1 Καὶ εἶπε Δαυὶδ, Οὗτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ Θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ. 2 Καὶ εἶπε Δαυὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ, καὶ κατέστησε λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ. 3 Καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν, καὶ τοὺς στροφεῖς ἡτοίμασε Δαυὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός. 4 Καὶ ξύλα κέδρινα, οὐκ ἦν ἀριθμός· ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυίδ. 5 Καὶ εἶπε Δαυὶδ, Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλὸν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν· ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυεὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ. 6 Καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. 7 Καὶ εἶπε Δαυὶδ Σαλωμών, τέκνον, ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ. 8 Καὶ ἐγένετό μοι λόγος Κυρίου, λέγων, αἷμα εἰς πλῆθος ἐξέχεας, καὶ πολέμους μεγάλους ἐποίησας· οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τὴν γῆν ἐναντίον ἐμου. 9 Ἰδοὺ υἱὸς τίκτεταί σοι, οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, ὅτι Σαλωμὼν ὄνομα αὐτῷ, καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ. 10 Οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ οὗτος ἔσται μοι εἰς υἱὸν, κἀγὼ αὐτῷ εἰς πατέρα, καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ἰσραὴλ ἕως αἰῶνος. 11 Καὶ νῦν, υἱέμου, ἔσται μετὰ σοῦ Κύριος, καὶ εὐοδώσει, καὶ οἰκοδομήσεις οἶκον τῷ Κυρίῳ Θεῷ σου. ὡς ἐλάλησε περὶ σοῦ. 12 Ἀλλʼ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν Κύριος καὶ κατισχύσαι σε ἐπὶ Ἰσραὴλ, καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου. 13 Τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐπὶ Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ πτοηθῇς. 14 Καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας, καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστι σταθμὸς, ὅτιι εἰς πλῆθός ἐστι· καὶ ξύλα καὶ λίθους ἡτοίμασα, καὶ πρὸς ταῦτα πρόσθες. 15 Καὶ μετὰ σοῦ πρόσθες εἰς πλῆθος ποιούντων ἔργα, τεχνῖται καὶ οἰκοδόμοι λίθων, καὶ τέκτονες ξύλων, καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ, 16 ἐν παντὶ ἔργῳ, ἐν χρυσίῳ καὶ ἀργυρίῳ, χαλκῷ καὶ ἐν σιδήρῳ, οὐκ ἔστιν ἀριθμός· ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ. 17 Καὶ ἐνετείλατο Δαυὶδ τοῖς πᾶσιν ἄρχουσιν Ἰσραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ. 18 Οὐχὶ Κύριος μεθʼ ὑμῶν; καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν ὑμῶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ. 19 Νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ Θεῷ ὑμῶν, τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου, καὶ σκεύη τὰ ἅγια τοῦ Θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.
1 Chronicles · Brenton's Greek Septuagint
1 Chronicles 22 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Chronicles 3:1; 1 Chronicles 21:18–28; Genesis 28:17; 2 Samuel 24:18; 2 Kings 18:22
- 2 2 Chronicles 2:17; 1 Kings 5:17–18; 1 Kings 9:20–21; 2 Kings 12:12; 1 Kings 7:9–12
- 3 1 Chronicles 22:14; 1 Kings 7:47; 1 Chronicles 29:2; 1 Chronicles 29:7; 2 Chronicles 4:18
- 4 1 Kings 5:6–10; Ezra 3:7; 2 Samuel 5:11; 2 Chronicles 2:3
- 5 1 Kings 3:7; 1 Chronicles 29:1; John 3:30; John 13:1; 2 Chronicles 2:5
- 6 2 Timothy 4:1; Numbers 27:23; 1 Timothy 6:13–17; Matthew 28:18–20; 1 Timothy 5:21
- 7 Psalm 132:5; Deuteronomy 12:5; 1 Kings 8:16–20; Deuteronomy 12:11; 2 Chronicles 6:7–9
- 8 1 Chronicles 28:3; 1 Kings 5:3; 1 Chronicles 17:4–10; 2 Samuel 7:5–11; Numbers 31:24
- 9 1 Kings 4:25; 1 Kings 5:4; 1 Kings 4:20; Isaiah 9:6–7; 2 Samuel 12:24–25
- 10 Hebrews 1:5; 1 Chronicles 17:12–14; 2 Samuel 7:13–14; Psalm 89:26; Zechariah 6:12–13
- 11 1 Chronicles 22:16; Romans 15:33; 1 Chronicles 28:20; Isaiah 26:12; Matthew 1:23
- 12 James 1:5; 1 Kings 3:9–12; Proverbs 14:8; 2 Chronicles 1:10; 1 John 2:3
- 13 1 Chronicles 28:20; Joshua 1:6–9; 1 Chronicles 28:7; Ephesians 6:10; 1 Kings 2:3
- 14 1 Chronicles 22:3; 1 Chronicles 29:4–7; 1 Kings 10:14; 2 Kings 25:16; 2 Corinthians 8:2
- 15 Exodus 28:6; Exodus 31:3–5; 1 Kings 7:14; Exodus 35:35; Exodus 35:32
- 16 1 Chronicles 22:11; Ephesians 5:14; Philippians 4:13; 1 Corinthians 15:58; Joshua 1:9
- 17 1 Chronicles 28:1–6; 1 Chronicles 29:6; Philippians 4:3; 3 John 8; 1 Chronicles 28:21
- 18 1 Chronicles 23:25; 1 Chronicles 22:9; 2 Samuel 7:1; Acts 9:31; Romans 8:31
- 19 1 Chronicles 28:9; Deuteronomy 4:29; 1 Chronicles 16:11; Psalm 27:4; 1 Chronicles 22:7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences