Saltar al texto

Marcos · Nuevo Testamento griego SBL

Marcos 9 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

SBLGNT Nuevo Testamento griego SBL
WEB World English Bible (clásica, con deuterocanónicos)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
1 He said to them, “Most certainly I tell you, there are some standing here who will in no way taste death until they see God’s Kingdom come with power.”
1 Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
2 After six days Jesus took with him Peter, James, and John, and brought them up onto a high mountain privately by themselves, and he was changed into another form in front of them.
2 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ [τὸν] Ἰάκωβον καὶ [τὸν] Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3 καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο στίλβοντα λευκὰ ⸀λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως λευκᾶναι.
3 His clothing became glistening, exceedingly white, like snow, such as no launderer on earth can whiten them.
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι.
4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
4 Elijah and Moses appeared to them, and they were talking with Jesus.
4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ·
5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
5 Peter answered Jesus, “Rabbi, it is good for us to be here. Let’s make three tents: one for you, one for Moses, and one for Elijah.”
5 ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
6 οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ ⸂ἔκφοβοι γὰρ ἐγένοντο.
6 For he didn’t know what to say, for they were very afraid.
6 οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι.
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ.
7 A cloud came, overshadowing them, and a voice came out of the cloud, “This is my beloved Son. Listen to him.”
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν.
8 Suddenly looking around, they saw no one with them any more, except Jesus only.
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.
9 ⸂Καὶ καταβαινόντων αὐτῶν ⸀ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
9 As they were coming down from the mountain, he commanded them that they should tell no one what things they had seen, until after the Son of Man had risen from the dead.
9 καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
10 They kept this saying to themselves, questioning what the “rising from the dead” meant.
10 καὶ τὸν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11 They asked him, saying, “Why do the scribes say that Elijah must come first?”
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον.
12 ὁ δὲ ⸀ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ
12 He said to them, “Elijah indeed comes first, and restores all things. How is it written about the Son of Man, that he should suffer many things and be despised?
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ;
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον καθὼς γέγραπται ἐπʼ αὐτόν.
13 But I tell you that Elijah has come, and they have also done to him whatever they wanted to, even as it is written about him.”
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾽ αὐτόν.
14 Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς.
14 Coming to the disciples, he saw a great multitude around them, and scribes questioning them.
14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.
15 καὶ ⸀εὐθὺς πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
15 Immediately all the multitude, when they saw him, were greatly amazed, and running to him, greeted him.
15 καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 καὶ ἐπηρώτησεν ⸀αὐτούς Τί συζητεῖτε πρὸς ⸀αὑτούς
16 He asked the scribes, “What are you asking them?”
16 καὶ ἐπηρώτησε τοὺς γραμματεῖς· τί συζητεῖτε πρὸς ἑαυτούς;
17 καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου · Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·
17 One of the multitude answered, “Teacher, I brought to you my son, who has a mute spirit;
17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
18 καὶ ὅπου ⸀ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
18 and wherever it seizes him, it throws him down; and he foams at the mouth, grinds his teeth, and becomes rigid. I asked your disciples to cast it out, and they weren’t able.”
18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.
19 ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.
19 He answered him, “Unbelieving generation, how long shall I be with you? How long shall I bear with you? Bring him to me.”
19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν.
20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς ⸀συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
20 They brought him to him, and when he saw him, immediately the spirit convulsed him and he fell on the ground, wallowing and foaming at the mouth.
20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκ παιδιόθεν·
21 He asked his father, “How long has it been since this has been happening to him?” He said, “From childhood.
21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν.
22 καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς.
22 Often it has cast him both into the fire and into the water to destroy him. But if you can do anything, have compassion on us and help us.”
22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς.
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι.
23 Jesus said to him, “If you can believe, all things are possible to him who believes.”
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.
24 ⸀εὐθὺς κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου ἔλεγεν· ⸀Πιστεύω βοήθει μου τῇ ἀπιστίᾳ.
24 Immediately the father of the child cried out with tears, “I believe. Help my unbelief!”
24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ⸂ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
25 When Jesus saw that a multitude came running together, he rebuked the unclean spirit, saying to him, “You mute and deaf spirit, I command you, come out of him, and never enter him again!”
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
26 After crying out and convulsing him greatly, it came out of him. The boy became like one dead, so much that most of them said, “He is dead.”
26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 ὁ δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
27 But Jesus took him by the hand and raised him up; and he arose.
27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 καὶ ⸂εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν · Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
28 When he had come into the house, his disciples asked him privately, “Why couldn’t we cast it out?”
28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό.
29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ
29 He said to them, “This kind can come out by nothing but by prayer and fasting.”
29 καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
30 Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ·
30 They went out from there and passed through Galilee. He didn’t want anyone to know it,
30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ·
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
31 for he was teaching his disciples, and said to them, “The Son of Man is being handed over to the hands of men, and they will kill him; and when he is killed, on the third day he will rise again.”
31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
32 But they didn’t understand the saying, and were afraid to ask him.
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶ ⸀ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ διελογίζεσθε;
33 He came to Capernaum, and when he was in the house he asked them, “What were you arguing among yourselves on the way?”
