Hechos 17:13–14; Hechos 16:1–2
  7. 7 Hechos 14:21; Hechos 14:15; 2 Timoteo 4:2; 1 Tesalonicenses 2:2; Hechos 16:10
  8. 8 Hechos 3:2; Juan 5:7; Juan 5:3–5; Juan 9:1–2; Hechos 4:9
  9. 9 Mateo 15:28; Hechos 3:4; Mateo 9:28–29; Marcos 2:11–12; Marcos 10:52
  10. 10 Isaías 35:6; Juan 14:12; Juan 5:8–9; Hechos 9:33–34; Hechos 3:6–8
  11. 11 Hechos 28:6; Hechos 8:10; Hechos 12:22
  12. 12 Hechos 19:35
  13. 13 Daniel 2:46; Hechos 10:25
  14. 14 Mateo 26:65; Jeremías 36:24; Esdras 9:3–5; 2 Reyes 5:7; 2 Reyes 18:37–19:2
  15. 15 1 Samuel 12:21; Salmo 146:5–6; 1 Corintios 8:4; Hechos 10:26; Santiago 5:17
  16. 16 Hechos 17:30; Salmo 81:12; Salmo 147:20; Romanos 1:28; Miqueas 4:5
  17. 17 Romanos 1:19–20; Joel 2:23; Job 5:10; Deuteronomio 11:14; Isaías 5:6
  18. 18 Jeremías 44:16–17; Génesis 11:6; Éxodo 32:21–23; Juan 6:15; Génesis 19:9
  19. 19 2 Corintios 11:25; 2 Timoteo 3:11; Hechos 13:50–51; Hechos 13:45; Hechos 14:5
  20. 20 2 Corintios 1:9–10; 2 Corintios 6:9; Hechos 14:6; Hechos 20:1; Hechos 16:40
  21. 21 Hechos 13:51; Hechos 14:19; Hechos 14:1; Mateo 28:19; Hechos 13:14
  22. 22 1 Pedro 5:10; 2 Timoteo 3:12; Juan 16:33; 1 Tesalonicenses 3:2–4; Romanos 8:17
  23. 23 Tito 1:5; Hechos 11:30; Santiago 5:14; 2 Timoteo 2:2; Hechos 20:32
  24. 24 Hechos 13:13–14; Hechos 15:38
  25. 26 Hechos 15:40; Hechos 11:19; Colosenses 1:28; Romanos 15:19; Colosenses 4:17
  26. 27 1 Corintios 16:9; Hechos 15:12; Colosenses 4:3; 2 Corintios 2:12; 1 Corintios 5:4
  27. 28 Hechos 11:26; Hechos 15:35

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 14:14 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXXI)

    Mark the vehemence with which all this is done by the Apostles: "rent their clothes, ran in, cried out," all from strong affection of the soul, revolted by the things that were done.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 14:15–17 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    … and all things that are therein; who in times past suffered all nations to walk in their own ways, although He left not Himself without witness, performing acts of goodness, giving you rain from heaven, and fruitful seasons, filling your hearts with food and gladness." But that all his Epistles are consonant to these declarations, I shall, when expounding the …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 14:22 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXVIII)

    For admirably, when he had said, "Thousands of men rejoicing:" immediately he added, "The Lord is in them." That we may not wonder why they rejoice, "The Lord is in them." For through many tribulations we must needs enter into the kingdom of God, but, "The Lord is in them." Therefore even if they are as it were sorrowful, yet …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  4. Cita 14:15 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    Believe then that this Only-begotten Son of God for our sins came down from heaven upon earth, and took upon Him this human nature of like passions with us, and was begotten of the Holy Virgin and of the Holy Ghost, and was made Man, not in seeming and mere show, but in truth; nor yet by passing through the …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)