Saltar al texto

Marcos · Texto Patriarcal (Antoniades 1904/1912)

Marcos 7 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και συναγονται προς αυτον οι φαρισαιοι και τινες των γραμματεων ελθοντες απο ιεροσολυμων·
1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων·
2 και ιδοντες τινας των μαθητων αυτου κοιναις χερσιν, τουτ εστιν ανιπτοις, εσθιοντας αρτους, εμεμψαντο·
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο·
3 οι γαρ φαρισαιοι και παντες οι ιουδαιοι, εαν μη πυγμη νιψωνται τας χειρας, ουκ εσθιουσιν, κρατουντες την παραδοσιν των πρεσβυτερων·
3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
4 και απο αγορας, εαν μη βαπτισωνται, ουκ εσθιουσιν· και αλλα πολλα εστιν α παρελαβον κρατειν, βαπτισμους ποτηριων και ξεστων και χαλκιων και κλινων·
4 καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν·
5 επειτα επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεις· διατι ου περιπατουσιν οι μαθηται σου κατα την παραδοσιν των πρεσβυτερων, αλλ ανιπτοις χερσιν εσθιουσιν τον αρτον;
5 ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· διατί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλ᾽ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
6 ο δε αποκριθεις ειπεν αυτοις οτι καλως προεφητευσεν ησαιας περι υμων των υποκριτων, ως γεγραπται· ουτος ο λαος τοις χειλεσιν με τιμα, η δε καρδια αυτων πορρω απεχει απ εμου·
6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ·
7 ματην δε σεβονται με, διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων.
7 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
8 αφεντες γαρ την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων, βαπτισμους ξεστων και ποτηριων, και αλλα παρομοια τοιαυτα πολλα ποιειτε.
8 ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
9 και ελεγεν αυτοις· καλως αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε.
9 καὶ ἔλεγεν αὐτοῖς· καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
10 μωυσης γαρ ειπεν· τιμα τον πατερα σου και την μητερα σου· και· ο κακολογων πατερα η μητερα θανατω τελευτατω·
10 Μωϋσῆς γὰρ εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
11 υμεις δε λεγετε· εαν ειπη ανθρωπος τω πατρι η τη μητρι, κορβαν, ο εστιν δωρον, ο εαν εξ εμου ωφεληθης,
11 ὑμεῖς δὲ λέγετε· ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, κορβᾶν, ὅ ἐστι δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
12 και ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι αυτου η τη μητρι αυτου,
12 καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,
13 ακυρουντες τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε· και παρομοια τοιαυτα πολλα ποιειτε.
13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 και προσκαλεσαμενος παντα τον οχλον ελεγεν αυτοις· ακουετε μου παντες και συνιετε.
14 Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ἀκούετέ μου πάντες καὶ συνίετε.
15 ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται αυτον κοινωσαι, αλλα τα εκπορευομενα εστιν τα κοινουντα τον ανθρωπον.
15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
16 No está en esta traducción
16 No está en esta traducción
17 και οτε εισηλθεν εις οικον απο του οχλου, επηρωτων αυτον οι μαθηται αυτου περι της παραβολης.
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.
18 και λεγει αυτοις· ουτως και υμεις ασυνετοι εστε; ουπω νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι;
18 καὶ λέγει αὐτοῖς· οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὔπω νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι;
19 οτι ουκ εισπορευεται αυτου εις την καρδιαν, αλλ εις την κοιλιαν, και εις τον αφεδρωνα εκπορευεται, καθαριζον παντα τα βρωματα.
