Saltar al texto

Marcos · Texto bizantino (Robinson-Pierpont 2018)

Marcos 7 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και συναγονται προσ αυτον οι φαρισαιοι και τινεσ των γραμματεων ελθοντεσ απο ιεροσολυμων
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων·
2 και ιδοντεσ τινασ των μαθητων αυτου κοιναισ χερσιν τουτ εστιν ανιπτοισ εσθιοντασ αρτουσ εμεμψαντο
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο·
3 οι γαρ φαρισαιοι και παντεσ οι ιουδαιοι εαν μη πυγμη νιψωνται τασ χειρασ ουκ εσθιουσιν κρατουντεσ την παραδοσιν των πρεσβυτερων
3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
4 και απο αγορασ εαν μη βαπτισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμουσ ποτηριων και ξεστων και χαλκιων και κλινων
4 καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν·
5 επειτα επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεισ δια τι οι μαθηται σου ου περιπατουσιν κατα την παραδοσιν των πρεσβυτερων αλλα ανιπτοισ χερσιν εσθιουσιν τον αρτον
5 ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διατί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλ᾽ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
6 ο δε αποκριθεισ ειπεν αυτοισ οτι καλωσ προεφητευσεν ησαιασ περι υμων των υποκριτων ωσ γεγραπται ουτοσ ο λαοσ τοισ χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου
6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
7 ματην δε σεβονται με διδασκοντεσ διδασκαλιασ ενταλματα ανθρωπων
7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
8 αφεντεσ γαρ την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων βαπτισμουσ ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε
8 ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
9 και ελεγεν αυτοισ καλωσ αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε
9 καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
10 μωσησ γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
10 Μωϋσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
11 υμεισ δε λεγετε εαν ειπη ανθρωποσ τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθησ
11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, κορβᾶν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
12 και ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι αυτου η τη μητρι αυτου
12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,
13 ακυρουντεσ τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε
13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 και προσκαλεσαμενοσ παντα τον οχλον ελεγεν αυτοισ ακουετε μου παντεσ και συνιετε
14 Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούετέ μου πάντες καὶ συνίετε.
15 ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εισ αυτον ο δυναται αυτον κοινωσαι αλλα τα εκπορευομενα απ αυτου εκεινα εστιν τα κοινουντα τον ανθρωπον
15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
16 ει τισ εχει ωτα ακουειν ακουετω
16 No está en esta traducción
17 και οτε εισηλθεν εισ οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου περι τησ παραβολησ
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.
18 και λεγει αυτοισ ουτωσ και υμεισ ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εισ τον ανθρωπον ου δυναται αυτον κοινωσαι
18 καὶ λέγει αὐτοῖς· οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι;
19 οτι ουκ εισπορευεται αυτου εισ την καρδιαν αλλ εισ την κοιλιαν και εισ τον αφεδρωνα εκπορευεται καθαριζον παντα τα βρωματα
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα.
20 ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον
20 ἔλεγε δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
21 εσωθεν γαρ εκ τησ καρδιασ των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται μοιχειαι πορνειαι φονοι
21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
22 κλοπαι πλεονεξιαι πονηριαι δολοσ ασελγεια οφθαλμοσ πονηροσ βλασφημια υπερηφανια αφροσυνη
22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον
23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 και εκειθεν αναστασ απηλθεν εισ τα μεθορια τυρου και σιδωνοσ και εισελθων εισ οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν
24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.
25 ακουσασα γαρ γυνη περι αυτου ησ ειχεν το θυγατριον αυτησ πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προσ τουσ ποδασ αυτου
25 ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·
26 ην δε η γυνη ελληνισ συραφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ τησ θυγατροσ αυτησ
26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
27 ο δε ιησουσ ειπεν αυτη αφεσ πρωτον χορτασθηναι τα τεκνα ου γαρ καλον εστιν λαβειν τον αρτον των τεκνων και βαλειν τοισ κυναριοισ
27 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.
28 η δε απεκριθη και λεγει αυτω ναι κυριε και γαρ τα κυναρια υποκατω τησ τραπεζησ εσθιει απο των ψιχιων των παιδιων
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ναί, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
29 και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν το δαιμονιον εκ τησ θυγατροσ σου
29 καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
30 και απελθουσα εισ τον οικον αυτησ ευρεν το δαιμονιον εξεληλυθοσ και την θυγατερα βεβλημενην επι τησ κλινησ
