1 Υἱὸς ἐπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτόν. 2 Ἐν ἔτει ἑβδόμῳ τῷ Ἰοὺ ἐβασίλευσεν Ἰωὰς, καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαβιὰ ἐκ τῆς Βηρσαβεέ. 3 Καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ἰωδαὲ ὁ ἱερεύς. 4 Πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζε, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 5 Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς, πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου, 6 λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς, ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσι τὸ βεδὲκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδέκ. 7 Καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδέκ τοῦ οἴκου. 8 Καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδαὲ τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπε πρὸς αὐτούς, τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδὲκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδὲκ τοῦ οἴκου δώσετε αὐτό. 9 Καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ, καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου. 10 Καὶ ἔλαβεν Ἰωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησε τρώγλην ἐπὶ τῇς σανίδος αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἁμμαζειβὶ ἐν τῷ οἴκῳ ἀδρος οἴκου Κυρίου· και ἔδωκας οἱ ἱερεῖς οἱ ἱεπεῖς φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου· 11 Καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσθιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. 12 Καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκοπῶν οἴκου· Κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων, καὶ τοῖς οἱκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου, 13 καὶ τοῖς τειχισταῖς, καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι. 14 Πλὴν οὐ ποιηθήσονται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι, καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν, καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου, 15 ὅτι τοῖς ποιοῦσι τὰ ἔργα δώσουσιν αὐτό· καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου. 16 Καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν. 17 Ἀργύριον περὶ ἁμαρτίας, καὶ ἀργύριον περὶ πλημμελείας, ὅ, τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο. 18 Τότε ἀνέβη Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατελάβετο αὐτήν· καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. 19 Καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ Ἰωρὰμ καὶ Ὀχοζίας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ, καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ἱερουσαλήμ. 20 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 21 Καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μαλλὼ τῷ ἐν Σελά. 22 Καὶ Ἰεζιρχὰρ υἱὸς Ἱεμουὰθ, καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ, οἱ δοῦλοι αὐτοῦ, ἐπάταξαν αὐτὸν καὶ ἀπέθανε, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἑν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Kings · Brenton's Greek Septuagint
2 Kings 12 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Amaziah
Joash's son, who became king at twenty-five and reigned twenty-nine years, executed his father's murderers, struck down 10,000 Edomites in the Valley of Salt, was routed by…
Cited in the guide: 2 Kings 12:21; 2 Kings 14:1; 2 Kings 14:7
Jehozabad
A servant of Joash, called 'son of Shomer', who struck Joash down at Beth-millo.
Cited in the guide: 2 Kings 12:21; 2 Chronicles 24:26
Joash
Son of Ahaziah, hidden for six years in the house of the LORD, crowned at seven by Jehoiada, who reigned forty years, repaired the temple, bought off Hazael with the temple…
Cited in the guide: 2 Kings 11:2; 2 Kings 11:19; 2 Kings 12:1
Jozabad
A servant of Joash, called 'son of Shimeath', who struck Joash down at Beth-millo.
Cited in the guide: 2 Kings 12:21; 2 Chronicles 24:26
Zibiah
A woman of Beersheba named as the mother of King Joash of Judah.
Cited in the guide: 2 Kings 12:1; 2 Chronicles 24:1
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Kings 11:21; 1 Chronicles 3:11; 2 Kings 9:27; 2 Kings 11:1–4; 2 Chronicles 24:1–14
- 2 2 Chronicles 24:17–22; 2 Kings 14:3; 2 Chronicles 25:2; 2 Chronicles 26:4; 2 Chronicles 24:2
- 3 2 Kings 14:4; 2 Kings 15:35; 1 Kings 15:14; 2 Kings 18:4; 1 Kings 22:43
- 4 2 Kings 22:4; Exodus 30:12–16; Exodus 35:5; Exodus 35:29; 1 Chronicles 29:3–9
- 5 Isaiah 58:12; 1 Kings 11:27; 2 Chronicles 24:5; 2 Kings 22:5–6; 2 Kings 12:12
- 6 Malachi 1:10; 1 Samuel 2:29–30; Philippians 2:21; Isaiah 56:10–12; 2 Chronicles 29:34
- 7 2 Kings 11:4; 2 Chronicles 24:5–14; 2 Kings 12:2; 2 Chronicles 24:16; 2 Chronicles 23:1
- 9 Mark 12:41; 1 Chronicles 15:24; Psalm 84:10; Jeremiah 35:4; Luke 21:1
- 10 2 Samuel 8:17; 2 Kings 22:12; 2 Kings 19:2; 2 Samuel 20:25; 2 Kings 5:23
- 11 2 Chronicles 34:9–11; 2 Kings 22:5–6; 2 Chronicles 24:11–12
- 12 2 Kings 22:5–6; 1 Kings 5:17–18; Luke 21:5; Ezra 5:8; Ezra 3:7
- 13 2 Chronicles 24:14; 1 Kings 7:48–50; Numbers 7:13–14; Ezra 1:9–11; Numbers 10:2
- 15 2 Kings 22:7; Nehemiah 7:2; Luke 16:1; 2 Chronicles 34:12; 1 Corinthians 4:2–3
- 16 Leviticus 7:7; Leviticus 5:15–18; Leviticus 4:24; Leviticus 4:29; Hosea 4:8
- 17 2 Chronicles 24:23–24; 1 Kings 2:39–40; Jeremiah 42:15; Luke 9:53; 2 Kings 8:12–15
- 18 1 Kings 15:18; 2 Kings 18:15–16; 2 Kings 12:4; 2 Chronicles 16:2; 2 Kings 16:8
- 19 1 Kings 14:29; 1 Kings 14:19; 2 Kings 8:23; 1 Kings 11:41
- 20 2 Chronicles 24:24–27; 2 Kings 14:5; 2 Samuel 5:9; Judges 9:6; 1 Kings 11:27
- 21 2 Chronicles 24:26–27; 2 Kings 14:1
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences