1 Καὶ εἶπεν Ἠλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς Ἀχαὰβ, ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου. 2 Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ, 3 πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥαθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. 4 Καὶ ἔσται ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. 5 Καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. 6 Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τοπρωῒ, καὶ κρέα τοδείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ. 7 Καὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χειμάῤῥους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. 8 Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ, 9 ἀνάστηθι, καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. 10 Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ, καὶ ἦλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπεν αὐτῇ, λάβε δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. 11 Καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιοὺ, καὶ εἶπε, λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου. 12 Καὶ εἶπεν ἡ γυνὴ, ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλʼ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. 13 Καὶ εἶπε πρὸς αὐτὴν Ἠλιοὺ, θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν, καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπʼ ἐσχάτῳ· 14 Ὅτι τάδε λέγει Κύριος, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς. 15 Καὶ ἐπορεύθη ἡ γυνὴ, καὶ ἐποίησε, καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς. 16 Καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού. 17 Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἠῤῥώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου· καὶ ἦν ἡ ἀῤῥωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. 18 Καὶ εἶπε πρὸς Ἠλιοὺ, τί ἐμοὶ καὶ σοὶ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς μὲ τοῦ ἀναμνῆσαι ἀδικίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου; 19 Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὴν γυναῖκα, δός μοι τὸν υἱόν σου· καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης. 20 Καὶ ἀνεβόησεν Ἠλιοὺ, καὶ εἶπεν, οἵ μοι Κύριε, ὁ μάρτυς τῆς χήρας μεθʼ ἧς ἐγὼ κατοικῶ μετʼ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. 21 Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε, Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν. 22 Καὶ ἐγένετο οὕτως· καὶ ἀνεβόησε τὸ παιδάριον. 23 Καὶ κατήγαγεν αυτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλιοὺ, βλέπε, ζῇ ὁ υἱός σου. 24 Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιοὺ, ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.
1 Kings · Brenton's Greek Septuagint
1 Kings 17 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Elijah the Tishbite
A prophet among the settlers of Gilead who announced a drought to Ahab, was fed by ravens, revived the widow's son at Zarephath, defeated Baal's prophets on Mount Carmel, heard…
Cited in the guide: 1 Kings 17:1; 1 Kings 18:36; 1 Kings 19:9
The widow of Zarephath
A widow of Zarephath of Sidon, commanded by the LORD to provide for Elijah, whose jar of flour and jug of oil did not run out and whose son Elijah brought back to life.
Cited in the guide: 1 Kings 17:9; 1 Kings 17:10; 1 Kings 17:20
Cross references (24)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 4:25–26; James 5:17; Luke 1:17; 1 Kings 22:14; 2 Kings 3:14
- 2 Jeremiah 18:1; Jeremiah 11:1; 1 Chronicles 17:3; Hosea 1:1–2; 1 Kings 12:22
- 3 Jeremiah 36:26; Psalm 31:20; Revelation 12:6; Hebrews 11:38; Psalm 83:3
- 4 1 Kings 17:9; Psalm 147:9; Job 38:41; 1 Kings 19:5–8; Matthew 4:4
- 5 Matthew 16:24; John 15:14; Proverbs 3:5; 1 Kings 19:9
- 6 Psalm 78:23–24; Matthew 6:31–33; Jeremiah 37:21; Psalm 78:15–16; Matthew 14:19–21
- 7 Isaiah 54:10; Isaiah 40:30–31
- 8 Genesis 22:14; 1 Kings 17:2; Hebrews 13:6; Isaiah 41:17
- 9 Luke 4:26; Obadiah 20; 2 Corinthians 4:7; 1 Kings 17:4; Matthew 15:21–22
- 10 John 4:7; Genesis 24:17; Hebrews 11:37; 2 Corinthians 11:27; Genesis 21:15
- 11 Genesis 24:18–19; Hebrews 13:2; Genesis 18:5; 1 Kings 18:4; Matthew 25:35–40
- 12 Matthew 15:33–34; 1 Kings 17:1; 2 Kings 4:2–7; Genesis 21:16; Ezekiel 12:18–19
- 13 Malachi 3:10; Matthew 6:33; Judges 7:5–7; Matthew 28:5; Proverbs 3:9
- 14 Matthew 15:36–38; Matthew 14:17–20; 2 Kings 4:42–44; 2 Kings 3:16; 2 Kings 7:1
- 15 Genesis 6:22; Matthew 15:28; Hebrews 11:17; Mark 12:43; Romans 4:19–20
- 16 Matthew 9:28–30; Luke 1:37; John 4:50–51; Matthew 19:26; 1 Kings 16:12
- 17 James 1:12; John 11:14; James 1:2–4; Job 34:14; John 11:3–4
- 18 Luke 5:8; Luke 4:34; John 2:4; 2 Kings 3:13; 2 Samuel 16:10
- 19 2 Kings 4:32; Acts 9:37; 2 Kings 4:10; 2 Kings 4:21
- 20 James 5:15–18; Matthew 21:22; 1 Samuel 7:8–9; Exodus 17:4; 2 Kings 19:15
- 21 Acts 20:10; Acts 9:40; 2 Kings 4:33–35; Hebrews 11:19; Acts 10:10
- 22 Revelation 11:11; Deuteronomy 32:39; John 5:28–29; Hebrews 11:35; Romans 14:9
- 23 2 Kings 4:36–37; Luke 7:15; Acts 9:41; Hebrews 11:35
- 24 John 16:30; John 2:11; John 3:2; 1 Thessalonians 2:13; 1 John 2:21
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Not even His servant Elias, to whom He sent bread and flesh by the ravens upon a certain occasion had need of this; and yet that a religious widow might be blessed, the servant of God is sent, and he whom God in secret did feed, is fed by the widow.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)