Saltar al texto

Marcos · Texto bizantino (Robinson-Pierpont 2018)

Marcos 12 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και ηρξατο αυτοισ εν παραβολαισ λεγειν αμπελωνα εφυτευσεν ανθρωποσ και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργον και εξεδοτο αυτον γεωργοισ και απεδημησεν
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.
2 και απεστειλεν προσ τουσ γεωργουσ τω καιρω δουλον ινα παρα των γεωργων λαβη απο του καρπου του αμπελωνοσ
2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
3 οι δε λαβοντεσ αυτον εδειραν και απεστειλαν κενον
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4 και παλιν απεστειλεν προσ αυτουσ αλλον δουλον κακεινον λιθοβολησαντεσ εκεφαλαιωσαν και απεστειλαν ητιμωμενον
4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.
5 και παλιν αλλον απεστειλεν κακεινον απεκτειναν και πολλουσ αλλουσ τουσ μεν δεροντεσ τουσ δε αποκτενοντεσ
5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
6 ετι ουν ενα υιον εχων αγαπητον αυτου απεστειλεν και αυτον προσ αυτουσ εσχατον λεγων οτι εντραπησονται τον υιον μου
6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
7 εκεινοι δε οι γεωργοι ειπον προσ εαυτουσ οτι ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον και ημων εσται η κληρονομια
7 ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8 και λαβοντεσ αυτον απεκτειναν και εξεβαλον εξω του αμπελωνοσ
8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9 τι ουν ποιησει ο κυριοσ του αμπελωνοσ ελευσεται και απολεσει τουσ γεωργουσ και δωσει τον αμπελωνα αλλοισ
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10 ουδε την γραφην ταυτην ανεγνωτε λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοισ ημων
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12 και εζητουν αυτον κρατησαι και εφοβηθησαν τον οχλον εγνωσαν γαρ οτι προσ αυτουσ την παραβολην ειπεν και αφεντεσ αυτον απηλθον
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 και αποστελλουσιν προσ αυτον τινασ των φαρισαιων και των ηρωδιανων ινα αυτον αγρευσωσιν λογω
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
14 οι δε ελθοντεσ λεγουσιν αυτω διδασκαλε οιδαμεν οτι αληθησ ει και ου μελει σοι περι ουδενοσ ου γαρ βλεπεισ εισ προσωπον ανθρωπων αλλ επ αληθειασ την οδον του θεου διδασκεισ εξεστιν κηνσον καισαρι δουναι η ου
14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
15 δωμεν η μη δωμεν ο δε ειδωσ αυτων την υποκρισιν ειπεν αυτοισ τι με πειραζετε φερετε μοι δηναριον ινα ιδω
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
16 οι δε ηνεγκαν και λεγει αυτοισ τινοσ η εικων αυτη και η επιγραφη οι δε ειπον αυτω καισαροσ
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.
17 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ αποδοτε τα καισαροσ καισαρι και τα του θεου τω θεω και εθαυμασαν επ αυτω
17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
18 και ερχονται σαδδουκαιοι προσ αυτον οιτινεσ λεγουσιν αναστασιν μη ειναι και επηρωτησαν αυτον λεγοντεσ
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
19 διδασκαλε μωσησ εγραψεν ημιν οτι εαν τινοσ αδελφοσ αποθανη και καταλιπη γυναικα και τεκνα μη αφη ινα λαβη ο αδελφοσ αυτου την γυναικα αυτου και εξαναστηση σπερμα τω αδελφω αυτου
19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 επτα αδελφοι ησαν και ο πρωτοσ ελαβεν γυναικα και αποθνησκων ουκ αφηκεν σπερμα
20 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.
21 και ο δευτεροσ ελαβεν αυτην και απεθανεν και ουδε αυτοσ αφηκεν σπερμα και ο τριτοσ ωσαυτωσ
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς [οὐκ] ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως.
22 και ελαβον αυτην οι επτα και ουκ αφηκαν σπερμα εσχατη παντων απεθανεν και η γυνη
22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.
23 εν τη αναστασει οταν αναστωσιν τινοσ αυτων εσται γυνη οι γαρ επτα εσχον αυτην γυναικα
23 ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ ου δια τουτο πλανασθε μη ειδοτεσ τασ γραφασ μηδε την δυναμιν του θεου
24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25 οταν γαρ εκ νεκρων αναστωσιν ουτε γαμουσιν ουτε γαμισκονται αλλ εισιν ωσ αγγελοι οι εν τοισ ουρανοισ