33 Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;
34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
34 But they were silent, for they had disputed with one another on the way about who was the greatest.
34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
35 He sat down and called the twelve; and he said to them, “If any man wants to be first, he shall be last of all, and servant of all.”
35 καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
36 He took a little child and set him in the middle of them. Taking him in his arms, he said to them,
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37 Ὃς ⸀ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν ἐμὲ ⸀δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
37 “Whoever receives one such little child in my name receives me; and whoever receives me, doesn’t receive me, but him who sent me.”
37 ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
38 ⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης · Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.
38 John said to him, “Teacher, we saw someone who doesn’t follow us casting out demons in your name; and we forbade him, because he doesn’t follow us.”
38 Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης λέγων· διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.
39 ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
39 But Jesus said, “Don’t forbid him, for there is no one who will do a mighty work in my name and be able quickly to speak evil of me.
39 ὁ δὲ Ἰησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
40 ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.
40 For whoever is not against us is on our side.
40 ὃς γὰρ οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
41 For whoever will give you a cup of water to drink in my name because you are Christ’s, most certainly I tell you, he will in no way lose his reward.
41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42 Καὶ ὃς ⸀ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτων τῶν πιστευόντων ⸂εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
42 “Whoever will cause one of these little ones who believe in me to stumble, it would be better for him if he were thrown into the sea with a millstone hung around his neck.
42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
43 Καὶ ἐὰν ⸀σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον
43 If your hand causes you to stumble, cut it off. It is better for you to enter into life maimed, rather than having your two hands to go into Gehenna, into the unquenchable fire,
43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς [τὴν] γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,
44 No está en esta traducción
44 ‘where their worm doesn’t die, and the fire is not quenched.’
44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν
45 If your foot causes you to stumble, cut it off. It is better for you to enter into life lame, rather than having your two feet to be cast into Gehenna, into the fire that will never be quenched—
45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ [τοὺς] δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,
46 No está en esta traducción
46 ‘where their worm doesn’t die, and the fire is not quenched.’
46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν
47 If your eye causes you to stumble, throw it out. It is better for you to enter into God’s Kingdom with one eye, rather than having two eyes to be cast into the Gehenna of fire,
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλὸν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ τοὺς δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν τοῦ πυρός,
48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
48 ‘where their worm doesn’t die, and the fire is not quenched.’
48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49 Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται
49 For everyone will be salted with fire, and every sacrifice will be seasoned with salt.
49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.
50 καλὸν τὸ ἅλα · ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
50 Salt is good, but if the salt has lost its saltiness, with what will you season it? Have salt in yourselves, and be at peace with one another.”
50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
Referencias cruzadas (48)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 9:27; Hebreos 2:9; Marcos 13:30; Mateo 16:28; Lucas 22:18
  2. 2 Lucas 9:28–36; Mateo 17:1–8; Isaías 33:17; Marcos 5:37; Marcos 14:33
  3. 3 Mateo 28:3; Daniel 7:9; Isaías 1:18; Apocalipsis 7:9; Salmo 104:1–2
  4. 4 Lucas 9:30–31; Lucas 24:44; Hechos 3:21–24; Mateo 17:3–4; Juan 5:39
  5. 5 Juan 14:21–23; Juan 14:8–9; Salmo 84:10; Salmo 62:2–3; Apocalipsis 22:3–4
  6. 6 Marcos 16:5–8; Daniel 10:15–19; Apocalipsis 1:17
  7. 7 2 Pedro 1:17; Mateo 3:17; Lucas 9:34–36; Marcos 1:11; Hebreos 2:1
  8. 8 Lucas 24:31; Hechos 8:39–40; Hechos 10:16; Lucas 9:36
  9. 9 Mateo 17:9–13; Marcos 5:43; Mateo 12:40; Mateo 27:63; Lucas 24:46
  10. 10 Hechos 17:18; Juan 2:19–22; Juan 16:17–19; Lucas 18:33–34; Lucas 24:7–8
  11. 11 Malaquías 4:5; Malaquías 3:1; Mateo 11:14; Marcos 9:4; Mateo 17:10–11
  12. 12 Isaías 53:1–12; Isaías 50:6; Isaías 52:14; Lucas 1:16–17; Isaías 40:3–5
  13. 13 Mateo 14:3–11; Mateo 17:12–13; Mateo 11:14; Lucas 1:17; Hechos 7:52
  14. 14 Lucas 9:37–42; Mateo 17:14–20; Lucas 11:53–54; Marcos 2:6; Marcos 12:14
  15. 15 Marcos 9:2–3; Éxodo 34:30
  16. 16 Lucas 5:30–32; Marcos 8:11
  17. 17 Marcos 9:25; Lucas 11:14; Lucas 9:38; Marcos 10:13; Marcos 5:23
  18. 18 Marcos 11:23; Marcos 9:28–29; Lucas 9:39–40; Mateo 17:19–20; Marcos 9:20
  19. 19 Números 14:11; Lucas 9:41; Salmo 106:21–25; Números 14:27; Mateo 17:17
  20. 20 Marcos 1:26; Lucas 4:35; 1 Pedro 5:8; Lucas 9:42; Marcos 9:26
  21. 21 Juan 9:20–21; Hechos 9:33; Juan 5:5–6; Marcos 5:25; Lucas 8:43
  22. 22 Marcos 1:40–42; Mateo 15:22–28; Marcos 5:19; Mateo 14:31; Mateo 8:2
  23. 23 Juan 11:40; Hebreos 11:6; Mateo 17:20; Marcos 11:23; Mateo 21:21–22
  24. 24 Lucas 17:5; Hebreos 12:2; Efesios 2:8; 2 Tesalonicenses 1:11; 2 Tesalonicenses 1:3
  25. 25 Hechos 16:18; Isaías 35:5–6; Mateo 17:18; Marcos 9:15; Lucas 9:42
  26. 26 Marcos 9:20; Marcos 1:26; Éxodo 5:23; Apocalipsis 12:12; Marcos 9:18
  27. 27 Marcos 1:31; Hechos 3:7; Marcos 1:41; Marcos 8:23; Marcos 5:41
  28. 28 Mateo 17:19–20; Marcos 7:17; Mateo 13:36; Mateo 13:10; Mateo 15:15
  29. 29 Santiago 5:15; Daniel 9:3; Mateo 17:20; Efesios 6:18; 2 Corintios 12:8
  30. 30 Lucas 9:43–45; Marcos 6:31–32; Mateo 17:22–23; Mateo 27:22–23
  31. 31 Mateo 16:21; Marcos 9:12; Marcos 8:31; Lucas 24:44–46; Mateo 20:18–19
  32. 32 Lucas 18:34; Juan 16:19; Lucas 9:45; Lucas 2:50; Juan 12:16
  33. 33 Mateo 18:1–5; Hebreos 4:13; Lucas 9:46–48; Juan 2:25; Juan 21:17
  34. 34 Marcos 9:50; 1 Pedro 5:3; Lucas 22:24–30; Filipenses 2:3–7; Lucas 9:46–48
  35. 35 Mateo 20:25–28; Lucas 22:26; Marcos 10:42–45; Mateo 23:11; Lucas 14:10–11
  36. 36 Marcos 10:16; Mateo 18:2; Mateo 19:14–15
  37. 37 Mateo 18:3–5; Lucas 10:16; Mateo 10:40–42; Juan 12:44–45; Juan 14:21–23
  38. 38 Lucas 9:49–50; Números 11:26–29; Lucas 11:19
  39. 39 1 Corintios 12:3; 1 Corintios 13:1–2; Filipenses 1:18; Mateo 13:28–29; Mateo 7:22–23
  40. 40 Mateo 12:30; Lucas 11:23
  41. 41 Mateo 10:42; Mateo 25:40
  42. 42 Mateo 18:6; Lucas 17:1–2; Mateo 18:10; Mateo 25:45–46; Hechos 26:11–14
  43. 43 Mateo 5:29–30; Mateo 18:8–9; Mateo 25:41; Hebreos 12:1; Mateo 5:22
  44. 45 Mateo 18:8; Mateo 5:22; Marcos 9:43
  45. 47 Mateo 18:9; Mateo 5:28–29; Mateo 5:22; Marcos 9:43; Salmo 119:37
  46. 48 Isaías 66:24; Mateo 25:41; Marcos 9:43–45
  47. 49 Levítico 2:13; Ezequiel 43:24
  48. 50 Colosenses 4:6; Romanos 12:18; Mateo 5:13; 2 Corintios 13:11; Hebreos 12:14

