RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 προσεχετε την ελεημοσυνην υμων μη ποιειν εμπροσθεν των ανθρωπων προσ το θεαθηναι αυτοισ ει δε μηγε μισθον ουκ εχετε παρα τω πατρι υμων τω εν τοισ ουρανοισ 1 “Be careful that you don’t do your charitable giving before men, to be seen by them, or else you have no reward from your Father who is in heaven.
1 Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
2 οταν ουν ποιησ ελεημοσυνην μη σαλπισησ εμπροσθεν σου ωσπερ οι υποκριται ποιουσιν εν ταισ συναγωγαισ και εν ταισ ρυμαισ οπωσ δοξασθωσιν υπο των ανθρωπων αμην λεγω υμιν απεχουσιν τον μισθον αυτων 2 Therefore, when you do merciful deeds, don’t sound a trumpet before yourself, as the hypocrites do in the synagogues and in the streets, that they may get glory from men. Most certainly I tell you, they have received their reward.
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
3 σου δε ποιουντοσ ελεημοσυνην μη γνωτω η αριστερα σου τι ποιει η δεξια σου 3 But when you do merciful deeds, don’t let your left hand know what your right hand does,
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,
4 οπωσ η σου η ελεημοσυνη εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αυτοσ αποδωσει σοι εν τω φανερω 4 so that your merciful deeds may be in secret, then your Father who sees in secret will reward you openly.
4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
5 και οταν προσευχη ουκ εση ωσπερ οι υποκριται οτι φιλουσιν εν ταισ συναγωγαισ και εν ταισ γωνιαισ των πλατειων εστωτεσ προσευχεσθαι οπωσ αν φανωσιν τοισ ανθρωποισ αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων 5 “When you pray, you shall not be as the hypocrites, for they love to stand and pray in the synagogues and in the corners of the streets, that they may be seen by men. Most certainly, I tell you, they have received their reward.
5 Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
6 συ δε οταν προσευχη εισελθε εισ το ταμιειον σου και κλεισασ την θυραν σου προσευξαι τω πατρι σου τω εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι εν τω φανερω 6 But you, when you pray, enter into your inner room, and having shut your door, pray to your Father who is in secret; and your Father who sees in secret will reward you openly.
6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
7 προσευχομενοι δε μη βαττολογησητε ωσπερ οι εθνικοι δοκουσιν γαρ οτι εν τη πολυλογια αυτων εισακουσθησονται 7 In praying, don’t use vain repetitions as the Gentiles do; for they think that they will be heard for their much speaking.
7 Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
8 μη ουν ομοιωθητε αυτοισ οιδεν γαρ ο πατηρ υμων ων χρειαν εχετε προ του υμασ αιτησαι αυτον 8 Therefore don’t be like them, for your Father knows what things you need before you ask him.
8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
9 ουτωσ ουν προσευχεσθε υμεισ πατερ ημων ο εν τοισ ουρανοισ αγιασθητω το ονομα σου 9 Pray like this: “‘Our Father in heaven, may your name be kept holy.
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου·
10 ελθετω η βασιλεια σου γενηθητω το θελημα σου ωσ εν ουρανω και επι τησ γησ 10 Let your Kingdom come. Let your will be done on earth as it is in heaven.
10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
11 τον αρτον ημων τον επιουσιον δοσ ημιν σημερον 11 Give us today our daily bread.
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
12 και αφεσ ημιν τα οφειληματα ημων ωσ και ημεισ αφιεμεν τοισ οφειλεταισ ημων 12 Forgive us our debts, as we also forgive our debtors.
12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
13◆ και μη εισενεγκησ ημασ εισ πειρασμον αλλα ρυσαι ημασ απο του πονηρου οτι σου εστιν η βασιλεια και η δυναμισ και η δοξα εισ τουσ αιωνασ αμην 13 Bring us not into temptation, but deliver us from the evil one. For yours is the Kingdom, the power, and the glory forever. Amen.’
13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
14 εαν γαρ αφητε τοισ ανθρωποισ τα παραπτωματα αυτων αφησει και υμιν ο πατηρ υμων ο ουρανιοσ 14 “For if you forgive men their trespasses, your heavenly Father will also forgive you.
14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
15 εαν δε μη αφητε τοισ ανθρωποισ τα παραπτωματα αυτων ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων 15 But if you don’t forgive men their trespasses, neither will your Father forgive your trespasses.
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
16 οταν δε νηστευητε μη γινεσθε ωσπερ οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπωσ φανωσιν τοισ ανθρωποισ νηστευοντεσ αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων 16 “Moreover when you fast, don’t be like the hypocrites, with sad faces. For they disfigure their faces that they may be seen by men to be fasting. Most certainly I tell you, they have received their reward.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι 17 But you, when you fast, anoint your head and wash your face,
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,
18 οπωσ μη φανησ τοισ ανθρωποισ νηστευων αλλα τω πατρι σου τω εν τω κρυπτω και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι 18 so that you are not seen by men to be fasting, but by your Father who is in secret; and your Father, who sees in secret, will reward you.
18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι [ἐν τῷ φανερῷ].
19 μη θησαυριζετε υμιν θησαυρουσ επι τησ γησ οπου σησ και βρωσισ αφανιζει και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν 19 “Don’t lay up treasures for yourselves on the earth, where moth and rust consume, and where thieves break through and steal;
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·
20 θησαυριζετε δε υμιν θησαυρουσ εν ουρανω οπου ουτε σησ ουτε βρωσισ αφανιζει και οπου κλεπται ου διορυσσουσιν ουδε κλεπτουσιν 20 but lay up for yourselves treasures in heaven, where neither moth nor rust consume, and where thieves don’t break through and steal;
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
21 οπου γαρ εστιν ο θησαυροσ υμων εκει εσται και η καρδια υμων 21 for where your treasure is, there your heart will be also.
21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
22 ο λυχνοσ του σωματοσ εστιν ο οφθαλμοσ εαν ουν ο οφθαλμοσ σου απλουσ η ολον το σωμα σου φωτεινον εσται 22 “The lamp of the body is the eye. If therefore your eye is sound, your whole body will be full of light.
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται·
23 εαν δε ο οφθαλμοσ σου πονηροσ η ολον το σωμα σου σκοτεινον εσται ει ουν το φωσ το εν σοι σκοτοσ εστιν το σκοτοσ ποσον 23 But if your eye is evil, your whole body will be full of darkness. If therefore the light that is in you is darkness, how great is the darkness!
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
24 ουδεισ δυναται δυσιν κυριοισ δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενοσ ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα 24 “No one can serve two masters, for either he will hate the one and love the other, or else he will be devoted to one and despise the other. You can’t serve both God and Mammon.
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
25 δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη υμων τι φαγητε και τι πιητε μηδε τω σωματι υμων τι ενδυσησθε ουχι η ψυχη πλειον εστιν τησ τροφησ και το σωμα του ενδυματοσ 25 Therefore I tell you, don’t be anxious for your life: what you will eat, or what you will drink; nor yet for your body, what you will wear. Isn’t life more than food, and the body more than clothing?
25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
26 εμβλεψατε εισ τα πετεινα του ουρανου οτι ου σπειρουσιν ουδε θεριζουσιν ουδε συναγουσιν εισ αποθηκασ και ο πατηρ υμων ο ουρανιοσ τρεφει αυτα ουχ υμεισ μαλλον διαφερετε αυτων 26 See the birds of the sky, that they don’t sow, neither do they reap, nor gather into barns. Your heavenly Father feeds them. Aren’t you of much more value than they?
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
27 τισ δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα 27 “Which of you by being anxious, can add one moment to his lifespan?
27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
28 και περι ενδυματοσ τι μεριμνατε καταμαθετε τα κρινα του αγρου πωσ αυξανει ου κοπια ουδε νηθει 28 Why are you anxious about clothing? Consider the lilies of the field, how they grow. They don’t toil, neither do they spin,
28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·
29 λεγω δε υμιν οτι ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ωσ εν τουτων 29 yet I tell you that even Solomon in all his glory was not dressed like one of these.
29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
30 ει δε τον χορτον του αγρου σημερον οντα και αυριον εισ κλιβανον βαλλομενον ο θεοσ ουτωσ αμφιεννυσιν ου πολλω μαλλον υμασ ολιγοπιστοι 30 But if God so clothes the grass of the field, which today exists and tomorrow is thrown into the oven, won’t he much more clothe you, you of little faith?
30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
31 μη ουν μεριμνησητε λεγοντεσ τι φαγωμεν η τι πιωμεν η τι περιβαλωμεθα 31 “Therefore don’t be anxious, saying, ‘What will we eat?’, ‘What will we drink?’ or, ‘With what will we be clothed?’
31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;
32 παντα γαρ ταυτα τα εθνη επιζητει οιδεν γαρ ο πατηρ υμων ο ουρανιοσ οτι χρηζετε τουτων απαντων 32 For the Gentiles seek after all these things; for your heavenly Father knows that you need all these things.
32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
33 ζητειτε δε πρωτον την βασιλειαν του θεου και την δικαιοσυνην αυτου και ταυτα παντα προστεθησεται υμιν 33 But seek first God’s Kingdom and his righteousness; and all these things will be given to you as well.
33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
34 μη ουν μεριμνησητε εισ την αυριον η γαρ αυριον μεριμνησει τα εαυτησ αρκετον τη ημερα η κακια αυτησ 34 Therefore don’t be anxious for tomorrow, for tomorrow will be anxious for itself. Each day’s own evil is sufficient.
34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.