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα.
20 ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον, εκεινο κοινοι τον ανθρωπον.
20 ἔλεγε δὲ ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
21 εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται, μοιχειαι, πορνειαι, φονοι,
21 ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
22 κλοπαι, πλεονεξιαι, πονηριαι, δολος, ασελγεια, οφθαλμος πονηρος, βλασφημια, υπερηφανια, αφροσυνη·
22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον.
23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 και εκειθεν αναστας απηλθεν εις τα μεθορια τυρου και σιδωνος. και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι, και ουκ ηδυνηθη λαθειν.
24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.
25 ακουσασα γαρ γυνη περι αυτου, ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον, ελθουσα προσεπεσεν προς τους ποδας αυτου·
25 ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·
26 η δε γυνη ην ελληνις, συροφοινικισσα τω γενει· και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης.
26 ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
27 ο δε ιησους ειπεν αυτη· αφες πρωτον χορτασθηναι τα τεκνα· ου γαρ εστιν καλον λαβειν τον αρτον των τεκνων και τοις κυναριοις βαλειν.
27 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.
28 η δε απεκριθη και λεγει αυτω· ναι, κυριε· και τα κυναρια υποκατω της τραπεζης εσθιουσιν απο των ψιχιων των παιδιων.
28 ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ναί, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
29 και ειπεν αυτη· δια τουτον τον λογον υπαγε· εξεληλυθεν το δαιμονιον εκ της θυγατρος σου.
29 καὶ εἶπεν αὐτῇ· διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
30 και απελθουσα εις τον οικον αυτης ευρεν το παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος.
30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 και παλιν εξελθων εκ των οριων τυρου και σιδωνος ηλθεν προς την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων δεκαπολεως.
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32 και φερουσιν αυτω κωφον μογιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα.
32 καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33 και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου, και πτυσας ηψατο της γλωσσης αυτου,
33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
34 και αναβλεψας εις τον ουρανον εστεναξεν και λεγει αυτω· εφφαθα, ο εστιν διανοιχθητι.
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι.
35 και ευθεως διηνοιχθησαν αυτου αι ακοαι και ελυθη ο δεσμος της γλωσσης αυτου, και ελαλει ορθως.
35 καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
36 και διεστειλατο αυτοις ινα μηδενι ειπωσιν· οσον δε αυτος αυτοις διεστελλετο, μαλλον περισσοτερον εκηρυσσον.
36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.
37 και υπερπερισσως εξεπλησσοντο λεγοντες· καλως παντα πεποιηκεν· και τους κωφους ποιει ακουειν και τους αλαλους λαλειν.
37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
Referencias cruzadas (35)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 15:1–20; Marcos 3:22; Lucas 11:53–54; Lucas 5:17
  2. 2 Hechos 10:28; Mateo 7:3–5; Romanos 14:14; Hechos 11:8; Hechos 10:14–15
  3. 3 Gálatas 1:14; Marcos 7:13; Colosenses 2:8; Colosenses 2:21–23; Marcos 7:7–10
  4. 4 Mateo 23:25; Lucas 11:38–39; Hebreos 9:10; Isaías 1:16; Jeremías 4:14
  5. 5 Hechos 21:21; 2 Tesalonicenses 3:6; Gálatas 1:14; Mateo 15:2; Hechos 21:24
  6. 6 Isaías 29:13; Tito 1:16; Mateo 15:7–9; Ezequiel 33:31; 2 Timoteo 3:5
  7. 7 Isaías 29:13; Mateo 15:9; Santiago 1:26; Colosenses 2:22; Mateo 6:7
