1 Ἦλθον δε οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων· ἰδὸν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 2 Καὶ εἶπεν, ἰδοὺ, Κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Καὶ εἶπαν, οὐχὶ, ἀλλʼ ἐν τῇ πλατείᾳ καταλύσομεν. 3 Καὶ κατεβιάσατο αὐτοὺς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον. 4 Πρὸ τοῦ κοιμηθῆναι δὲ, οἱ ἄνδρες τῆς πόλεως, οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα. 5 Καὶ ἐξεκαλοῦντο τὸν Λὼτ, καὶ ἔλεγον πρὸς αὐτὸν, ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. 6 Ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ. 7 Εἶπε δὲ πρὸς αὐτοὺς, μηδαμῶς ἀδελφοὶ μὴ πονηρεύσησθε. 8 Εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς καθὰ ἂν ἀρέσκοι ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου. 9 Εἶπαν δὲ αὐτῷ, ἀπόστα ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σε κακώσωμεν μᾶλλον ἢ ἐκείνους. Καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα, καὶ ἤγγισαν συντρίψαι τὴν θύραν. 10 Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν. 11 Τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἐν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. 12 Εἶπαν δὲ οἱ ἄνδρες πρὸς τὸν Λὼτ, εἰσί σοι ὧδε γαμβροὶ, ἢ υἱοὶ, ἢ θυγατέρες; ἢ εἴτις σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου, 13 Ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον· ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτήν. 14 Ἐξῆλθε δὲ Λῶτ, καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ, καὶ εἶπεν, ἀνάστητε, καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν· ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. 15 Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες, ἀναστὰς λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας σου, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. 16 Καὶ ἐταράχθησαν, καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. 17 Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπαν, σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. 18 Εἶπε δὲ Λὼτ πρὸς αὐτοὺς, δέομαι 19 Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπʼ ἐμὲ, τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μή ποτε καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. 20 Ἰδοὺ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ διασωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. 21 Καὶ εἶπεν αὐτῷ, ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. 22 Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ, οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης, Σηγώρ. 23 Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. 24 Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ. 25 Καὶ κατέστρεψε τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. 26 Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. 27 Ὤρθρισε δὲ Ἁβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου. 28 Καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας, καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου, καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινεν φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. 29 Καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι τὸν Θεὸν πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἁβραάμ· καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ. 30 Ἀνέβη δὲ Λὼτ ἐκ Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετʼ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ· καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετʼ αὐτοῦ. 31 Εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν, ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. 32 Δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον, καὶ κοιμηθῶμεν μετʼ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. 33 Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν, καὶ ἐν τῷ ἀναστῆναι. 34 Ἐγένετο δὲ ἐν τῇ ἐπαύριον, καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν, ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα κοιμήθητι μετʼ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. 35 Ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν, καὶ ἀναστῆναι. 36 Καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν. 37 Καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα, ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας. 38 Ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμὰν, λέγουσα, υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
Genesis · Brenton's Greek Septuagint
Genesis 19 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abraham
Called by God, he left home in faith to become the father of a chosen people.
Cited in the guide: Genesis 12–25
Ben-Ammi
A son of Lot and ancestor of the Ammonites, who settled east of the Jordan.
Cited in the guide: Gen. 19:38
Lot
Abraham's nephew who chose the plain of Jordan and settled near Sodom.
Cited in the guide: Genesis 11–14; 19
Lot's wife
Lot's unnamed wife, led out of Sodom with her husband and two daughters, who looked back and became a pillar of salt.
Cited in the guide: Genesis 19:26; Luke 17:32
Moab
A son of Lot and ancestor of the Moabites, who settled east of the Dead Sea.
Cited in the guide: Gen. 19:37
Sarah
Wife of Abraham who bore Isaac in her old age, long after hope seemed gone.
Cited in the guide: Genesis 17-21
Cross references (36)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Genesis 18:1–5; Genesis 18:22; Hebrews 13:2; Job 31:32
- 2 Genesis 18:4; Luke 24:28–29; Hebrews 13:2; Acts 16:15; Judges 19:17–21
- 3 Genesis 18:6–8; Judges 6:19; 1 Samuel 28:24; 1 Corinthians 5:8; Exodus 12:39
- 4 Genesis 13:13; Proverbs 4:16; Genesis 18:20; Exodus 23:2; Jeremiah 5:31
- 5 Judges 19:22; Isaiah 3:9; Jude 7; Leviticus 18:22; Romans 1:26–27
- 6 Judges 19:23
- 7 Leviticus 20:13; Romans 1:24; 1 Corinthians 6:9–11; Deuteronomy 23:17; Jude 7
- 8 Judges 19:24; Genesis 19:31–38; Mark 9:6; Romans 3:8; Judges 9:15
- 9 Exodus 2:14; Genesis 13:12; 2 Peter 2:7–8; Daniel 3:19–22; Ecclesiastes 9:3
- 11 2 Kings 6:18; Acts 13:11; Jeremiah 2:36; Deuteronomy 28:28–29; Isaiah 57:10
- 12 Genesis 7:1; 2 Peter 2:7; Revelation 18:4; 2 Peter 2:9; Numbers 16:26
- 13 Genesis 18:20; Matthew 13:49–50; Jude 7; Revelation 16:1–12; Acts 12:23
- 14 Numbers 16:21; Numbers 16:26; Jeremiah 51:6; Numbers 16:45; Revelation 18:4–8
- 15 Numbers 16:24–27; Luke 13:24–25; Revelation 18:4; Proverbs 6:4–5; Genesis 19:22
- 16 Romans 9:15–16; Titus 3:5; Psalm 103:13; Psalm 111:4; Exodus 34:6
- 17 Matthew 24:16–18; Luke 9:62; Philippians 3:13–14; Genesis 19:26; Genesis 19:22
- 18 Genesis 32:26; Isaiah 45:11; Acts 9:13; Acts 10:14; 2 Kings 5:11–12
- 19 1 Kings 9:9; Matthew 8:25–26; Psalm 116:1–19; Psalm 106:1–48; Deuteronomy 31:17
- 20 Psalm 119:175; Proverbs 3:5–7; Isaiah 55:3; Genesis 19:30; Genesis 12:13
- 21 Psalm 145:19; Psalm 102:17; Job 42:8–9; Psalm 34:15; Luke 11:8
- 22 Genesis 13:10; Genesis 14:2; Exodus 32:10; Genesis 32:25–28; Deuteronomy 9:14
- 24 Deuteronomy 29:23; Isaiah 13:19; Jude 7; Amos 4:11; 2 Peter 2:6
- 25 Psalm 107:34; Genesis 14:3; Genesis 13:10
- 26 Luke 17:31–32; Genesis 19:17; Hebrews 10:38; Proverbs 14:14; Numbers 16:38
- 27 Habakkuk 2:1; Psalm 5:3; Hebrews 2:1; Genesis 18:22–33; Ezekiel 16:49–50
- 28 Revelation 18:9; Revelation 9:2; Jude 7; Revelation 21:8; Revelation 18:18
- 29 Genesis 8:1; Deuteronomy 9:5; Psalm 25:7; Genesis 18:23–33; Hosea 11:8
- 30 Genesis 19:19; Genesis 19:17; Genesis 14:22; James 1:8; Deuteronomy 34:3
- 31 Deuteronomy 25:5; Isaiah 4:1; Genesis 6:4; Genesis 4:1; Genesis 16:2
- 32 Leviticus 18:6–7; Genesis 11:3; Mark 12:19; Genesis 9:21; Proverbs 23:31–33
- 33 Habakkuk 2:15–16; Leviticus 18:6–7; Proverbs 20:1; Proverbs 23:29–35
- 34 Jeremiah 3:3; Isaiah 3:9; Jeremiah 6:15; Jeremiah 5:3; Jeremiah 8:12
- 35 1 Corinthians 10:11–12; Ecclesiastes 7:26; 1 Peter 4:7; Luke 21:34; Psalm 8:4
- 36 Habakkuk 2:15; Genesis 19:8; 1 Samuel 15:33; Leviticus 18:6–7; Judges 1:7
- 37 Deuteronomy 2:9; Numbers 22:1–41; Judges 3:1–31; Deuteronomy 23:3; Ruth 4:10
- 38 Deuteronomy 2:19; 1 Samuel 11:1–15; Judges 10:6–11:40; Isaiah 11:14; Zephaniah 2:9
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And again, referring to the destruction of the Sodomites, the Scripture says, "Then the Lord rained upon Sodom and upon Gomorrah fire and brimstone from the Lord out of heaven." For it here points out that the Son, who had also been talking with Abraham, had received power to judge the Sodomites for their wickedness.
For after saying to them in the plural, "Behold, my lords, turn aside into your servant's house," etc., yet it is afterwards said, "And the angels laid hold upon his hand, and the hand of his wife, and the hands of his two daughters, because the Lord was merciful unto him.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… the Image, the Seal; "Who being the Effulgence of His glory and the Impress of His Essence," and "the Image of His Goodness," and "Him hath God the Father sealed." Lord, King, He That Is, The Almighty. "The Lord rained down fire from the Lord;" and "A sceptre of righteousness is the sceptre of Thy Kingdom;" and "Which is and …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
As says the Scripture: "And that night the elder went in and lay with her father; and Lot knew not when she lay down, nor when she arose." And the same thing took place in the case of the younger: "And he knew not," it is said, "when she slept with him, nor when she arose." Since, therefore, Lot knew …
And Lot said unto them, I pray thee, Lord, since thy servant hath found grace in thy sight," etc.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)