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [οἱ] ἐν τοῖς οὐρανοῖς.
26 περι δε των νεκρων οτι εγειρονται ουκ ανεγνωτε εν τη βιβλω μωσεωσ επι του βατου ωσ ειπεν αυτω ο θεοσ λεγων εγω ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ;
27 ουκ εστιν ο θεοσ νεκρων αλλα θεοσ ζωντων υμεισ ουν πολυ πλανασθε
27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28 και προσελθων εισ των γραμματεων ακουσασ αυτων συζητουντων ειδωσ οτι καλωσ αυτοισ απεκριθη επηρωτησεν αυτον ποια εστιν πρωτη παντων εντολη
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
29 ο δε ιησουσ απεκριθη αυτω οτι πρωτη παντων των εντολων ακουε ισραηλ κυριοσ ο θεοσ ημων κυριοσ εισ εστιν
29 ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
30 και αγαπησεισ κυριον τον θεον σου εξ ολησ τησ καρδιασ σου και εξ ολησ τησ ψυχησ σου και εξ ολησ τησ διανοιασ σου και εξ ολησ τησ ισχυοσ σου αυτη πρωτη εντολη
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
31 και δευτερα ομοια αυτη αγαπησεισ τον πλησιον σου ωσ σεαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν
31 καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
32 και ειπεν αυτω ο γραμματευσ καλωσ διδασκαλε επ αληθειασ ειπασ οτι εισ εστιν και ουκ εστιν αλλοσ πλην αυτου
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33 και το αγαπαν αυτον εξ ολησ τησ καρδιασ και εξ ολησ τησ συνεσεωσ και εξ ολησ τησ ψυχησ και εξ ολησ τησ ισχυοσ και το αγαπαν τον πλησιον ωσ εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και θυσιων
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34 και ο ιησουσ ιδων αυτον οτι νουνεχωσ απεκριθη ειπεν αυτω ου μακραν ει απο τησ βασιλειασ του θεου και ουδεισ ουκετι ετολμα αυτον επερωτησαι
34 καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 και αποκριθεισ ο ιησουσ ελεγεν διδασκων εν τω ιερω πωσ λεγουσιν οι γραμματεισ οτι ο χριστοσ υιοσ εστιν δαυιδ
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι;
36 αυτοσ γαρ δαυιδ ειπεν εν πνευματι αγιω λεγει ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
36 αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
37 αυτοσ ουν δαυιδ λεγει αυτον κυριον και ποθεν υιοσ αυτου εστιν και ο πολυσ οχλοσ ηκουεν αυτου ηδεωσ
37 αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 και ελεγεν αυτοισ εν τη διδαχη αυτου βλεπετε απο των γραμματεων των θελοντων εν στολαισ περιπατειν και ασπασμουσ εν ταισ αγοραισ
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
39 και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ και πρωτοκλισιασ εν τοισ δειπνοισ
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.
40 οι κατεσθιοντεσ τασ οικιασ των χηρων και προφασει μακρα προσευχομενοι ουτοι ληψονται περισσοτερον κριμα
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! οὗτοι λήψονται περισσότερον κρῖμα.
41 και καθισασ ο ιησουσ κατεναντι του γαζοφυλακιου εθεωρει πωσ ο οχλοσ βαλλει χαλκον εισ το γαζοφυλακιον και πολλοι πλουσιοι εβαλλον πολλα
41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.
42 και ελθουσα μια χηρα πτωχη εβαλεν λεπτα δυο ο εστιν κοδραντησ
42 καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.
43 και προσκαλεσαμενοσ τουσ μαθητασ αυτου λεγει αυτοισ αμην λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων βεβληκεν των βαλλοντων εισ το γαζοφυλακιον
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
44 παντεσ γαρ εκ του περισσευοντοσ αυτοισ εβαλον αυτη δε εκ τησ υστερησεωσ αυτησ παντα οσα ειχεν εβαλεν ολον τον βιον αυτησ
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Referencias cruzadas (39)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Isaías 5:1–4; Marcos 13:34; Cantar de los Cantares 8:11–12; Marcos 4:2; Salmo 80:8–16
  2. 2 Juan 15:1–8; Hebreos 1:1; Miqueas 7:1; Jeremías 25:4–5; Jeremías 44:4
  3. 3 2 Crónicas 36:16; Jeremías 26:20–24; Hebreos 11:36–37; Nehemías 9:26; 1 Tesalonicenses 2:15
  4. 5 Mateo 5:12; Marcos 9:13; Lucas 6:22–23; Jeremías 7:25–28; Mateo 22:6
  5. 6 Hebreos 1:1–2; Mateo 3:17; Juan 1:34; Salmo 2:12; 1 Juan 5:11–12
  6. 7 Juan 11:47–50; Hechos 5:28; Mateo 2:3–13; Isaías 49:7; Salmo 2:2–3
  7. 8 Lucas 20:15; Mateo 21:39; Mateo 21:33; Hebreos 13:11–13
  8. 9 Romanos 10:20–11:12; Mateo 21:43; Lucas 19:27; Romanos 9:30–33; Jeremías 17:3