  8. 8 Marcos 7:3–4; Isaías 1:12
  9. 9 Isaías 29:13; Jeremías 44:16–17; Gálatas 2:21; Isaías 24:5; Mateo 15:3–6
  10. 10 Éxodo 21:17; Éxodo 20:12; Deuteronomio 5:16; Levítico 20:9; Mateo 15:4
  11. 11 Mateo 23:18; 1 Timoteo 5:4–8; Mateo 15:5
  12. 13 Marcos 7:9; Tito 1:14; Isaías 8:20; Mateo 5:17–20; Mateo 15:6
  13. 14 Mateo 15:10; Proverbios 8:5; Isaías 6:9; Hechos 8:30; Salmo 94:8
  14. 15 Proverbios 4:23; Tito 1:15; Levítico 11:42–47; Hebreos 13:9; Mateo 12:34
  15. 17 Mateo 15:15; Mateo 13:36; Marcos 9:28; Marcos 4:10; Marcos 4:34
  16. 18 Mateo 15:16–17; Hebreos 5:11; Lucas 24:25; Isaías 28:9–10; Mateo 16:11
  17. 19 Mateo 15:17; 1 Corintios 6:13; Lucas 11:41; Colosenses 2:21–22; Hechos 11:9
  18. 20 Santiago 3:6; Santiago 1:14–15; Santiago 4:1; Marcos 7:15; Mateo 12:34–37
  19. 21 Jeremías 17:9; Santiago 4:1–3; Romanos 8:7–8; Gálatas 5:19–21; Mateo 15:19
  20. 22 Mateo 20:15; Abdías 3–4; Mateo 6:23; 2 Corintios 10:5; Eclesiastés 7:25
  21. 23 Marcos 7:15; Tito 1:15; 1 Corintios 3:17; Judas 8; Marcos 7:18
  22. 24 Mateo 15:21–28; Mateo 11:21; Ezequiel 28:2; Marcos 6:31–32; Marcos 3:7–8
  23. 25 Mateo 15:22; Marcos 5:22–23; Marcos 9:17–23; Marcos 5:33; Marcos 1:40
  24. 26 Mateo 15:22; Gálatas 3:28; Isaías 49:12; Colosenses 3:11
  25. 27 Mateo 15:23–28; Mateo 7:6; Hechos 22:21; Mateo 10:5; Efesios 2:12
  26. 28 Romanos 10:12; Romanos 3:29; Lucas 15:30–32; Hechos 11:17–18; Isaías 45:22
  27. 29 Mateo 5:3; Mateo 8:9–13; Isaías 66:2; 1 Juan 3:8; Isaías 57:15–16
  28. 30 Juan 4:50–52; 1 Juan 3:8
  29. 31 Marcos 5:20; Mateo 4:25; Mateo 15:29–31; Marcos 7:24; Mateo 4:18
  30. 32 Lucas 11:14; Marcos 5:23; Mateo 9:32–33
  31. 33 Marcos 8:23; Juan 9:6–7; Marcos 5:40; 1 Reyes 17:19–22; 2 Reyes 4:33–34
  32. 34 Juan 11:41; Marcos 5:41; Marcos 6:41; Hechos 9:34; Juan 11:33
  33. 35 Isaías 35:5–6; Salmo 33:9; Mateo 11:5; Marcos 2:12; Isaías 32:3–4
  34. 36 Mateo 8:4; Marcos 1:44–45; Marcos 5:43; Marcos 3:12; Marcos 8:26
  35. 37 Marcos 6:51; Éxodo 4:10–11; Marcos 5:42; Marcos 4:41; Marcos 2:12

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 7:6 Clement of Rome, First Epistle to the Corinthians (Chapters XIV–XVIII)

    For [the Scripture] saith in a certain place, "This people honoureth Me with their lips, but their heart is far from Me." And again: "They bless with their mouth, but curse with their heart." And again it saith, "They loved Him with their mouth, and lied to Him with their tongue; but their heart was not right with Him, neither …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 7:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XI)

    Have ye not heard the prophet, saying (or rather God by the prophet), "This people honoreth me with their lips, but their heart is far from me?" Therefore, lest this be our case too, wipe thou out the letters, or rather the impressions, which the devil hath engraven in thy soul; and bring me a heart set free from worldly …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 7:24 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book III, Chapters XII–XIV)

    And further, the divine Gospel says, The Lord came into the borders of Tyre and Sidon and entered into a house, and would have no man know it; but He could not be hid.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Cita 7:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LI)

    And Mark again makes this plainer, by saying, "It is Corban, by whatsoever thou mightest be profited by me;" which means, not a gift and present, but properly an offering.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)