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 9:44 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXXI–XXXII)

    … "The righteous shall shine forth as the sun in the kingdom of their Father;" but He shall send the unrighteous, and those who do not the works of righteousness, "into everlasting fire, where their worm shall not die, and the fire shall not be quenched."

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 9:43–48 Augustine of Hippo, The City of God (Book XXI, Chapters 9–10)

    … fire is not quenched." So, too, of the eye: "It is better for thee to enter into the kingdom of God with one eye, than having two eyes to be cast into hell fire: where their worm dieth not, and the fire is not quenched." He did not shrink from using the same words three times over in one passage.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 9:38 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLI)

    For here He signified one actually against them, but there He points to one who in part is on their side: "For they cast out devils," it is said "in Thy name." But to me He seems here to be hinting also at the Jews, setting them on the devil's side.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 9:24 Cyril of Jerusalem, Catechetical Lectures (Lecture V)

    Nay, even if thou be faithless, or of little faith, the Lord is loving unto man; He condescends to thee on thy repentance: only on thy part say with honest mind, Lord, I believe, help thou mine unbelief.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 9:25 Basil of Caesarea, On the Holy Spirit (Chapters VII–VIII)

    … note how, whenever He instructs us about His Father, He is in the habit of using terms of personal authority, saying, "I will; be thou clean;" and "Peace, be still;" and "But I say unto you;" and "Thou dumb and deaf spirit, I charge thee;" and all other expressions of the same kind, in order that by these we may …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)