  9. 10 Salmo 118:22–23; Lucas 20:17–18; 1 Pedro 2:7–8; Isaías 28:16; Hechos 4:11–12
  10. 11 Salmo 118:23; Habacuc 1:5; Hechos 2:32–36; Hechos 3:12–16; Efesios 3:8–11
  11. 12 Marcos 11:18; Marcos 11:32; Juan 7:30; Juan 7:25; Juan 7:44
  12. 13 Lucas 20:20–26; Marcos 3:6; Lucas 11:54; Marcos 8:15; Salmo 38:12
  13. 14 Gálatas 1:10; 2 Corintios 2:17; 2 Corintios 5:11; 2 Corintios 2:2; 2 Corintios 5:16
  14. 15 Apocalipsis 2:23; Ezequiel 17:2; Mateo 22:18; Hechos 5:9; Hebreos 4:13
  15. 16 Lucas 20:24–26; Mateo 22:19–22; Apocalipsis 3:12; 2 Timoteo 2:19
  16. 17 Romanos 13:7; 2 Corintios 5:14–15; 1 Corintios 14:24–25; 1 Pedro 2:17; Hechos 4:19–20
  17. 18 Mateo 22:23–33; Hechos 4:1–2; 2 Timoteo 2:18; Hechos 23:6–9; Lucas 20:27–40
  18. 19 Deuteronomio 25:5–10; Rut 1:11–13; Génesis 38:8; Rut 4:5
  19. 20 Mateo 22:25–28; Lucas 20:29–33
  20. 24 2 Timoteo 3:15–17; Juan 20:9; Mateo 22:29; Efesios 1:19; Isaías 25:8
  21. 25 Lucas 20:35–36; Mateo 22:30; 1 Juan 3:2; Hebreos 12:22–23; 1 Corintios 15:42–54
  22. 26 Éxodo 3:2–6; Lucas 20:37; Génesis 17:7–8; Génesis 33:20; Éxodo 3:16
  23. 27 Romanos 14:9; Marcos 12:24; Romanos 4:17; Hebreos 11:13–16; Hebreos 3:10
  24. 28 Mateo 22:34–40; Lucas 10:25–28; Lucas 20:39; Mateo 19:18; Mateo 5:19
  25. 29 Lucas 10:27; Deuteronomio 6:4; Gálatas 3:20; Romanos 3:30; Judas 25
  26. 30 Deuteronomio 6:5
  27. 31 Romanos 13:8–9; Mateo 22:39; Levítico 19:18; Lucas 10:27; 1 Corintios 13:4–8
  28. 32 Deuteronomio 4:39; Isaías 46:9; Deuteronomio 4:35; Isaías 45:5–6; Isaías 45:18
  29. 33 Miqueas 6:6–8; Oseas 6:6; Mateo 9:13; 1 Samuel 15:22; Mateo 12:7
  30. 34 Colosenses 4:6; Lucas 20:40; Mateo 22:46; Tito 1:9–11; Mateo 12:20
  31. 35 Lucas 20:41–44; Mateo 22:41–45; Mateo 26:55; Lucas 19:47; Mateo 9:27
  32. 36 Salmo 110:1; Mateo 22:43–45; Hebreos 1:13; Hebreos 10:12–13; 1 Corintios 15:25
  33. 37 Romanos 1:3–4; Lucas 21:38; Mateo 11:25; Romanos 9:5; Santiago 2:5
  34. 38 Lucas 20:45–47; Mateo 23:1–7; Lucas 11:43; Mateo 6:5; Marcos 4:2
  35. 39 Santiago 2:2–3
  36. 40 Lucas 20:47; Mateo 23:33; Mateo 23:13; Mateo 6:7; Ezequiel 22:25
  37. 41 Lucas 21:1–4; 2 Reyes 12:9; Juan 8:20; Mateo 27:6
  38. 43 2 Corintios 9:6–8; 2 Corintios 8:2; Hechos 11:29; 2 Corintios 8:12; Mateo 10:42
  39. 44 2 Corintios 8:2–3; 1 Juan 3:17; Lucas 21:2–4; Esdras 2:68–69; Marcos 14:8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 12:30 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    … evil." And that we ought to worship God alone, He thus persuaded us: "The greatest commandment is, Thou shalt worship the Lord thy God, and Him only shall thou serve, with all thy heart, and with all thy strength, the Lord God that made thee." And when a certain man came to Him and said, "Good Master," He answered and …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 12:30 Augustine of Hippo, Confessions (Book XII, Chapters XXIV–XXVII)

    Let us not, then, "be puffed up for one against the other," above that which is written; let us love the Lord our God with all our heart, with all our soul, and with all our mind, and our neighbour as ourself. As to which two precepts of charity, unless we believe that Moses meant whatever in these books he …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Cita 12:34 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXI)

    "For when Jesus," he saith, "saw that he answered discreetly, He said unto him, Thou art not far from the kingdom of God." They are not contradicting each other, but indeed fully agreeing.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 12:39 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLI)

    And so the Lord in reference to their pride said immediately, "Beware of the Scribes which love the chief seats in the synagogues, and the first rooms at feasts." Not because they hold them, but because they love them.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Cita 12:7 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVIII)

    "Come, let us kill Him, and the inheritance shall be ours." Fools!

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)