Skip to the text

1 Kings · Brenton's Greek Septuagint

1 Kings 16 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ πρὸς Βαασά. 2 Ἀνθʼ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἱεροβοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, 3 ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ, καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβάτ. 4 Τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. 5 Καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; 6 Καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσᾷ, καὶ βασιλεύει Ἠλὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 7 Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν. 8 Καὶ Ἠλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσᾷ. 9 Καὶ συνέστρεψεν ἐπʼ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσᾷ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσᾶ τοῦ οἰκονόμου ἐν Θερσᾷ. 10 Καὶ εἰσῆλθε Σαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ. 11 Καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ, 12 κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασὰ, καὶ πρὸς Ἰοὺ τὸν προφήτην 13 περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 14 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; 15 Καὶ Ζαμβρὶ ἐβασίλευσεν ἐν Θερσᾷ ἡμέρας ἑπτά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων. 16 Καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ, λεγόντων, συνεστράφη Ζαμβρὶ καὶ ἔπαισν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. 17 Καὶ ἀνέβη Ἀμβρὶ καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Γαβαθὼν, καὶ περιεκάθισαν ἐπὶ Θερσᾷ. 18 Καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐνεπύρισεν ἐπʼ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως, καὶ ἀπέθανεν 19 ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ. 20 Καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; 21 Τότε μερίζεται ὁ λαὸς Ἰσραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτὸν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ἀμβρί. 22 Ὁ λαὸς ὁ ὢν ὀπίσω Ἀμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ· καὶ ἀπέθανε Θαμνὶ καὶ Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Ἀμβρὶ μετὰ Θαμνί. 23 Ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ἀμβρὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν Θερσᾷ βασιλεύει ἓξ ἔτη. 24 Καὶ ἐκτήσατο Ἀμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου· καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμησαν ἐπὶε τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους, Σεμηρών. 25 Καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. 26 Καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 27 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμβρὶ καὶ πάντα ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; 28 Καὶ ἐκοιμήθη Ἀμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 28a Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ἀμβρὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἰκοσιπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοὐ Γαζουβὰ, θυγάτηρ Σελί· 28b καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν· ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων· 28c καὶ ἃ συνέθετο Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραὴλ, καὶ πᾶσα ἡ δυναστεία ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα; 28d καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῇρεν ἀπὸ τῆς γῆς· 28e καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· Νασίβ. 28f Καὶ ὁ βασιλεὺς Ἰωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ· 28g τότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηΐ· καὶ οὐκ ἐβούλετο Ἰωσαφάτ· 28h καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 29 Ἐν ἔτει δευτέρῳ τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ἀχαὰβ υἱὸς Ἀμβρὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. 30 Καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ. 31 Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ. 32 Καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ. 33 Καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐξολοθρευθῆναι, ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. 34 Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Ἀχιὴλ ὁ Βαιθηλίτης τὴν Ἱεριχώ· ἐν τῷ Ἀβιρὼν πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν, καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυῆ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abiram

    Firstborn son of Hiel

    Hiel's firstborn, at whose cost Hiel laid the foundation of Jericho.

    Cited in the guide: 1 Kings 16:34

  • Ahab

    King of Israel, husband of Jezebel

    Son of Omri, who reigned twenty-two years in Samaria, married Jezebel and served Baal, took Naboth's vineyard, fought Ben-hadad of Aram, and died of an arrow wound at…

    Cited in the guide: 1 Kings 16:29; 1 Kings 16:30; 1 Kings 18:17

  • Arza

    Steward of Elah's household in Tirzah

    The steward of King Elah's household in Tirzah, in whose house Elah was drinking when Zimri struck him down.

    Cited in the guide: 1 Kings 16:9

  • Elah

    King of Israel, son of Baasha

    Baasha's son, who reigned two years in Tirzah and was killed by his servant Zimri while drinking in the house of Arza.

    Cited in the guide: 1 Kings 16:6; 1 Kings 16:8; 1 Kings 16:9

  • Ethbaal

    Sidonian king, Jezebel's father

    King of the Sidonians, named as the father of Jezebel, whom Ahab married.

    Cited in the guide: 1 Kings 16:31

  • Ginath

    Father of Tibni

    Named as the father of Tibni, who claimed Israel's throne against Omri.

    Cited in the guide: 1 Kings 16:21; 1 Kings 16:22

  • Hanani

    Seer who rebuked Asa

    Seer who told Asa he had acted foolishly in relying on the king of Aram; Asa put him in prison.

    Cited in the guide: 1 Kings 16:1; 1 Kings 16:7; 2 Chronicles 16:7

  • Hiel the Bethelite

    Rebuilder of Jericho

    A man of Bethel who rebuilt Jericho in Ahab's days, laying its foundation at the cost of his firstborn Abiram and setting up its gates at the cost of his youngest Segub, as the…

    Cited in the guide: 1 Kings 16:34

  • Jehu son of Hanani

    Prophet against Baasha

    A prophet to whom the word of the LORD came against Baasha and his house.

    Cited in the guide: 1 Kings 16:1; 1 Kings 16:7; 1 Kings 16:12

  • Jezebel

    Queen of Israel, wife of Ahab

    Daughter of Ethbaal king of the Sidonians and wife of Ahab, who slaughtered the LORD's prophets, threatened Elijah, had Naboth stoned on false testimony, and was thrown down from…

    Cited in the guide: 1 Kings 16:31; 1 Kings 18:4; 1 Kings 19:2

  • Nebat

    Father of Jeroboam

    Named as the father of Jeroboam, first king of the northern kingdom; the sins of 'Jeroboam son of Nebat' become the standard for later kings of Israel.

