1 Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἐζεκίας, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου. 2 Καὶ ἀπέστειλεν Ἑλιακὶμ τὸν οἰκονόμον, καὶ Σωμνὰν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους, πρὸς Ἡσαΐαν τὸν προφήτην υἱὸν Ἀμώς. 3 Καὶ εἶπον πρὸς αὐτὸν, τάδε λέγει Ἐζεκίας, ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη· ὅτι ἦλθον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ. 4 Εἴ πως εἰσακούσεται Κύριος ὁ Θεός σου πάντας τοὺς λόγους Ῥαψάκου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν Θεὸν ζῶντα, καὶ βλασφημεῖν ἐν λόγοις οἷς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ λήψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου. 5 Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν. 6 Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας, Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν, τάδε λέγει Κύριος, μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων. 7 Ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν, καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ. 8 Καὶ ἐπέστρεψε Ῥαψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λοβνὰ, ὅτι ἤκουσεν ὅτι ἀπῇρεν ἐκ Λαχίς. 9 Καὶ ἤκουσε περὶ Θαρακὰ βασιλέως Αἰθιόπων, λέγων, ἰδοὺ ἐξῆλθε πολεμεῖν μετὰ σοῦ· καὶ ἐπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων, 10 μὴ ἐπαιρέτω σε ὁ Θεός σου ἐφʼ ᾧ σὺ πέποιθας ἐν αὐτῷ, λέγων, οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11 Ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαίαις τοῦ ἀναθεματίσαι αὐτάς· καὶ σὺ ῥυσθήσῃ; 12 Μὴ ἐξαιρούμενοι ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς διέφθειραν οἱ πατρές μου, τήν τε Γωζὰν, καὶ τὴν Χαῤῥὰν, καὶ τὴν Ῥαφὶς, καὶ υἱοὺς Ἐδὲμ τοὺς ἐν Θαεσθέν; 13 Ποῦ ἐστιν ὁ βασιλεὺς Αἱμὰθ, καὶ ὁ βασιλεὺς Ἀρφάδ; καὶ ποῦ ἐστιν ὁ βασιλεὺς τῆς πόλεως Σεπφαρουαῒν, Ἀνὰ, καὶ Ἀβά; 14 Καὶ ἔλαβεν Ἐζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἀνέπτυξεν αὐτὰ Ἐζεκίας ἐναντίον Κυρίου, 15 καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 16 Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἄκουσον, ἄνοιξον Κύριε τοὺς ὀφθαλμούς σου καὶ ἴδε, καὶ ἄκουσον τοὺς λόγους Σενναχηρὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. 17 Ὅτι ἀληθείᾳ Κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη, 18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλʼ ἢ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθος· καὶ ἀπώλεσαν αὐτούς. 19 Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος. 20 Καὶ ἀπέστειλεν Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, λέγων, τάδε λέγει Κύριος ὁ Θεὸς τῶν δυνάμεων Θεὸς Ἰσραὴλ, ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, ἤκουσα. 21 Οὗτος ὁ λόγος ὃν ἐλάλησε Κύριος ἐπʼ αὐτὸν, ἐξουδένησέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιὼν, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. 22 Τίνα ὠνείδισας, καὶ τίνα ἐβλασφήμησας; καὶ ἐπὶ τίνα ὕψωσας φωνὴν, καὶ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου; εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ; 23 Ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας Κύριον, καὶ εἶπας, ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλθον εἰς μέσον δρυμοῦ καὶ Καρμήλου. 24 Ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια, καὶ ἐξερήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς. 25 Ἔπλασα αὐτὴν, συνήγαγον αὐτήν· καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς. 26 Καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσθένησαν τῇ χειρὶ, ἔπτηξαν καὶ κατῃσχύνθησαν· ἐγένοντο χόρτος ἀγροῦ, ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων, καὶ πάτημα ἀπέναντι ἑστηκότος. 27 Καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου ἔγνων, καὶ τὸν θυμόν σου ἐπʼ ἐμὲ, 28 διὰ τὸ ὀργισθῆναί σε ἐπʼ ἐμὲ, καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου· καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου, καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. 29 Καὶ τοῦτό σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα, καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα, καὶ ἔτει τρίτῳ σπορὰ καὶ ἀμητὸς καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 30 Καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω, καὶ ποιήσει καρπὸν ἄνω. 31 Ὅτι ἐξ Ἱερουσαλὴμ ἐξελεύσεται κατάλειμμα, καὶ ἀνασωζόμενος ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο. 32 Οὐχ οὕτως; Τάδε λέγει Κύριος πρὸς βασιλέα Ἀσσυρίων, οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην, καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προφθάσει ἐπʼ αὐτὴν θυρεὸς, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα. 33 Τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει Κύριος. 34 Καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου. 35 Καὶ ἐγένετο νυκτὸς, καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ὤρθρισαν τοπρωῒ, καὶ ἰδοὺ πάντες σώματα νεκρά. 36 Καὶ ἀπῇρε καὶ ἐπορεύθη καὶ ἀπέστρεψε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῆ. 37 Καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Μεσερὰχ τοῦ θεοῦ αὐτοῦ, καὶ Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ· καὶ αὐτοὶ ἐσώθησαν εἰς γῆν Ἀραράθ· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Kings · Brenton's Greek Septuagint
2 Kings 19 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Adrammelech
A son of Sennacherib who with his brother Sharezer put their father to the sword in the temple of Nisroch and escaped to the land of Ararat.
Cited in the guide: 2 Kings 19:37; Isaiah 37:38
Amoz
Named as the father of the prophet Isaiah.
Cited in the guide: 2 Kings 19:2; 2 Kings 19:20; 2 Kings 20:1
Esar-haddon
Sennacherib's son, who reigned in his father's place after Adrammelech and Sharezer killed him.
Cited in the guide: 2 Kings 19:37; Ezra 4:2; Isaiah 37:38
Hezekiah
A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.
Cited in the guide: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10
Isaiah
The prophet, son of Amoz, who told Hezekiah that Sennacherib would not enter Jerusalem, foretold his illness and recovery, brought back the shadow ten steps, and warned of the…
Cited in the guide: 2 Kings 19:2; 2 Kings 19:20; 2 Kings 20:1
Sennacherib
King of Assyria who captured Judah's fortified cities in Hezekiah's fourteenth year, sent the Rabshakeh against Jerusalem, lost 185,000 men to the angel of the LORD, and was…
Cited in the guide: 2 Kings 18:13; 2 Kings 19:16; 2 Kings 19:20
Shebnah
The scribe who with Eliakim and Joah met the Rabshakeh and was sent with the leading priests to the prophet Isaiah. Isaiah 22:15 rebukes Shebna as steward over the palace.
Cited in the guide: 2 Kings 18:18; 2 Kings 18:37; 2 Kings 19:2
Tirhakah
King of Cush about whom Sennacherib was warned that he had set out to fight him.
Cited in the guide: 2 Kings 19:9; Isaiah 37:9
Places
Nineveh
Capital of the brutal Assyrian Empire. Jonah's reluctant mission brought it to repentance; Nahum later prophesied its fall, which came in 612 BC.
Cited in the guide: Jonah 3:3; Nahum 1:1; 2 Kings 19:36
Cross references (36)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Kings 18:37; 1 Kings 21:27; 2 Chronicles 32:20–22; Isaiah 37:1–7; Genesis 37:34
- 2 Isaiah 1:1; Isaiah 2:1; Matthew 4:14; Isaiah 37:2–5; 2 Chronicles 26:22
- 3 Jeremiah 30:5–7; Isaiah 66:9; Hebrews 3:15–16; Isaiah 26:17–18; Hosea 13:13
- 4 2 Samuel 16:12; James 5:16–17; Romans 9:27; Ezekiel 36:37; Joshua 14:12
- 6 2 Kings 18:35; 2 Kings 18:17; Isaiah 37:6–38; 2 Chronicles 20:15; Deuteronomy 20:1
- 7 2 Kings 7:6; Isaiah 10:16–18; Isaiah 11:4; Obadiah 1; 2 Chronicles 32:21
- 8 2 Kings 18:14; Joshua 10:29; Isaiah 37:8–9; Joshua 12:15; Joshua 12:11
- 9 1 Samuel 23:27; 2 Kings 18:17; Isaiah 37:9
- 10 2 Kings 18:5; 2 Kings 18:29–30; Isaiah 37:10–14; 2 Chronicles 32:15–19
- 11 Isaiah 10:8–11; 2 Chronicles 32:13–14; 2 Kings 19:17–18; 2 Kings 17:5–11
- 12 2 Kings 17:6; Ezekiel 27:23; Genesis 11:31; Isaiah 37:12; 1 Chronicles 5:26
- 13 2 Kings 18:34; 2 Kings 17:24; Isaiah 11:11; Isaiah 37:13–20; Numbers 13:21
