Skip to the text

1 Samuel · Brenton's Greek Septuagint

1 Samuel 9 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς ʼΑβιὴλ, υἱοῦ Ἰαρὲδ, υἱοῦ Βαχὶρ, υἱοῦ ʼΑφὲκ, υἱοῦ ἀνδρὸς Ἰεμιναίου, ἀνὴρ δυνατός. 2 Καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν. 3 Καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ· καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ, λάβε μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων, καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους. 4 Καὶ διῆλθον διʼ ὄρους Ἐφράιμ, καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ, καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλὶμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ἰαμὶν, καὶ οὐχ εὗρον. 5 Αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σὶφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους, φροντίζῃ τὰ περὶ ἡμῶν. 6 Καὶ εἶπεν αὐτῷ τὸ παιδάριον, ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφʼ ἣν ἐπορευθημεν ἐπʼ αὐτήν. 7 Καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετʼ αὐτοῦ, καὶ ἰδοὺ πορευσόμεθα· καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθʼ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν. 8 Καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ, καὶ εἶπεν, ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν. 9 Καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾷν τὸν Θεὸν, δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν, ὁ βλέπων. 10 Καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ, ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν· καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ. 11 Αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως, καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ, καὶ λέγουσιν αὐταῖς, εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων; 12 Καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς, καὶ λέγουσιν αὐτοῖς, ἔστιν· ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ. 13 Ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει, πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν. 14 Καὶ ἀναβαίνουσι τὴν πόλιν· αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως, καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν, τοῦ ἀναβῆναι εἰς Βαμᾶ. 15 Καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ, λέγων, 16 ὡς ὁ καιρὸς, αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων, ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρὸς μέ. 17 Καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ, καὶ Κύριος ἀπεκρίθη αὐτῷ, ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου. 18 Καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως, καὶ εἶπεν, ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος. 19 Καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ, καὶ εἶπεν, ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμὰ, καὶ φάγε μετʼ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωῒ, καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι. 20 Καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων, μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ; οὐ σοὶ, καὶ τῷ οἴκῳ τοῦ πατρός σου; 21 Καὶ ἀπεκρίθη Σαοὺλ, καὶ εἶπεν, οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραήλ; καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο; 22 Καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα, καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν. 23 Καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ, δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί. 24 Καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ, ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους, ἀπόκνιζε· καὶ ἔφαγεν Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 25 Καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη. 26 Καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι, λέγων, ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαοὺλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω. 27 Αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως, καὶ Σαμουὴλ εἶπε τῷ Σαοὺλ, εἶπον τῷ νεανίσκῳ, καὶ διελθέτω ἔμπροσθεν ἡμῶν· καὶ σὺ στῆθι ὡς σήμερον, καὶ ἄκουσον ῥῆμα Θεοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abiel

    Father of Kish and Ner

    Named as the father of Kish, Saul's father, and of Ner, Abner's father.

    Cited in the guide: 1 Samuel 9:1; 1 Samuel 14:51

  • Aphiah

    Ancestor of Saul's father Kish

    The earliest name in the ancestry of Kish, who is called the son of Abiel, the son of Zeror, the son of Becorath, the son of Aphiah of Benjamin.

    Cited in the guide: 1 Samuel 9:1

  • Becorath

    Ancestor of Saul's father Kish

    Named in the ancestry of Kish as the son of Aphiah and the father of Zeror.

    Cited in the guide: 1 Samuel 9:1

  • Kish

    Father of King Saul

    A Benjaminite man of standing, the father of Israel's first king, Saul.

    Cited in the guide: 1 Samuel 9:1-3

  • Saul

    Israel's first king

    Israel's first king, anointed by Samuel but later rejected for his disobedience to God.

    Cited in the guide: 1 Samuel 9-10; 1 Samuel 15

  • Zeror

    Ancestor of Saul's father Kish

    Named in the ancestry of Kish as the son of Becorath and the father of Abiel.

    Cited in the guide: 1 Samuel 9:1

Cross references (24)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Samuel 14:51; Acts 13:21; 1 Chronicles 9:36–39; 1 Chronicles 8:30–33; 1 Samuel 25:2
  2. 2 1 Samuel 16:7; 2 Samuel 14:25–26; Genesis 6:2; Numbers 13:33; 1 Samuel 17:4
  3. 3 Judges 5:10; Judges 10:4; 1 Samuel 10:2
  4. 4 2 Kings 4:42; Joshua 24:33; Genesis 33:18; Judges 17:1; Judges 19:1
  5. 5 1 Samuel 10:2; 1 Samuel 1:1; Luke 12:11; Matthew 6:28; Matthew 6:25
  6. 6 1 Kings 13:1; 1 Timothy 6:11; Deuteronomy 33:1; 1 Thessalonians 5:13; 1 Samuel 3:19–20
  7. 7 2 Kings 8:8; 1 Kings 14:3; 2 Kings 4:42; 2 Kings 5:15; Judges 6:18
  8. 9 Isaiah 30:10; 1 Chronicles 26:28; 2 Kings 17:13; Amos 7:12; 1 Chronicles 29:29
  9. 10 2 Kings 5:13–14
  10. 11 Genesis 24:11; Exodus 2:16; Judges 5:11; Genesis 24:18–20
  11. 12 Genesis 31:54; 1 Samuel 16:2; 1 Samuel 10:5; 1 Kings 3:2–4; 1 Corinthians 5:7–8
  12. 13 John 6:11; Mark 6:41; Matthew 26:26; 1 Corinthians 10:30; Luke 24:30
  13. 15 Acts 13:21; 1 Samuel 15:1; Amos 3:7; 2 Samuel 7:27; Job 33:16
  14. 16 1 Samuel 10:1; Exodus 3:7–9; Psalm 106:44; Psalm 25:18; 1 Samuel 15:1
  15. 17 Hosea 13:11; Acts 13:21; 1 Samuel 16:6–12; 1 Samuel 3:13; Nehemiah 13:19
  16. 19 1 Corinthians 14:25; John 4:29
  17. 20 1 Samuel 8:5; 1 Samuel 12:13; 1 Samuel 9:3; 1 Samuel 8:19; Psalm 62:10
  18. 21 1 Samuel 15:17; Ephesians 3:8; Luke 14:11; Psalm 68:27; Judges 20:46–48
  19. 22 Genesis 43:32; Luke 14:10
  20. 23 1 Samuel 1:5; Genesis 43:34
  21. 24 Ezekiel 24:4; Leviticus 7:32–33; Exodus 29:22; Exodus 29:27; Numbers 18:18
  22. 25 Deuteronomy 22:8; Acts 10:9; 2 Samuel 11:2; Nehemiah 8:16; Jeremiah 19:13
  23. 26 Genesis 19:14; Joshua 7:13; Genesis 44:4; Judges 19:28
  24. 27 John 15:14–15; 2 Kings 9:5–6; 1 Samuel 20:38–39; 1 Samuel 15:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 9:22 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XVIII–XIX)

    And then the union of all these, which is called the Triacontad, they strenuously endeavour to demonstrate by the ark of Noah, the height of which was thirty cubits; by the case of Samuel, who assigned Saul the chief place among thirty guests; by David, when for thirty days he concealed himself in the field; by those who entered along …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 9:9 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XVI)

    And as for Samuel and David, we have it plainly in the Books of the Kingdoms, how by the Holy Ghost they prophesied themselves, and were rulers of the prophets;--and Samuel was called the Seer; and David says distinctly, The Spirit of the Lord spake by me, and in the Psalms, And take not thy Holy Spirit from me, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)