    Cited in the guide: 1 Kings 11:26; 1 Kings 12:2; 1 Kings 16:3

  • Omri

    King of Israel, founder of Samaria

    The commander of the army proclaimed king by the troops at Gibbethon, who besieged Tirzah, outlasted Tibni, bought the hill of Samaria from Shemer, reigned twelve years, and was…

    Cited in the guide: 1 Kings 16:16; 1 Kings 16:22; 1 Kings 16:23

  • Segub

    Youngest son of Hiel

    Hiel's youngest son, at whose cost Hiel set up the gates of Jericho.

    Cited in the guide: 1 Kings 16:34

  • Shemer

    Owner of the hill of Samaria

    The man who owned the hill that Omri bought for two talents of silver and named Samaria after him.

    Cited in the guide: 1 Kings 16:24

  • Tibni

    Rival claimant to Israel's throne

    Son of Ginath, whom half of Israel supported as king against Omri, and who died when Omri's followers proved stronger.

    Cited in the guide: 1 Kings 16:21; 1 Kings 16:22

  • Zimri

    King of Israel for seven days

    Commander of half of Elah's chariots, who killed Elah, destroyed Baasha's whole household, reigned seven days in Tirzah, and burned the palace down upon himself when Omri besieged…

    Cited in the guide: 1 Kings 16:9; 1 Kings 16:10; 1 Kings 16:15

Places

  • Samaria

    Today: West Bank (central highlands)

    Capital of the northern kingdom from Omri and Ahab until its fall to Assyria in 722 BC. Its name came to denote the whole surrounding region and its people.

    Cited in the guide: 1 Kings 16:24; 1 Kings 16:29; 2 Kings 17:6

Cross references (29)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Chronicles 19:2; 2 Chronicles 20:34; 1 Kings 16:7; 2 Chronicles 16:7–10; 1 Kings 15:33
  2. 2 1 Kings 14:7; 1 Kings 15:34; 1 Samuel 2:8; Psalm 113:7–8; Exodus 32:21
  3. 3 1 Kings 14:10; 1 Kings 15:29–30; 1 Kings 16:11–12; 1 Kings 21:21–24; Isaiah 66:24
  4. 4 1 Kings 14:11; 1 Kings 21:24
  5. 5 1 Kings 14:19; 1 Kings 15:31; 2 Chronicles 16:1–6
  6. 6 1 Kings 14:17; 1 Kings 15:21; 1 Kings 15:25; 1 Kings 16:8; 1 Kings 16:13–14
  7. 7 Isaiah 2:8; 1 Kings 14:14; Psalm 115:4; Hosea 1:4; Exodus 20:5
  8. 9 1 Kings 18:3; Daniel 5:1–4; Genesis 39:4; Genesis 24:2; Nahum 1:10
  9. 10 2 Kings 9:31
  10. 11 1 Kings 15:29; 1 Kings 16:3; 1 Samuel 25:22; 1 Samuel 25:34; Judges 1:7
  11. 12 1 Kings 16:1; 2 Kings 14:25; 1 Kings 16:7; 2 Chronicles 10:15; 1 Kings 14:18
  12. 13 Deuteronomy 32:21; 1 Samuel 12:21; Isaiah 41:29; 1 Kings 15:30; Jeremiah 10:15
  13. 15 1 Kings 15:27; Joshua 19:44; Psalm 37:35; Joshua 21:23; Job 20:5
  14. 16 1 Kings 16:30; 2 Chronicles 22:2; 2 Kings 8:26; Micah 6:16
  15. 17 2 Kings 6:24–25; Judges 9:45; Luke 19:43–44; Judges 9:50; Judges 9:56–57
  16. 18 2 Samuel 17:23; 1 Samuel 31:4–5; Job 2:9–10; Judges 9:54; Matthew 27:5
  17. 19 1 Kings 15:26; 1 Kings 14:16; 1 Kings 12:28; 1 Kings 15:34; 1 Kings 15:30
  18. 20 1 Kings 16:14; 1 Kings 16:27; 1 Kings 16:5; 1 Kings 22:39; 1 Kings 14:19
  19. 21 1 Kings 15:25; Isaiah 9:18–21; 1 Kings 15:28; Ephesians 4:3–5; Isaiah 19:2
  20. 23 2 Chronicles 22:2; 1 Kings 15:21; 1 Kings 16:8; 1 Kings 16:29
  21. 24 1 Kings 13:32; 1 Kings 16:32; 2 Kings 17:24; 1 Kings 20:1; 1 Kings 16:28–29
  22. 25 Micah 6:16; 1 Kings 16:33; 1 Kings 14:9; 1 Kings 16:30–31
  23. 26 1 Kings 16:19; 1 Kings 16:13; 1 Kings 16:7; 1 Kings 12:26–33; Jeremiah 14:22
  24. 27 1 Kings 16:14; 1 Kings 16:5; 1 Kings 15:31; 1 Kings 16:20
  25. 30 1 Kings 16:25; 1 Kings 14:9; 1 Kings 21:25; 2 Kings 3:2; 1 Kings 16:33
  26. 31 2 Kings 17:16; 2 Kings 10:18; Judges 18:7; Judges 2:11; Deuteronomy 7:3–4
  27. 32 2 Kings 10:21; 2 Kings 10:26–27
  28. 33 2 Kings 13:6; 1 Kings 21:25; 2 Kings 21:3; Exodus 34:13; 2 Kings 17:16
  29. 34 Joshua 6:26; Matthew 24:35

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences