Saltar al texto

Romanos · Texto bizantino (Robinson-Pierpont 2018)

Romanos 4 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 τι ουν ερουμεν αβρααμ τον πατερα ημων ευρηκεναι κατα σαρκα
1 Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;
2 ει γαρ αβρααμ εξ εργων εδικαιωθη εχει καυχημα αλλ ου προσ τον θεον
2 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾽ οὐ πρὸς τὸν Θεόν.
3 τι γαρ η γραφη λεγει επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην
3 τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
4 τω δε εργαζομενω ο μισθοσ ου λογιζεται κατα χαριν αλλα κατα οφειλημα
4 τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα·
5 τω δε μη εργαζομενω πιστευοντι δε επι τον δικαιουντα τον ασεβη λογιζεται η πιστισ αυτου εισ δικαιοσυνην
5 τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,
6 καθαπερ και δαυιδ λεγει τον μακαρισμον του ανθρωπου ω ο θεοσ λογιζεται δικαιοσυνην χωρισ εργων
6 καθάπερ καὶ Δαυῒδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων·
7 μακαριοι ων αφεθησαν αι ανομιαι και ων επεκαλυφθησαν αι αμαρτιαι
7 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
8 μακαριοσ ανηρ ω ου μη λογισηται κυριοσ αμαρτιαν
8 μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
9 ο μακαρισμοσ ουν ουτοσ επι την περιτομην η και επι την ακροβυστιαν λεγομεν γαρ οτι ελογισθη τω αβρααμ η πιστισ εισ δικαιοσυνην
9 ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
10 πωσ ουν ελογισθη εν περιτομη οντι η εν ακροβυστια ουκ εν περιτομη αλλ εν ακροβυστια
10 πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ, ἀλλ᾽ ἐν ἀκροβυστίᾳ·
11 και σημειον ελαβεν περιτομησ σφραγιδα τησ δικαιοσυνησ τησ πιστεωσ τησ εν τη ακροβυστια εισ το ειναι αυτον πατερα παντων των πιστευοντων δι ακροβυστιασ εισ το λογισθηναι και αυτοισ την δικαιοσυνην
11 καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾽ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην,
12 και πατερα περιτομησ τοισ ουκ εκ περιτομησ μονον αλλα και τοισ στοιχουσιν τοισ ιχνεσιν τησ πιστεωσ τησ εν τη ακροβυστια του πατροσ ημων αβρααμ
12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν [τῇ] ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13 ου γαρ δια νομου η επαγγελια τω αβρααμ η τω σπερματι αυτου το κληρονομον αυτον ειναι του κοσμου αλλα δια δικαιοσυνησ πιστεωσ
13 οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.
14 ει γαρ οι εκ νομου κληρονομοι κεκενωται η πιστισ και κατηργηται η επαγγελια
14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·
15 ο γαρ νομοσ οργην κατεργαζεται ου γαρ ουκ εστιν νομοσ ουδε παραβασισ
15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.
16 δια τουτο εκ πιστεωσ ινα κατα χαριν εισ το ειναι βεβαιαν την επαγγελιαν παντι τω σπερματι ου τω εκ του νομου μονον αλλα και τω εκ πιστεωσ αβρααμ οσ εστιν πατηρ παντων ημων
16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ [τοῦ] νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν,
17 καθωσ γεγραπται οτι πατερα πολλων εθνων τεθεικα σε κατεναντι ου επιστευσεν θεου του ζωοποιουντοσ τουσ νεκρουσ και καλουντοσ τα μη οντα ωσ οντα
17 καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
18 οσ παρ ελπιδα επ ελπιδι επιστευσεν εισ το γενεσθαι αυτον πατερα πολλων εθνων κατα το ειρημενον ουτωσ εσται το σπερμα σου
18 ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· οὕτως ἔσται τὸ σπέρμα σου·
19 και μη ασθενησασ τη πιστει ου κατενοησεν το εαυτου σωμα ηδη νενεκρωμενον εκατονταετησ που υπαρχων και την νεκρωσιν τησ μητρασ σαρρασ
19 καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν μήτρας Σάρρας·
20 εισ δε την επαγγελιαν του θεου ου διεκριθη τη απιστια αλλ ενεδυναμωθη τη πιστει δουσ δοξαν τω θεω
20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ
21 και πληροφορηθεισ οτι ο επηγγελται δυνατοσ εστιν και ποιησαι
21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι.
22 διο και ελογισθη αυτω εισ δικαιοσυνην
22 διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
23 ουκ εγραφη δε δι αυτον μονον οτι ελογισθη αυτω
23 Οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ,
24 αλλα και δι ημασ οισ μελλει λογιζεσθαι τοισ πιστευουσιν επι τον εγειραντα ιησουν τον κυριον ημων εκ νεκρων
24 ἀλλὰ καὶ δι᾽ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,
25 οσ παρεδοθη δια τα παραπτωματα ημων και ηγερθη δια την δικαιωσιν ημων
25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Isaías 51:2; Romanos 4:16; 2 Corintios 11:22; Juan 8:56; Hechos 13:26
  2. 2 1 Corintios 1:31; 2 Corintios 11:30; Filipenses 3:9; Efesios 2:9; Gálatas 3:22
  3. 3 Génesis 15:6; Santiago 2:23; Gálatas 3:6–8; Romanos 4:9; Romanos 4:22–25
  4. 4 Romanos 11:6; Romanos 9:32; Romanos 11:35; Mateo 20:1–16
  5. 5 Filipenses 3:9; Romanos 3:22; Tito 3:3–7; Romanos 10:9–10; Gálatas 3:8–14
  6. 6 Filipenses 3:9; 2 Timoteo 1:9; Efesios 2:8–10; Gálatas 3:8–9; 1 Corintios 1:30
  7. 7 Salmo 32:1–2; Salmo 130:3–4; Lucas 7:47–50; Salmo 85:2; Miqueas 7:18–20
  8. 8 Salmo 32:2; 1 Pedro 2:24; 2 Corintios 5:19–20; 1 Pedro 3:18; Isaías 53:10–12
  9. 9 Gálatas 3:14; Colosenses 3:11; Efesios 3:8; Romanos 4:3; Gálatas 3:26–28
  10. 10 Gálatas 6:15; Gálatas 5:6; 1 Corintios 7:18–19; Génesis 15:16; Génesis 15:5–6
  11. 11 Romanos 3:22; Lucas 19:9; Hebreos 11:7; 2 Corintios 1:22; Gálatas 6:16
  12. 12 Proverbios 2:20; Cantar de los Cantares 1:8; Juan 8:39–40; Gálatas 4:22–31; 2 Corintios 12:18
  13. 13 Gálatas 3:29; Génesis 28:14; Romanos 9:8; Génesis 22:17–18; Salmo 2:8
  14. 14 Gálatas 3:18–24; Hebreos 7:19; Filipenses 3:9; Romanos 3:31; Isaías 55:11
  15. 15 Romanos 5:13; Gálatas 3:10; Romanos 3:19–20; 1 Corintios 15:56; Romanos 7:7–25
  16. 16 Romanos 3:24–26; Efesios 2:8; Romanos 9:8; Gálatas 3:22; Tito 3:7
  17. 17 1 Corintios 1:28; Génesis 17:4–5; Juan 5:21; Romanos 8:29–30; Juan 6:63
  18. 18 Romanos 8:24; Génesis 15:5–6; Romanos 5:5; Hechos 27:25; Proverbios 13:12
  19. 19 Hebreos 11:11–19; Génesis 17:17; Romanos 4:20–21; Mateo 14:31; Marcos 9:23–24
  20. 20 Lucas 1:45; 1 Corintios 16:13; Daniel 10:19; 2 Corintios 12:10; 2 Timoteo 2:1
  21. 21 Lucas 1:37; Jeremías 32:27; Jeremías 32:17; Hebreos 11:19; Lucas 1:45
  22. 22 Romanos 4:3; Romanos 4:6
  23. 23 1 Corintios 10:11; Romanos 15:4; 1 Corintios 10:6; 2 Timoteo 3:16–17; 1 Corintios 9:9–10
  24. 24 Hechos 2:24; 1 Pedro 1:21; Hechos 13:30; Romanos 10:9–10; Efesios 1:18–20
  25. 25 1 Juan 4:9–10; Isaías 53:5–6; 1 Pedro 3:18; Gálatas 1:4; 2 Corintios 5:21