- 14 Isaiah 37:14; Psalm 123:1–4; Psalm 91:1–2; Ezra 9:5; 1 Kings 8:28–30
- 15 Jeremiah 10:10–12; Isaiah 44:8; 2 Kings 5:15; Exodus 25:22; Daniel 4:34–35
- 16 Isaiah 37:17; Psalm 31:2; 2 Chronicles 6:40; 2 Kings 19:4; 1 Kings 8:29
- 17 Acts 4:27; 2 Kings 17:24; Isaiah 7:17–18; Jeremiah 26:15; Luke 22:59
- 18 Acts 17:29; Jeremiah 10:3–9; Isaiah 44:9–20; Jeremiah 10:14–16; 2 Samuel 5:21
- 19 Psalm 83:18; 1 Kings 8:43; Psalm 67:1–2; Exodus 9:15–16; Daniel 4:34–37
- 20 2 Kings 20:5; 2 Chronicles 32:20–21; Acts 10:31; Isaiah 65:24; Jeremiah 33:3
- 21 Lamentations 2:13; Job 16:4; Matthew 27:39; Jeremiah 14:17; Psalm 109:25
- 22 Isaiah 5:24; Psalm 71:22; 2 Thessalonians 2:4; Jeremiah 51:5; Isaiah 30:15
- 23 2 Kings 18:17; Psalm 20:7; Isaiah 10:18; 2 Chronicles 32:17; Isaiah 10:14
- 24 1 Kings 20:10; Exodus 15:9; Isaiah 19:6; 2 Samuel 17:13; Daniel 4:30
- 25 Isaiah 45:7; Isaiah 37:26–27; Isaiah 10:5–6; Isaiah 46:10–11; Psalm 76:10
- 26 Jeremiah 50:36–37; 1 Peter 1:24; Jeremiah 51:30; Psalm 48:4–7; Psalm 129:6–8
- 27 Jeremiah 23:23–24; Isaiah 37:28–29; Psalm 121:8; Deuteronomy 28:6; Psalm 139:1–11
- 28 Ezekiel 29:4; 2 Kings 19:33; Ezekiel 38:4; Amos 4:2; Isaiah 30:28
- 29 Leviticus 25:20–22; 2 Kings 20:8–9; Exodus 3:12; Isaiah 37:30; Luke 2:12
- 30 Isaiah 27:6; 2 Kings 19:4; Isaiah 10:20–22; 2 Chronicles 32:22–23; Isaiah 1:9
- 31 Isaiah 9:7; Romans 11:5; John 2:17; Isaiah 10:20; Romans 9:27
- 32 Isaiah 8:7–10; 2 Samuel 20:15; Luke 19:43–44; Isaiah 10:24–25; Ezekiel 21:22
- 33 2 Kings 19:28; 2 Kings 19:36
- 34 1 Kings 11:12–13; 2 Kings 20:6; 1 Kings 15:4; Isaiah 31:5; Jeremiah 33:26
- 35 2 Chronicles 32:21–22; 2 Samuel 24:16; Exodus 12:29–30; Isaiah 37:36; 1 Thessalonians 5:2–3
- 36 Jonah 1:2; 2 Kings 19:7; 2 Kings 19:33; 2 Kings 19:28; Matthew 12:41
- 37 Genesis 8:4; Ezra 4:2; Jeremiah 51:27; 2 Kings 19:7; 2 Chronicles 32:21
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And to Hezekiah He saith, "I will defend this city, for mine own sake and for my servant David's sake." And to Solomon too He said, that for David's sake He rent not the kingdom during his lifetime.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… I cannot destroy them." Therefore He saith, "What, think ye that I cannot pray to my Father?" And again He speaks it humbly, in saying, "He will presently give me twelve legions of angels." For if one angel slew one hundred and eighty-five armed thousands, what need of twelve legions against a thousand men?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)