30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 και παλιν εξελθων εκ των οριων τυρου και σιδωνοσ ηλθεν προσ την θαλασσαν τησ γαλιλαιασ ανα μεσον των οριων δεκαπολεωσ
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32 και φερουσιν αυτω κωφον μογγιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα
32 καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33 και απολαβομενοσ αυτον απο του οχλου κατ ιδιαν εβαλεν τουσ δακτυλουσ αυτου εισ τα ωτα αυτου και πτυσασ ηψατο τησ γλωσσησ αυτου
33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
34 και αναβλεψασ εισ τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι.
35 και ευθεωσ διηνοιχθησαν αυτου αι ακοαι και ελυθη ο δεσμοσ τησ γλωσσησ αυτου και ελαλει ορθωσ
35 καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
36 και διεστειλατο αυτοισ ινα μηδενι ειπωσιν οσον δε αυτοσ αυτοισ διεστελλετο μαλλον περισσοτερον εκηρυσσον
36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.
37 και υπερπερισσωσ εξεπλησσοντο λεγοντεσ καλωσ παντα πεποιηκεν και τουσ κωφουσ ποιει ακουειν και τουσ αλαλουσ λαλειν
37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
Referencias cruzadas (35)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 15:1–20; Marcos 3:22; Lucas 11:53–54; Lucas 5:17
  2. 2 Hechos 10:28; Mateo 7:3–5; Romanos 14:14; Hechos 11:8; Hechos 10:14–15
  3. 3 Gálatas 1:14; Marcos 7:13; Colosenses 2:8; Colosenses 2:21–23; Marcos 7:7–10
  4. 4 Mateo 23:25; Lucas 11:38–39; Hebreos 9:10; Isaías 1:16; Jeremías 4:14
  5. 5 Hechos 21:21; 2 Tesalonicenses 3:6; Gálatas 1:14; Mateo 15:2; Hechos 21:24
  6. 6 Isaías 29:13; Tito 1:16; Mateo 15:7–9; Ezequiel 33:31; 2 Timoteo 3:5
  7. 7 Isaías 29:13; Mateo 15:9; Santiago 1:26; Colosenses 2:22; Mateo 6:7
  8. 8 Marcos 7:3–4; Isaías 1:12
  9. 9 Isaías 29:13; Jeremías 44:16–17; Gálatas 2:21; Isaías 24:5; Mateo 15:3–6
  10. 10 Éxodo 21:17; Éxodo 20:12; Deuteronomio 5:16; Levítico 20:9; Mateo 15:4
  11. 11 Mateo 23:18; 1 Timoteo 5:4–8; Mateo 15:5
  12. 13 Marcos 7:9; Tito 1:14; Isaías 8:20; Mateo 5:17–20; Mateo 15:6
  13. 14 Mateo 15:10; Proverbios 8:5; Isaías 6:9; Hechos 8:30; Salmo 94:8
  14. 15 Proverbios 4:23; Tito 1:15; Levítico 11:42–47; Hebreos 13:9; Mateo 12:34
  15. 17 Mateo 15:15; Mateo 13:36; Marcos 9:28; Marcos 4:10; Marcos 4:34
  16. 18 Mateo 15:16–17; Hebreos 5:11; Lucas 24:25; Isaías 28:9–10; Mateo 16:11
  17. 19 Mateo 15:17; 1 Corintios 6:13; Lucas 11:41; Colosenses 2:21–22; Hechos 11:9
  18. 20 Santiago 3:6; Santiago 1:14–15; Santiago 4:1; Marcos 7:15; Mateo 12:34–37
  19. 21 Jeremías 17:9; Santiago 4:1–3; Romanos 8:7–8; Gálatas 5:19–21; Mateo 15:19
  20. 22 Mateo 20:15; Abdías 3–4; Mateo 6:23; 2 Corintios 10:5; Eclesiastés 7:25
  21. 23 Marcos 7:15; Tito 1:15; 1 Corintios 3:17; Judas 8; Marcos 7:18
  22. 24 Mateo 15:21–28; Mateo 11:21; Ezequiel 28:2; Marcos 6:31–32; Marcos 3:7–8
  23. 25 Mateo 15:22; Marcos 5:22–23; Marcos 9:17–23; Marcos 5:33; Marcos 1:40
  24. 26 Mateo 15:22; Gálatas 3:28; Isaías 49:12; Colosenses 3:11
  25. 27 Mateo 15:23–28; Mateo 7:6; Hechos 22:21; Mateo 10:5; Efesios 2:12
  26. 28 Romanos 10:12; Romanos 3:29; Lucas 15:30–32; Hechos 11:17–18; Isaías 45:22
  27. 29 Mateo 5:3; Mateo 8:9–13; Isaías 66:2; 1 Juan 3:8; Isaías 57:15–16
  28. 30 Juan 4:50–52; 1 Juan 3:8
  29. 31 Marcos 5:20; Mateo 4:25; Mateo 15:29–31; Marcos 7:24; Mateo 4:18
  30. 32 Lucas 11:14; Marcos 5:23; Mateo 9:32–33
  31. 33 Marcos 8:23; Juan 9:6–7; Marcos 5:40; 1 Reyes 17:19–22; 2 Reyes 4:33–34
  32. 34 Juan 11:41; Marcos 5:41; Marcos 6:41; Hechos 9:34; Juan 11:33
  33. 35 Isaías 35:5–6; Salmo 33:9; Mateo 11:5; Marcos 2:12; Isaías 32:3–4
  34. 36 Mateo 8:4; Marcos 1:44–45; Marcos 5:43; Marcos 3:12; Marcos 8:26
  35. 37 Marcos 6:51; Éxodo 4:10–11; Marcos 5:42; Marcos 4:41; Marcos 2:12

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 7:6 Clement of Rome, First Epistle to the Corinthians (Chapters XIV–XVIII)

    For [the Scripture] saith in a certain place, "This people honoureth Me with their lips, but their heart is far from Me." And again: "They bless with their mouth, but curse with their heart." And again it saith, "They loved Him with their mouth, and lied to Him with their tongue; but their heart was not right with Him, neither …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 7:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XI)

    Have ye not heard the prophet, saying (or rather God by the prophet), "This people honoreth me with their lips, but their heart is far from me?" Therefore, lest this be our case too, wipe thou out the letters, or rather the impressions, which the devil hath engraven in thy soul; and bring me a heart set free from worldly …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 7:24 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book III, Chapters XII–XIV)

    And further, the divine Gospel says, The Lord came into the borders of Tyre and Sidon and entered into a house, and would have no man know it; but He could not be hid.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Cita 7:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LI)

    And Mark again makes this plainer, by saying, "It is Corban, by whatsoever thou mightest be profited by me;" which means, not a gift and present, but properly an offering.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)