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 4:1 John Chrysostom, Homilies on Romans (Homily VIII)

    He had said (5 mss. eipen), that the world had become guilty before God, and that all had sinned, and that boasting was excluded, and that it was impossible to be saved otherwise than by faith.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 4:3 Clement of Rome, First Epistle to the Corinthians (Chapters VII–XIII)

    And Abram believed God, and it was counted to him for righteousness." On account of his faith and hospitality, a son was given him in his old age; and in the exercise of obedience, he offered him as a sacrifice to God on one of the mountains which He showed him.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 4:3 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    "Abraham believed God, and it was imputed unto him for righteousness." In the first place, [he believed] that He was the maker of heaven and earth, the only God; and in the next place, that He would make his seed as the stars of heaven.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 4:3 Augustine of Hippo, The City of God (Book XVI, Chapters 22–24)

    Here, indeed, is set down that sentence which the apostle quotes in order to commend the grace of God, "Abraham believed God, and it was counted to him for righteousness;" lest the circumcision should glory, and be unwilling to receive the uncircumcised nations to the faith of Christ.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Cita 4:19 Cyril of Jerusalem, Catechetical Lectures (Lecture V)

    God promises the old man a child, and Abraham without being weakened in faith, though he considered his own body now as good as dead, heeded not the weakness of his body, but the power of Him who promised, because he counted Him faithful who had promised, and so beyond all expectation gained the child from bodies as it …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)