Skip to the text

1 Chronicles · Brenton's Greek Septuagint

1 Chronicles 18 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς, καὶ ἔλαβε τὴν Γὲθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. 2 Καὶ ἐπάταξε τὴν Μωὰβ, καὶ ἦσαν Μωὰβ παῖδες τῷ Δαυὶδ φέροντες δῶρα· 3 Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ βασιλέα Σουβὰ Ἠμάθ, πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην· 4 Καὶ προκατελάβετο Δαυὶδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 5 Καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. 6 Καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκὸν, καὶ ἦσαν τῷ Δαυεὶδ εἰς παῖδας φέροντας δῶρα· καὶ ἔσωσε Κύριος Δαυίδ ἐν πᾶσιν οἷς ἐπορεύετο. 7 Καὶ ἔλαβεν Δαυεὶδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Ἁδραάζαρ, καὶ ἤνεγκεν αὐτοὺς εἰς Ἰερουσαλήμ. 8 Καὶ ἐκ τῆς Μαγαβὲθ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Ἀδρααζὰρ ἔλαβε Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐξ αὐτοῦ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν, καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. 9 καὶ ἤκουσε Θωὰ βασιλεὺς Ἠμὰθ, ὅτι ἐπάταξε Δαυὶδ τὴν πᾶσαν δύναμιν Ἀδρααζὰρ βασιλέως Σουβά· 10 Καὶ ἀπέστειλεν τὸν Ἀδουρὰμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυὶδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην, καὶ του εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἁδρααζαρ, καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀνὴρ πολέμιος Θῶα ἦν τῷ Ἁδραάζαρ· καὶ πάντα τὰ σκεύη τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ, 11 Καὶ τὰ χαλκᾶ, καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ κυρίῳ, μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν, ἐξ Ἰδουμαίας, καὶ Μωὰβ, καὶ ἐξ υἱῶν Ἀμμὼν, καὶ ἐκ τῶν ἀλλοφύλων, καὶ ἐξ Ἀμαλήκ. 12 Καὶ Ἀβεσὰ υἱὸς Σαρουίας ἐπάταξε τὴν Ἰδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν, ὀκτὼκαὶδεκα χιλιάδας. 13 Καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουρὰς, καὶ ἦσαν πάντες οἱ Ἰδουμαῖοι παῖδες Δαυίδ· καὶ ἔσωζε Κύριος τὸν Δανὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο. 14 Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραὴλ, καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. 15 Καὶ Ἰωὰβ υἱὸς Σαρουίας ἐπὶ τῆς στρατιᾶς, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺδ ὁ ὑπομνηματογράφος, 16 καὶ Σαδὼκ υἱὸς Ἀχειτὼβ καὶ Αχειμέλεχ υἱὸς Ἀβιάθαρ οἱ ἱερεῖς, καὶ Σουσὰ γραμματεύς, 17 καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί. καὶ υἱοὶ Δαυὶδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ahimelech

    Priest, son of Abiathar

    Named with Zadok as a priest in David's administration and called the son of Abiathar.

    Cited in the guide: 2 Samuel 8:17; 1 Chronicles 18:16; 1 Chronicles 24:3

  • Joram

    Son of King Toi of Hamath

    Son of Toi, sent to greet David and bless him with articles of silver, gold and bronze, which David dedicated to the LORD.

    Cited in the guide: 2 Samuel 8:10; 1 Chronicles 18:10

  • Seraiah

    David's scribe

    Listed as the scribe in David's administration (called Shavsha in 1 Chronicles 18:16).

    Cited in the guide: 2 Samuel 8:17; 1 Chronicles 18:16

  • Toi

    King of Hamath

    King of Hamath, who had been at war with Hadadezer and sent his son Joram to greet David and bless him after David defeated Hadadezer.

    Cited in the guide: 2 Samuel 8:9; 2 Samuel 8:10; 1 Chronicles 18:9

Cross references (17)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Samuel 8:1–18; 2 Samuel 1:20; 1 Samuel 27:4; 1 Samuel 5:8
  2. 2 Psalm 72:8–10; 1 Kings 10:2; Isaiah 11:14; Judges 3:29–30; Psalm 68:29–30
  3. 3 Psalm 60:1; 2 Samuel 8:3; Genesis 15:18; 2 Samuel 10:6; Exodus 23:31
  4. 4 2 Samuel 8:4; Psalm 20:7; Psalm 33:16–17; 1 Kings 10:26; Joshua 11:9
  5. 5 Isaiah 8:9–10; 2 Samuel 8:5–6; 1 Chronicles 19:6; 1 Chronicles 18:3; 1 Kings 11:23–24
  6. 6 Psalm 18:43–44; Psalm 121:8; 1 Chronicles 17:8; Proverbs 21:31; 1 Chronicles 18:2
  7. 7 2 Chronicles 12:9–10; 1 Kings 14:26–28; 1 Kings 10:16–17; 2 Chronicles 9:15–16
  8. 8 2 Samuel 8:8; 2 Chronicles 4:12–18; Jeremiah 52:17–23; 1 Kings 7:15–47; 2 Chronicles 4:2–6
  9. 9 2 Samuel 8:9
  10. 10 2 Samuel 8:10; Isaiah 39:1; 2 Chronicles 9:23–24; 2 Chronicles 9:1
  11. 11 1 Samuel 30:20; 2 Kings 12:18; 2 Chronicles 5:1; 2 Samuel 8:11–12; Exodus 35:21–24
  12. 12 Psalm 60:1; 2 Chronicles 25:11; 1 Chronicles 2:16; 2 Samuel 8:13–14; 1 Chronicles 11:20
  13. 13 1 Chronicles 18:6; 2 Samuel 7:14–17; Psalm 18:48–50; Psalm 144:10; Psalm 121:7
  14. 14 Jeremiah 33:15; Psalm 89:14; Jeremiah 23:5–6; 2 Samuel 8:15; Psalm 78:71–72
  15. 15 1 Chronicles 11:6; 2 Samuel 8:16; 1 Kings 4:3
  16. 16 2 Samuel 8:17; 2 Samuel 20:25; 1 Kings 4:3; 1 Chronicles 24:6; 1 Kings 2:35
  17. 17 2 Samuel 8:18; 2 Samuel 15:18; Zephaniah 2:5; 2 Samuel 20:7; 1 Kings 1:38

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences